Genesis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
ἤγγισεν δὲ Ιακὼβ πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ· καὶ ἐψηλάφησεν αὐτὸν καὶ εἶπεν Ἡ φωνὴ φωνὴ Ἰακώβ, αἱ δὲ χεῖρες χεῖρες ’Hσαύ.
καὶ οὐκ ἐπέγνω αὐτόν· ἦσαν γὰρ αἱ χεῖρες αὐτοῦ ὡς αἱ χεῖρες ’Hσαὺ τοῦ ἀδελφοῦ αὐτοῦ δασεῖαι· καὶ ηὐλόγησεν αὐτόν.
καὶ εἶπεν Σὺ εἶ ὁ υἱός μου Ἠσαύ; ὁ δὲ εἶπεν Ἐγώ.
καὶ εἶπεν προσάγαγέ μοι καὶ φάγομαι ἀπὸ τῆς θήρας σου, τέκνον, ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου. καὶ προσήνεγκεν αὐτό, καὶ ἔφαγεν· § καὶ εἰσήνεγκεν αὐτῷ οἶνον, καὶ ἔπιεν.
καὶ εἶπεν αὐτῷ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ ἔγγισόν μοι καὶ φίλησόν με, τέκνον.
καὶ ἐγγίσας ἐφίλησεν αὐτόν· καὶ ὠσφράνθη τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ, καὶ ηὐλόγησεν αὐτὸν καὶ εἶπεν [*](10 ευλογησει E 11 ἀνὴρ 1°] αωݲοݲςݲ E 12 ἐπ’ ἐμαυτὸν] ἐπ’ αὐτὸν E DE 13 ἐπάκουσον E | ἔνεγκαι AE 15 καὶ ενεδ.] om καὶ E 17 ακωβ (Ρεβεκκας Α) του ὕου ἀύτης] αὐτοῦ E 18 om μου E | τις et] pr ο ’δε εἶπεν Α 19 om ο ὑίος αὐτοῦ E | πεποίηκα E | μου] μ sup ras A1 20 του υἱοῦ E | ὅτι ταχὺ Ε | ο δε] καὶ E | ο θεὸς] + σου E | μου] ἐμοῦ E 22 ἐψηλάφησεν] ηλ sup ras 4 litt Aa | η μὲν φωνὴ Ε 23 Ησαυ] sup ras pi litt Aa . 25 ὅπως] ἴνα E 26 om ο πατ. αὐτοῦ E | τέκνον καὶ φ. με Ε)
- καὶ δῲη σοι ὁ θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν,
- καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς,
- καὶ πλῆθος σίτου καὶ οἴνου.
Καὶ ἐγένετο μετὰ τὸ παύσασθαι Ἰσαὰκ εὐλογοῦντα τὸν Ἰακὼβ τὸν υἱὸν αὐτοῦ, καὶ ἐγένετο ὡς ἐξῆλθεν Ἰακὼβ ἀπὸ προσώπου Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, καὶ Ἠσαὺ ὁ ἀδελφὸς αὐτοῦ ἦλθεν ἀπὸ τῆς θήρας αὐτοῦ.
καὶ ἐποίησεν καὶ αὐτὸς ἐδέσματα καὶ προσήνεγκεν τῷ πατρὶ αὐτοῦ· καὶ εἶπεν τῷ πατρὶ αὐτοῦ Ἀωαστήτω ὁ πατήρ μου καὶ φαγέτω τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ, ὅπως εὐλογήσει με ἡ ψυχή σου.
καὶ εἶπεν αὐτῷ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ τίς εἰ σύ; ὁ δὲ εἶπεν Ἐγώ εἰμι ὁ υἱός σου ὁ πρωτότοκος Ἠσαύ.
ἐξέστη δὲ Ἰσαὰκ ἔκστασιν μεγάλην σφόδρα καὶ εἶπεν τίς οὖν ὁ θηρεύσας μοι θήραν καὶ εἰσενέγκας μοι, καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ σε εἰσελθεῖν, καὶ ηὐλόγησα αὐτόν ; καὶ εὐλογημένος ἔστω.
ἐγένετο δὲ ἡνίκα ἤκουσεν Ἠσαὺ τὰ ῥήματα Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, ἀνεβόησεν Ἠσαὺ φωνὴν μεγάλην καὶ πικρὰν σφόδρα, καὶ εἶπεν Εὐλόγησον δὴ κἀμέ, πάτερ.
εἶπεν δὲ αὐτῷ Ἐλθὼν ὁ ἀδελφός σου μετὰ δόλου ἔλαβεν τὴν εὐλογίαν σου.