Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐγγίσας ἐφίλησεν αὐτόν· καὶ ὠσφράνθη τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ, καὶ ηὐλόγησεν αὐτὸν καὶ εἶπεν [*](10 ευλογησει E 11 ἀνὴρ 1°] αωݲοݲςݲ E 12 ἐπ’ ἐμαυτὸν] ἐπ’ αὐτὸν E DE 13 ἐπάκουσον E | ἔνεγκαι AE 15 καὶ ενεδ.] om καὶ E 17 ακωβ (Ρεβεκκας Α) του ὕου ἀύτης] αὐτοῦ E 18 om μου E | τις et] pr ο ’δε εἶπεν Α 19 om ο ὑίος αὐτοῦ E | πεποίηκα E | μου] μ sup ras A1 20 του υἱοῦ E | ὅτι ταχὺ Ε | ο δε] καὶ E | ο θεὸς] + σου E | μου] ἐμοῦ E 22 ἐψηλάφησεν] ηλ sup ras 4 litt Aa | η μὲν φωνὴ Ε 23 Ησαυ] sup ras pi litt Aa . 25 ὅπως] ἴνα E 26 om ο πατ. αὐτοῦ E | τέκνον καὶ φ. με Ε)

48
[*](A)
  • Ἴδου ὀσμὴ τοῦ υἱοῦ μου
  • ὡς ὀσμὴ ἀγροῦ πλήρους ὄν ηύλόγησεν κύριος,
    1. καὶ δῲη σοι ὁ θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν,
    2. καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς,
    3. καὶ πλῆθος σίτου καὶ οἴνου.

  • καὶ δουλευσάτωσάν σοι ἔθνη,
  • καὶ προσκυνήσουσιν σοι ἄρχοντες·
  • καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου,
  • καὶ προσκυνήσουσίν σε οἱ υἱοὶ τοῦ πατρός σου.
  • ὁ καταρώμενός σε ἐπικατάρατος,
  • ὁ δὲ εὐλογῶν σε εὐλουημένος.
  • Καὶ ἐγένετο μετὰ τὸ παύσασθαι Ἰσαὰκ εὐλογοῦντα τὸν Ἰακὼβ τὸν υἱὸν αὐτοῦ, καὶ ἐγένετο ὡς ἐξῆλθεν Ἰακὼβ ἀπὸ προσώπου Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, καὶ Ἠσαὺ ὁ ἀδελφὸς αὐτοῦ ἦλθεν ἀπὸ τῆς θήρας αὐτοῦ.

    καὶ ἐποίησεν καὶ αὐτὸς ἐδέσματα καὶ προσήνεγκεν τῷ πατρὶ αὐτοῦ· καὶ εἶπεν τῷ πατρὶ αὐτοῦ Ἀωαστήτω ὁ πατήρ μου καὶ φαγέτω τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ, ὅπως εὐλογήσει με ἡ ψυχή σου.

    καὶ εἶπεν αὐτῷ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ τίς εἰ σύ; ὁ δὲ εἶπεν Ἐγώ εἰμι ὁ υἱός σου ὁ πρωτότοκος Ἠσαύ.

    ἐξέστη δὲ Ἰσαὰκ ἔκστασιν μεγάλην σφόδρα καὶ εἶπεν τίς οὖν ὁ θηρεύσας μοι θήραν καὶ εἰσενέγκας μοι, καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ σε εἰσελθεῖν, καὶ ηὐλόγησα αὐτόν ; καὶ εὐλογημένος ἔστω.

    ἐγένετο δὲ ἡνίκα ἤκουσεν Ἠσαὺ τὰ ῥήματα Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, ἀνεβόησεν Ἠσαὺ φωνὴν μεγάλην καὶ πικρὰν σφόδρα, καὶ εἶπεν Εὐλόγησον δὴ κἀμέ, πάτερ.

    εἶπεν δὲ αὐτῷ Ἐλθὼν ὁ ἀδελφός σου μετὰ δόλου ἔλαβεν τὴν εὐλογίαν σου.

    καὶ εἶπεν Δικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακώβ· ἐπτέρνικεν γάρ με ἤδη δεύτερον τοῦτο· τά τε πρωτοτοκεῖά μου εἴληφεν, καὶ νῦν ν εὐλογίαν μου. καὶ εἶπεν Ἠσαὺ τῷ πατρὶ αὐτοῦ οὐχ μοι εὐλογίαν, πάτερ;

    ἀποκριθεὶς δὲ Ἰσαὰκ εἶπεν τῶ Ησαύ Εἰ κύριον αὐτὸν ἐποίησά σου, καὶ πάντας τοὺς ἀδελφοὺς αὖ τοῦ ἐποίησα αὐτοῦ οἰκέτας, σίτῳ καὶ οἴνῳ ἐστήρισα αὐτόν· σοὶ δὲ τί [*](DE 27 πλήρους] πλήρης D (πλη..ς D) E | ηὐλόγησεν AD] εὐλόγησεν E 28 om ἄνωθεν DE 29 προσκυνήσουσιν 1°] προσκυνησάτωσαν DE | σε 1°] σοι Ε 30 ’τον Ιακωβ] om ’τον E | ’τον υἱὸν] om ’τον D | ws] ὅσον E | om ἄπο τῆς θήρας αὐτοῦ E om αυτου D sil 31 om αὐτοῦ 2° D sil E | ευλογησει] η sup ras A1?a? ευλογηση DE 33 εἰσήνεγκας Α | μοι 2°] + θήραν E | εισελθειν] ἐλθεῖν DE | ευλογησα D sil 34 ἥνικα] ὡς DE | om Ισαακ E | ἀνεβόησεν] pr κα Ε | om Hσαυ 2° D sil E | φωνὴ μεγάλη καὶ πίκρα Ε Ι σφοδρὰν D | καὶ εἶπεν] + τὼ πατρὶ αὐτοῦ D | ψερ] ε sup ras A1 36 ἐπτέρνισεν D επτερνησεν Ε | με γὰρ E | πρωτοτόκια D sil E | υπελειπω Α υπελιπω D υπολειπω E 37 ἐποίησα 2°] πεποίηκα E | αὐτοῦ 2°] οὐ sup ras Α a)

    49
    ποιήσω, τέκνον;

    εἶπεν δὲ Ἠσαὺ πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ [*](A) Μὴ εὐλογία μία σοί ἐστιν, πάτερ; εὐλάγησον δὴ κἀμέ, πάτερ.

    ἀποκριθεὶς δὲ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ εἶπεν αὐτῷ

  • ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ὦσται ἡ κατοίκησίς σου,
  • καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν·
  • καὶ ἐπὶ τῇ μαχαίρῃ σου ζήσῃ,
  • καὶ τῷ ἀδελφῷ σου δουλεύσεις.
  • ἱστᾶι δὲ ἡνίκα ἐὰν καθέλῃς
  • καὶ ἐκλύσειςτὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου.
  • Καὶ ἐνεκότει Ἠσαὺ τῷ Ἰακὼβ περὶ τῆς εὐλογίας ἧς εὐλάγησεν ὁ πατὴρ αὐτοῦ· εἶπεν δὲ Ἠσαὺ ἐν τῇ διανοίᾳ αὐτοῦ Ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἅδω φόν μου.

    ἀπηγγέλη δὲ Ῥεβέκκᾳ τὰ ῥήματα Ἠσαὺ τοῦ τοῦ πρεσβυτέρου· καὶ πέμψασα ἐκάλεσεν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον καὶ εἶπεν αὐτῷ ἰδοὺ Ἠσαὺ ὁ ἀδελφός σου ἀπειλεῖ σοι τοῦ ἀποκτεῖναί σε.

    νῦν οὖν, τέκνον, ἄκουσόν μου τῆς φωνῆς, καὶ ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν πρὸς Λαβὰν τὸν ἀδελφόν μου εἰς Χαρράν·

    καὶ οἴκησον μετ’ αὐτοῦ ἡμέρας τινάς,

    ἕως τοῦ ἀποστρέψαι τὸν θυμὸν καὶ τὴν ὀργὴν τοῦ ἀδελφοῦ σου ἀπὸ σοῦ, καὶ ἃ πεποίηκας αὐτῷ· καὶ ἀποστείλασα μεταπέμψομαί σε ἐκεῖθεν, μή ποτε ἀτεκνωθῶ ἀπὸ τῶν δύο ὑμῶν ἐν ἡμέρᾳ μιᾷ.

    Εἶπεν δὲ Ῥεβέκκα πρὸς Ἰσαάκ Προσώχθικα τῆ ζωῇ τὰς θυγατέρας τῶν υἱῶν Χέτ· εἰ λήμψεται Ἰακὼβ γυναῖκα ἀπὸ τῶν XXVIII