Genesis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
ἐφοβεῖτο Ἰακὼβ σφόδρα, καὶ ἡπορεῖτο· καὶ διεῖλεν τὸν λαὸν τὸν μετ’ αὐτοῦ [*](8) καὶ τοὺς βόας καὶ τὰ πρόβατα εἰς δύο παρεμβολάς.
καὶ εἶπεν Ἰακώβ Ἐὰν ἔλθῃ Ἠσαὺ εἰς παρ’ ἐμβολὴν μίαν καὶ ἐκκόψῃ αὐτήν, [*](9) ἔσται ἡ παρεμβολὴ ἡ δευτέρα εἰς τὸ σώζεσθαι.
εἶπεν δὲ Ὁ θεὸς τοῦ πατρός μου Ἀβραὰμ καὶ ὁ θεὸς τοῦ πατρός μου Ἰσαάκ, κύριε ὁ εἴπας μοι Ἀπότρεχε εἰς τὴν γῆν τῆς γενέσεως σου, καὶ εὖ [*](10) σε ποιήσω·
ἱκανοῦσαί μοι ἀπὸ πάσης δικαιοσύνης καὶ ἀπὸ πάσης ἁληθείας ἧς ἐποίησας τῷ παιδί σου· ἐν γὰρ τῇ ῥάβδῳ μου διέβην [*](11) τὸν Ἰορδάνην τοῦτον, νῦν δὲ γέγονα εἰς δύο παρεμβολάς.
ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου Ἠσαύ· ὅτι φοβοῦμαι ἐγὼ αὐτόν, μή [*](12) ποτε ἐλθὼν πατάξῃ με καὶ μητέρα ἐπὶ τέκνοις.
σὺ δὲ καλῶς εὖ σε ποιήσω, καὶ θήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς [*](13) θαλάσσης, ἣ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους.
καὶ ἐκοιμήθη ἐκεῖ τὴν νύκτα ἐκείνην. καὶ ἔλαβεν ὧν ἔφερεν δῶρα καὶ ἐξα- [*](14) πέστειλεν Ἠσαὺ τῷ ἀδελφῷ αὐτοῦ,
αἶγας διακοσίας, [*](15) εἴκοσι, πρόβατα διακόσια, κριοὺς εἴκοσι,
καμήλους θηλαζούσας καὶ τὰ παιδία αὐτῶν τριάκοντα, βόας τεσσεράκοντα, ταύρους [*](16) δέκα, ὄνους εἴκοσι, πώλους δέκα.
καὶ ἔδωκεν διὰ χειρὸς αὐτοῦ, ποίμνιον κατὰ μόνας. εἶπεν δὲ τοῖς παισὶν αὐτοῦ ἔμπροσθέν μου, καὶ διάστημα ποιεῖτε ἀνὰ μέσον [*](17) ποίμνης καὶ ποίμνης.
καὶ ἐνετείλατο τῷ πρώτῳ λέγων Ἐάν σοι συναντήσῃ Ἠσαὺ ὁ ἀδελφός μου καὶ ἐρωτᾷ σε λέγων τίνος εἶ ; [*](18) καὶ ποῦ πορεύῃ ; καὶ τίνος ταῦτα τὰ προπορευόμενά σου ;