Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἐξῆλθεν δὲ ὁ υἱὸς ὁ πρωτότοκος πυρράκης, ὅ ὡσεὶ δορὰ δασύς· ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ Ἡσαύ.

καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης ’Hσαύ· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰακώβ. Ἰσαὰκ δὲ ἦν ἐτῶν ἑξήκοντα ὅτε ἐγέννησεν αὐτοὺς Ῥεβέκκα.

ηὐξήθησαν δὲ οἱ νεανίσκοι. καὶ ἦν ’Hσαὺ ἄνθρωπος εἰδὼς κυνηγεῖν, ἄγροικος· Ἰακὼβ δὲ ἦν ἄνθρωπος ἄπλαστος, οἰκῶν οἰκίαν.

ἠγάπησεν δὲ Ἰσαὰκ τὸν Ἠσαύ, ὅτι ἡ θήρα αὐτοῦ βρῶσις αὐτῷ· Ῥεβέκκα δὲ ἠγάπα τὸν Ἰακώβ.

Ἥχηαεν δὲ Ἰακὼβ ἕψεμα· ἦλθεν δὲ ’Hσαὺ ἐκ τοῦ πεδίου ἐκλείπων.

καὶ εἶπεν Ἠσαὺ τῷ Ἰακώβ Γεῦσόν με ἀπὸ τοῦ ἑψέματος τοῦ πυρροῦ τούτου, ὅτι ἐκλείπω ἐγώ· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἐδώμ.

εἶπεν δὲ Ἰακὼβτῷ ’Hσαύ Ἀπόδου μοι σήμερον τὰ [*](16 ἔθνος] ἔθνη E 17 ἔτη 1°] ἔθνη D | τῆς ζωης] om τῆς D ἡμέρων ζ. E | DE τὸ γένος] τοὺς πݲρݲαݲςݲ Ε 18 κατῴκησεν ’δε] καὶ κατῴκησεν E | Ευιλατ E | Σουηλ] Σουρ Dsil E | Ἀσσυρίους] pr τοὺς E 19 κα ἀυτᾶι] ἀυτᾶι ’δε DE 20 τεσσεπακ. ἐτῶν D | του Σύρου ἐκ τῆς Μασο sup ras Α 1 | om ἐκ τῆς Μεσοποταμιας ... εαυτω Ε | γυναῖκα] pr εἰς E 21 ὅτι ἢν στείρα E | αὐτοῦ 2°] ἀυτῶ E 22 γενέσθαι E 24 γάστρι] κοιλία D sil E 25 ο ὑίος] + ἀύτης E 26 μέτα ταύτα D | ἐγέννησεν] ἔτεκεν D sil (D vid) E 27 om ἢν 2° E 30 om eya; )E | δία τοῦτο DE] δία τὸ Α 31 ἀποδοὺς E)

44
[*](A) πρωτοτοκεῖά σου ἐμοί.

εἶπεν δὲ Ἠσαύ Ἰδοὺ ἐγὼ πορεύομαι τελευτᾷν, καἰ ἵνα τί μοι ταῦτα τὰ πρωτοτοκεῖα ;

καὶ εἶπεν αὐτῷ Ἰακώβ μοι σήμερον. καὶ ὤμοσεν αὐτῷ· ἀπέδοτο δὲ Ἠσαὺ τὰ πρωτοτῷ Ἰακώβ.

Ἰακὼβ δὲ ἔδωκεν τῷ Ἠσαὺ ἄρτον καὶ ἕψεμα φακοῦ· καὶ ἔφαγεν καὶ ἔπειεν, καὶ ἀναστὰς ᾤχετο· καὶ ἐφαύλισεν Ηεσὺ τὰ π ρωτοτοκεῖα.

Ἐγένετο δὲ λιμὸς ἐπὶ τῆς γῆς, χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον ὃς ἐν τῷ χρόνῳ τοῦ Ἀβραάμ· ἐπορεύθη δὲ Ἰσαὰκ πρὸς ’ α Φυλιστιεὶμ εἰς Γέραρα.

ὤφθη δὲ αὐτῷ κύριος καὶ εἶπεν Μὴ εἰς Αἴγυπτον· κατοίκησον δὲ ἐν τῇ γῇ ᾗ ἄν σοι εἴπω.

καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ κοὶ ἔσομαι μετὰ σοῦ καὶ εὐλογήσω σε· σοὶ γὰρ καὶ τῷ σπέρματί σου δώσω πᾶσαν τὴν γῆν ταύτην, καὶ στήσω τὸν ὅρκον μου ὃν ὤμοσα Ἀβραὰμ τῷ πατρί σου.

καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ· καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην· καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς·

ἀνθ᾿ ὦν ὑπήκουσεν Ἀβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς, καὶ ἐφύλαξεν τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου.

καὶ κατῴκησεν Ἰσαὰκ ἐν Γεραροῖς.

ἐπηρώ- τησαν δὲ οἱ ἄνδρες τοῦ τόπου περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, καὶ εἶπεν ὅτι Ἀδελφή μού ἐστιν· ἐφοβήθη γὰρ εἰπεῖν ὅτι Γυνή μού ἐστιν, μή ποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τοῦτόπου περὶ Ῥεβέκκας, ὅτι ὡραία τῇ ὄψει ἦν.

ἐγένετο δὲ πολυχρόνιος ἐκεῖ· παρακύψας δὲ Ἀβιμέλεχ ὁ βασιλεὺς Γεραρῶν διὰ τῆς θυρίδος ἴδεν τὸν Ἰσαὰκ παίζοντα μετὰ ς γυναικὸς αὐτοῦ.

έκάλεσεν δὲ Ἀβιμέλεχ τὸν Ἰσοὰκ καὶ αὐτῷ Ἄρα γε γυνή σού ἐστιν· τί ὅτι εἶπας Ἀδελφή μού ἐστιν ; εἶπεν δὲ αὐτῷ Ἰσαάκ Εἶπα γάρ Μή ποτε ἀποθάνω δι’ αὐτήν.

εἶπεν δὲ αὐτῷ Ἀβιμέλεχ Τί τοῦτο ἐποίησας ἡμῖν ; μικροῦ ἐκοιμήθη τις τοῦ γένους μου μετὰ τῆς γυναικός σου, καὶ ἐπήγαγες ἐφ’ ἐφ᾿ ἄγνοιαν.