Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐγένετο ἡνίκα ἤλθομεν εἰς τὸ καταλῦσαι καὶ ἠνοίξαμεν τοὺς μαρσίππους ἡμῶν, καὶ τόδε τὸ ἀργύριον ἑκάστου ἐν τῷ μαρσίππῳ αὐτοῦ. τὸ ἀργύριον ἡμῶν cv σταθμῷ ἀπε στρέψαμεν νῦν ἐν τοῖς μαρσίπποις ἡμῶν,

καὶ ἀργύριον ἕτερον ἠνέγκαμεν μεθ’ ἑαυτῶν ἀγοράσαι βρώματα· οὐκ οἴδαμεν τίς ἐνέβαλεν τὸ ἀργύριον εἰς τοὺς μαρσίππους ἡμῶν.

εἶ(??)εν δὲ αὐτοῖς ὁ ἄνθρωπος ἵλεως ὑμῖν, μὴ φοβεῖσθε· ὁ θεὸς ὑμῶν καὶ ὁ θεὸς τῶν πατέρων ὑμῶν ἒδωκεν ὑμῖν θησαυροὺς ἐν τοῖς μαρσίπποις ὑμῶν./ τὸ δὲ ἀργύριον ὑμῶν εὐδοκιμοῦν ἀπέχω. καὶ ἐξήγαγεν πρὸς αὐτοὺς Συμεών,

καὶ ἤνεγκεν ὕδωρ νίψαι τοὺς πόδας αὐτῶν, καὶ ἤνεγκεν χορτάσματα τοῖς ὄνοις αὐτῶν.

ἠτοίμασαν δὲ τὰ δῶρα ἕως τοῦ ἐλθεῖν Ἰωσὴφ μεσημβρίᾳ· [*](DEF) [*](11 Κάρια Ε 12 δισσὸν· E Ι om ἀποστρέψατε μεθ’ ὕμ’. E 13 om κα Ι° Ε 14 καθα] καθὸ D 16 16 ειδεν F | αυτους] αὐτοῦ sup ras A1 του· αδελΦους αὐτοῦ D Ι ἐνετείλατο] εἶπεν F Ι εισαγαγειν] εἰσάγαγε D silF | οι t] + οὔτοι D 17 εἰσήγαγεν] εισηνεγκεν D | τὴν οἰκίαν] ’τον οἶκον ωσηΦ 2° pr ’τον DF 18 ανθρωποι] ἄνδρες D silF Ι AZ?] εἰσήχθησαν F 19 IvshF] pr του D silF 21 καὶ ἐγένετο] D silF | μαρσιππους] αρσιππους sup ras A1 Ι om τόδε D vid ἴ’ τὸ rat j xePffiV D silF F ενεβαλεν] μιν F 23 om ο ανθρωπορς D silF | ἐξήγαγεν] ἐξήνεγκεν F | Συμεων] pr ’τον D silF 24 ἤνεγκεν I° ἤνεγκαν DY | ηνηκεν 2° ἔδωκεν D silF 25 ἐλθεῖν] εἰσελθεῖν DF | μεσημβρίας F)

87
ἤκουσαν γὰρ ὅτι ἐκεῖ μέλλει ἀριστᾷν.

εἰσῆλθεν δὲ ἸωσὴΦ εἰς [*](Α) τὴν οἰκίαν, καὶ προσήνεγκαν αὐτῷ τὰ δῶρα ἁ εἶχον ἐν ταῖς χερσὶν αὐτῶν εἰς τὸν οἶκον, καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν.

ἠρώτησεν δὲ αὐτούς ΙΙῶς ἒχετε; καὶ εἶπεν αὐτοῖς Εἰ ὑγιαίνει ὁ πατὴρ ὑμῶν ὁ πρεσβύτερος ὃν εἲπατε; ἒτι ζῇ;

οἱ δὲ εἶπαν Ὑγιαίνει ὁ παῖς σου ὁ πατὴρ ἡμῶν, ἔτι ζῇ. καὶ εἶπεν Εὐλογητὸς ὁ ἄνθρωπος ἐκεῖνος τῷ θεῷ. καὶ κύψαντες πρρσεκύνησαν.

ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς ἸσὴΦ ἴδεν Βενιαμεὶν τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμομήτριον, καὶ εἶπεν αὐτοῖς οὗτός ἐστιν ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος, ὃν εἴπατε πρὸς μὲ ἀγαγεῖν; καὶ εἶπεν Ὁ θεὸς ἐλεήσαι σε, τέκνον.

ἐταράχθη δὲ Ἰρὸς συνεστρέφετο γὰρ τὰ ἔντερα αὐτοῦ ἐπὶ τῷ ἀδελΦῷ αὐτοῦ, καὶ ἐζήτει κλαῦσαι· εἰσελθὼν δὲ εἰς τὸ ταμιεῖον ἔκλαυσεν ἐκεῖ.

καὶ νιψάμενος τὸ πρόσωπον ὂν ἐξελθὼν ἐνεκρατεύσατο, καὶ εἶπεν ΙΙαράθετε ἄρτους.

καὶ παρέθηκαν αὐτῷ μόνῳ, καὶ αὐτοῖς καθ’ ἑαυτούς, καὶ τοῖς Αἰγυπτίοις τοῖς συνδειπνοῦσιν μετ’ αὐτοῦ καθ’ ἑαυτούς· οὐ γὰρ ἐδύναντο οἱ Αἰγήπτιοι συνεσθίειν μετὰ τῶν Ἐβραίων ἂρτους, βδέλυγμα γάρ ἐστιν τοῖς Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων.

ἐκάθισαν δὲ ἐναντίον αὐτοῦ, ὁ πρωτότοκος κατὰ τὰ πρεσβεῖα αὐτοῦ καὶ ὁ νεώτερος κατὰ τὴν νεότητα αὐτοῦ. ἐξίσταντο δὲ οἱ ἄνθρωποι ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ.

ἦραν δὲ μερίδα παρ’ αὐτοῦ πρὸς αὐτούς· ἐμεγα- λύνθη δὲ ἡ μερὶς Βενιαμεὶν παρὰ τὰς μερίδας πάντων πενταπλασίως πρὸς τὰς ἐκείνων. ἔπιον δὲ καὶ ἐμεθύσθησαν μετ’ αὐτοῦ.