Genesis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
ὤφθη δὲ αὐτῷ κύριος καὶ εἶπεν Μὴ εἰς Αἴγυπτον· κατοίκησον δὲ ἐν τῇ γῇ ᾗ ἄν σοι εἴπω.
καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ κοὶ ἔσομαι μετὰ σοῦ καὶ εὐλογήσω σε· σοὶ γὰρ καὶ τῷ σπέρματί σου δώσω πᾶσαν τὴν γῆν ταύτην, καὶ στήσω τὸν ὅρκον μου ὃν ὤμοσα Ἀβραὰμ τῷ πατρί σου.
καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ· καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην· καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς·
ἀνθ᾿ ὦν ὑπήκουσεν Ἀβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς, καὶ ἐφύλαξεν τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου.
καὶ κατῴκησεν Ἰσαὰκ ἐν Γεραροῖς.
ἐπηρώ- τησαν δὲ οἱ ἄνδρες τοῦ τόπου περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, καὶ εἶπεν ὅτι Ἀδελφή μού ἐστιν· ἐφοβήθη γὰρ εἰπεῖν ὅτι Γυνή μού ἐστιν, μή ποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τοῦτόπου περὶ Ῥεβέκκας, ὅτι ὡραία τῇ ὄψει ἦν.
ἐγένετο δὲ πολυχρόνιος ἐκεῖ· παρακύψας δὲ Ἀβιμέλεχ ὁ βασιλεὺς Γεραρῶν διὰ τῆς θυρίδος ἴδεν τὸν Ἰσαὰκ παίζοντα μετὰ ς γυναικὸς αὐτοῦ.
έκάλεσεν δὲ Ἀβιμέλεχ τὸν Ἰσοὰκ καὶ αὐτῷ Ἄρα γε γυνή σού ἐστιν· τί ὅτι εἶπας Ἀδελφή μού ἐστιν ; εἶπεν δὲ αὐτῷ Ἰσαάκ Εἶπα γάρ Μή ποτε ἀποθάνω δι’ αὐτήν.
εἶπεν δὲ αὐτῷ Ἀβιμέλεχ Τί τοῦτο ἐποίησας ἡμῖν ; μικροῦ ἐκοιμήθη τις τοῦ γένους μου μετὰ τῆς γυναικός σου, καὶ ἐπήγαγες ἐφ’ ἐφ᾿ ἄγνοιαν.
συνέταξεν δὲ Ἀριμέλεχ παντὶ τῷ λαῷ αὐτοῦ λέγων Πᾶς ὁ ἀπτόμενος τοῦ ἀνθρώπου τούτου ἢ τῆς γυναικὸς αὐτοῦ θανάτου ἔνοχος ἔσται. [*](DE 31 πρωτοτόκια AD sil E | om ἐμοὶ D(D vid) 32 εἶπεν ’δε AD] καὶ εἶπεν E | om ἴδου Ε | τελευτήσαι D Ι πρωτοτόκια DE 33 πρωτοτόκια DE | τὼ Ιακωβ] om τὼ Ε 34 πρωτοτοκια DE (πρωτοκια) XXVI 1 προτέρου DE | εγενηθη] εγεβετι Ε | τὼ Αβραμ DE 2 Κυριος] + ο θݲςݲ E | γῆ] Ε* (ras Ε 1? a?) | η] ην Ε 3 om καὶ παρ’. ἐν τῆ γῆ τ. D | πάσαν γῆν sup ras A 1 | om πάσαν Ε 4 εθνη] πέρατα E 6 καὶ κατωκη] κα[τωκησεν δ]ε D παρῴκησεν ’δε Ε 7 om ὅτι 1° Ε: 2° D vid | ἢν τῆ ι E 8 om ’δε 2° Ε | ο βασιλεὺς] om ο Α* (hab Α 1) 9 ειπας] + ὅτι Ε | om ποτε D | αποθανη Α 10 om ἀυτῶ Ε | om του γ. μου E | επη- sil 11 θανάτου ἔνοχος ενοχος sup ras 37 litt Α)
ἔσπειρεν δὲ Ἰσαὰκ ἐν τῇ γῇ ἐκείνῃ, καὶ εὗρεν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ Α ἑκατοστεύουσαν κριθήν· εὐλόγησεν δὲ αὐτὸν κύριος.
καὶ ὑψώθη ὁ ἄνθρωπος, καὶ προβαίνων μείζων ἐγίνετο ἕως οὗ μέγας ἐγίνετο σφόδρα·
ἐγένετο δὲ αὐτῷ κτήνη προβάτων καὶ κτήνη βοῶν καὶ γεώργια πολλά. ἐζήλωσαν δὲ αὐτὸν οἱ Φυλιστιείμ·
καὶ πάντα τὰ φρέατα ἃ ὤρυξαν οἱ παῖδες τοῦ πατρὸς αὐτοῦ ἐν τῷ χρόνῳ τοῦ πατρὸς αὐτοῦ, ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιεὶμ καὶ ἔπλησαν αὐτὰ γῆς.
εἶπεν δ πρὸς Ἰσαάκ Ἄπελθε ἀφ’ ἡμῶν, ὅτι δυνατώτερος ἡμῶν ἐγένου
καὶ ἀπῆλθεν ἐκεῖθεν Ἰσαὰκ καὶ κατέλυσεν ἐν τῇ φάραγγι καὶ κατῴκησεν ἐκεῖ.
καὶ πάλιν Ἰσαὰκ ὤρυξεν τὰ φρέατα τοῦ ὕδατος ἃ ὤρυξαν οἱ παῖδες Ἀβραὰμ τοῦ πατρὸς αὐτοῦ καὶ ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιεὶμ μετὰ τὸ ἀποθανεῖν Ἀβραὰμ τὸν πατέρα αὐτοῦ· καὶ ἐπω- νόμασεν αὐτοῖς ὀνόματα κατὰ τὰ ὀνόματα ἃ ὠνόμασεν Ἀβραὰμ ὁ πατὴρ αὐτοῦ.
ὤρυξαν δὲ οἱ παῖδες Ἰσαὰκ ἐν τῇ φάραγγι Γεραρῶν, καὶ εὗρον ἐκεῖ φρέαρ ὕδατος ζῶντός.
καὶ ἐμαχέσαντο Γεραρῶν μετὰ τῶν ποιμένων Ἰσαάκ, φάσκοντες αὐτῶν εἶναι τὸ καὶ ἐκάλεσεν τό ὄνομα τοῦ φρέατος ἐκείνου Ἀδικία· ἠδίκησαν γὰρ αὐτόν.
ἀπάρας δὲ Ἰσαὰκ ἐκεῖθεν ὤρυξεν φρέαρ ἕτερον· ἐκρίνοντο δὲ καὶ περὶ ἐκείνου, καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Ἐχθρία.