Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐκάλεσεν αὐτὸν Λαβάν βουνὸς μάρτυς, Ἰακὼβ δὲ ἐκάλεσεν αὐτόν βουνὸς μαρτυρεῖ.

εἶπεν δὲ Λαβὰν τῷ Ἰακώβ Ἴδου ὁ βουνὸς οὗτος [*](48) καὶ ἡ στήλη αὕτη ἢν ἔστησα ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ· μαρτυρεῖ ὁ [*]((52 a)) βουνὸς οὗτος, καὶ μαρτυρεῖ ἡ στήλη αὕτη· διὰ τοῦτο ἐκλήθη τὸ [*]((48 b)) ὄνομα αὐτοῦ βουνὸς μαρτυρεῖ,

καί Ἡ δράσις, ἣν εἶπεν Ἐφίδοι ὁ θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, ὅτι ἀποστησόμεθα ἕτερος ἀπὸ τοῦ ἑτέρου.

εἰ ταπεινώσεις τὰς θυγατέρας μου, εἰ λήμψῃ γυναῖκας [*](50(50 a)) ἐπὶ ταῖς θυγατράσιν μου, ὅρα, οὐθεὶς μεθ’ ἡμῶν ἐστίν.

ἐάν τε [*](52b) γὰρ ἐγὼ μὴ διαβῶ πρὸς σέ, μηδὲ σὺ διαβῇς πρὸς μὲ τὸν βουνὸν τοῦ. ’τον καὶ τὴν στήλην ταύτην ἐπὶ κακίᾳ.

ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Νασχὼρ κρινεῖ ἀνὰ μέσον ἡμῶν.

καὶ ὤμοσεν Ἰακὼβ κατὰ τοῦ Φόβου τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ. καὶ ἴθυσεν Ἰακὼβ θυσίαν ἐν τῷ ὄρει· καὶ ἐκάλεσεν τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ ἔφαγον καὶ ἔπιον, καὶ ἐκοιμήθησαν ἐν τῷ ὄρει.

ἀναστὰς δὲ Λαβὰν τὸ πρωὶ κατεφίλησεν τοὺς υἱοὺς [*](55 (XXX)) αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ, καὶ εὐλόγησεν αὐτούς· καὶ ἀποστρα- φεὶς Λαβὰν ἀπῆλθεν εἰς τὸν τόπον αὐτοῦ. Καὶ Ἰακὼβ ἀπῆλθεν XXXII

XXXIIεἰς τὴν ἑαυτοῦ ὁδόν· καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς ἴδεν παρεμβολὴν θεοῦ παρεμβεβληκυῖαν, καὶ συνήντησαν αὐτῷ οἱ ἄγγελοι τοῦ θεοῦ.

εἶπεν δὲ Ἰακώβ, ἡνίκα ἴδεν αὐτούς, Παρεμβολὴ θεοῦ αὕτη· [*](2) καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Παπεμβολαί.

Ἀπέστειλεν δὲ Ἰακὼβ ἀγγέλους πρὸς Ἠσαὺ τὸν ἀδελφὸν [*](3) [*](DE 44 om Ιακωβ D sil E Ι οὐθεὶς] ουδις D Ι ιδε] ἴδου D om Ε 45 στηλην] pr εἰ E 46 om καὶ ἔπιον D sil | om ἔκει E 47 καὶ ἐκάλεσεν] εκαλ. ’δε Ε | βουνὸς ° βουνὸν E | μαρτυς] τῆς μαρτυρίας D sil μαρτυρίας E Ι αὐτὸν τὸ ὄνομα αὐτοῦ Ε | μαρτυς μάρτυς D sil E 48 om ἀυτὴ D sil E Ι ἔστησας E | ἐμοῦ καὶ σου] μου (pr σ A*vld) καὶ σου sup ras Λαί | αὐτοῦ] om D sil του τόπου ἐκείνου Ε Ι μαρτύρει 3°] μαρτυρίου Ε 49 om η E Ι εἶπεν] D ἔιδεν E | επιδοι ἐπίδοι D sil 50 λημψη] λάβοις D λάβης E | ουδεις Ε [51 om ADE 53 κρίναι D sil E 54 καὶ ἔθυσεν] εθυσεν ’δε E | ἀδέλφ’. αυτου] + φαγεῖν ἄρτον D 55 αὐτοῦ 1° ΑD] om E ηυλογησεν Ε XXXII 1 τὴν ἑαυτοῦ οδον] τὴν ο. ἑαυτοῦ D sil (Dvid) τὴν ο. αὐτοῦ Ε | om τοῖς ὀφθαλμοῖς D sil + αὐτοῦ Ε 2 ἔιδεν D sil Ι om ἔκει. νοῦ D 3 αγγελους] + ἔμπροσθεν αὐτοῦ D sil E)

61
[*](4) αὐτοῦ εἰς γῆν Σηεὴρ εἰς χώραν Ἐδώμ,

καὶ ἐνετείλατο αὐτοῖς λέγων Οὕτως ἐρεῖτε τῷ κυρίῳ μου Ἠσαύ Οὕτως λέγει ὁ παῖς σου Ἰακώβ [*](5) Μετὰ Λαβὰν παρῴκησα καὶ ἐχρόνισα ἕως τοῦ νῦν·

καὶ ἐγένοντο μοι βόες καὶ ὄνοι καὶ πρόβατα καὶ παῖδες καὶ παιδίσκαι· καὶ ἀπέστειλα ἀναγγεῖλαι τῷ κυρίῳ μου Ἠσαύ, ἵνα εὕρῃ ὁ παῖς σου [*](6) χάριν ἐναντίον σου.

καὶ ἀνέστρεψαν οἱ ἄγγελοι πρὸς Ἰακὼβ λέγοντες Ἤλθομεν πρὸς τὸν ἀδελφόν σου Ἠσαύ, καὶ ἔρχεται εἰς [*](7) συνάντησίν σοι, καὶ τετρακόσιοι ἄνδρες μετ’ αὐτοῦ.

ἐφοβεῖτο Ἰακὼβ σφόδρα, καὶ ἡπορεῖτο· καὶ διεῖλεν τὸν λαὸν τὸν μετ’ αὐτοῦ [*](8) καὶ τοὺς βόας καὶ τὰ πρόβατα εἰς δύο παρεμβολάς.

καὶ εἶπεν Ἰακώβ Ἐὰν ἔλθῃ Ἠσαὺ εἰς παρ’ ἐμβολὴν μίαν καὶ ἐκκόψῃ αὐτήν, [*](9) ἔσται ἡ παρεμβολὴ ἡ δευτέρα εἰς τὸ σώζεσθαι.

εἶπεν δὲ Ὁ θεὸς τοῦ πατρός μου Ἀβραὰμ καὶ ὁ θεὸς τοῦ πατρός μου Ἰσαάκ, κύριε ὁ εἴπας μοι Ἀπότρεχε εἰς τὴν γῆν τῆς γενέσεως σου, καὶ εὖ [*](10) σε ποιήσω·

ἱκανοῦσαί μοι ἀπὸ πάσης δικαιοσύνης καὶ ἀπὸ πάσης ἁληθείας ἧς ἐποίησας τῷ παιδί σου· ἐν γὰρ τῇ ῥάβδῳ μου διέβην [*](11) τὸν Ἰορδάνην τοῦτον, νῦν δὲ γέγονα εἰς δύο παρεμβολάς.

ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου Ἠσαύ· ὅτι φοβοῦμαι ἐγὼ αὐτόν, μή [*](12) ποτε ἐλθὼν πατάξῃ με καὶ μητέρα ἐπὶ τέκνοις.

σὺ δὲ καλῶς εὖ σε ποιήσω, καὶ θήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς [*](13) θαλάσσης, ἣ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους.