Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

εἶπεν δὲ αὐτοῖς ἸωσήΦ Ti τὸ πρᾶγμα τοῦτο ἐποιήσατε; οὐκ οὐκ ὅτι οἰωνισμῷ οἰωνιεῖται ἄνθρωπος οἷος ἐγώ ;

εἶπεν δὲ Ἰούδας Ti ἀντεροῦμεν τῷ κυρίῳ ἢ τί λαλήσωμεν ἢ τί δικαιωθῶμεν ; ὁ δὲ θεὸς εὗρεν τὴν ἀδικίαν τῶν παίδων σου· ἰδού ἐσμεν οἰκέται τῷ κυρίῳ ἡμῶν, καὶ ἡμεῖς καὶ παρ’ ᾦ εὑρέθη τὸ κόνδυ.

εἶπεν δὲ ἸωσήΦ Μἠ μοι γένοιτο ποιῆσαι τὸ ῥῆμα τοῦτο· ὁ ἄνθρωπος παρ’ ᾧ εὑρέθη τὸ κόνδυ, αὐτὸς ἔσται μου παῖς· ὑμεῖς δὲ ἀνάβητε μετὰ σωτηρίας πρὸς τὸν πατέρα ὑμῶν.

Ἐγγίσας δὲ αὐτῷ Ἰούδας εἶπεν Δέομαι, κύριε· λαλησάτω ὁ παῖς σου ῥῆμα ἐναντίον σου, καὶ μὴ θυμωθῇς τῷ παιδί σου, ὅτι σὺ εἰ μετὰ Φαραώ. κύριε.

σὺ ἠρώτησας τοὺς παῖδάς σου [*](DF) [*](4 om λέγων D silF j om μοι D silF Ι om μου F 5 om εστιν D — 7 τὰ. οἱ ’δε ειπον...τουτο sup ras pi litt Aat 7 εἶπαν D silF Ι ο κυριος] ο κς F* υριο superscr F1) + μου D | τὸ ῥῆμα τοῦτο] pr κάτα D silF 8 ευρομεν D silF | σε] ὑμὰς D | αναν F | κλέψαιμεν] ἐκλέψαμεν F 9 ἔαν DY | om ’δε F 10 ἔαν D 11 ἤνοιξαν F ηρε[υνα] D] ηραινα AF Ι τὼ Bεν.] του Βεν. D sil 13 ἐπέστρεψαν] ὑπέστρεψαν D 15 τουτο] + ο D | οιωνιειται] [οι]ωνιζεται D | ανθρωπος] pr ο F 16 ἤμων] ν sup ras Α1? Ι ηὑρέθη D 18 ῥήματα D 19 του, παῖδας σου] om σου Α* (aliq deesse ind A1) hab D silF)

89
λέγων Εἰ ὦτε πατέρα ἢ ἀδελφόν ;

καὶ εἴπαμεν τῷ κυρίῳ Ἔστιν [*](Α) ἡμῖν πατὴρ πρεσβύτερος, καὶ παιδίον νεώτερον γήρως αὐτῷ, καὶ ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανεν, αὐτὸς δὲ μόνος ὑπελείφθη τῷ πατρὶ αὐτοῦ, ὁ δὲ πατὴρ αὐτὸν ἠγάπησεν.

δὲ τοῖς παισίν σου ὅτι Καταγάγετε αὐτὸν πρὸς μέ, καὶ ἐπιμελοῦμαι αὐτοῦ.

καὶ εἴπαμεν τῷ κυρίῳ Οὐ δυνήσεται τὸ παιδίον καταλιπεῖν τὸν πατέρα· ἐὰν δὲ καταλείπῃ τὸν πατέρα, ἀποθανεῖται.

σὺ δὲ εἶπας τοῖς παισίν σου Ἐὰν μὴ καταβῇ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος μεθ’ ὑμῶν, οὐ προσθήσεσθε ἔτι ἰδεῖν τὸ πρόσωπόν μου.

ἐγένετο δὲ ἡνίκα ἀνέβημεν πρὸς τὸν παῖδά σου πατέρα δὲ ἡμῶν, ἀπηγγείλαμεν αὐτῷ τὰ ῥήματα τοῦ κυρίου.

εἶπεν δὲ ἡμῖν ὁ πατὴρ ἡμῶν βαδίσατε πάλιν, ἀγοράσατε ἡμῖν μικρὰβρώματα.

ἡμεῖς δὲ εἴπαμεν Οὐ δυνησόμεθα καταβῆναι· ἀλλ’ εἰ μὲν ὁ ἀδελφὸς ἡμῶν ὁ νεώτερος καταβαίνει μεθ’ ἡμῶν, καταβησόμεθα· οὐ γὰρ δυνησόμεθα ἰδεῖν τὸ πρόσωπον τοῦ ἀνθρώπου, τοῦ ἀδελφοῦ τοῦ νεωτέρου μὴ ὄντος μεθ’ ἡμῶν.

εἶπεν δὲ ὁ παῖς σου ὁ πατὴρ ἡμῶν πρὸς ἡμᾶς Ὑμεῖς γινώσκετε ὅτι δύο ἔτεκέν μοι ἡ γυνή·

καὶ ἐξῆλθεν ὁ εἷς ἀπ’ ἐμοῦ, καὶ εἴπατε Θηριόβρωτος γέγονεν, καὶ οὐκ ἴδον αὐτὸν ἔτι.