Genesis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ ἐκυρώθη § ὁ ἀγρὸς καὶ τὸ σπήλαιον ὃ ἦν αὐτῷ τῷ Ἀβραὰμ εἰς κτῆσιν τάφου πα ἁ τῶν υἱῶν Χέτ.
Καὶ Ἀβραὰμ ἦν πρεσβύτερος προβεβηκὼς ἡμερῶν, καὶ κύριος εὐλόγησεν τὸν Ἀβραὰμ κατὰ πάντα.
καὶ εἶπεν Ἀβραὰμ τῷ παιδὶ αὐτοῦ, τῷ πρεσβυτέρῳ τῆς οἰκίας αὐτοῦ, τῷ ἄρχοντι πάντων τῶν αὐτοῦ Θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου,
καὶ ἐξορκίσω σε κύριον τὸν θεὸν τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, μεθ’ ὦν ἐγὼ οἰκῶ μετ’ αὐτῶν·
ἀλλὰ εἰς τὴν γῆν μου οὗ ἐγενόμην πορεύσῃ ¶ καὶ εἰς τὴν φυλήν μου, καὶ λήμψῃ γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἐκεῖθεν.
εἶπεν δὲ πρὸς αὐτὸν ὁ παῖς Μή ποτε οὐ βούλεται ἡ γυνὴ πορευθῆναι μετ’ ἐμοῦ ὀπίσω εἰς ἐκεῖθεν;
εἶπεν δὲ πρὸς αὐτὸν Ἀβραὰμ Πρόσεχε σεαυτῷ μὴ ἀποστρέψῃς τὸν υἱόν μου ἐκεῖ·
Κύριος ὁ θεὸς τοῦ οὐρανοῦ καὶ ὁ θεὸς τῆς γῆς, ὃς ἔλαβέν με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐκ τῆς γῆς ἧς ν, ὃς ἐλάλησέν μοι καὶ ὤμοσέν· μοι λέγων Σοὶ δώσω τὴν γῆν ¶ D καὶ τῷ σπέρματί σου· αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ σου, καὶ λήμψῃ γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἐκεῖθεν.
ἐὰν μὴ θέλῃ ἡ γυνὴ πορευθῆναι μετὰ σοῦ εἰς τὴν γῆν ταύτην, καθαρὸς [*](15 οὔχι] ουδα D 1°] σου 1°] 1°] pr ανα[μεσον] D 16 τὼ Εφρων D 17 ὃς ἐστιν] ο ἐστιν D Ι ἀυτῶ] pr ἐν D | om κα πὰν D Ι τοῖς οριοις] pr πᾶσιν D σιν D) 18 καὶ παντ’ sup ras Α 1? α? 19 om τῆ D 20 ἀυτῶ] pr ἐν ℵ Dsil XXIV 2 post τῶν ras 2 litt Α 3 εξορ- Α*vid D] ἐξορκιῶ A 1? ℵ Ι τῆς 7175] pr ’τον ݲ ℵ D sil | μετ’ ἀυτῶν] om ℵ* ν αὐτοῖο 4 ἄλλα] ἀλλ’ η D vid Ι ἐγενόμην ℵ D | πόρε.. ℵ 5 πορευθηναι] ἐλθεῖν D ειν D) θην D sil | σοι] τὼ σπέρματι σου ℵ Ι om κα τὼ σπ. σου | om Ισαακ ℵ)
Καὶ ἔθηκεν ὁ πάις τὴν Χεῖρα αὐτοῦ ὑπὸ τὸν μηρὸν Ἀβραὰμ [*](§ ℵ) τοῦ κυρίου αὐτοῦ, καὶ ὤμοσεν αὐτῷ περὶ τοῦ § ῥήματος τούτου.
καὶ ἔλαβεν ὁ παῖς δέκα καμήλους ἀπὸ τῶν καμήλων τοῦ κυρίου αὐτοῦ καὶ ἀπὸ πάντων τῶν ἀγαθῶν τοῦ κυρίου αὐτοῦ μεθ’ ἑαυτοῦ, καὶ ἀναστὰς εἰς τὴν Μεσοποταμίαν εἰς τὴν πόλιν Ναχώρ.
καὶ ἐκοίτὰς καμήλους ἔξω τῆς πόλεως παρὰ τὸ φρέαρ τοῦ ὕδατος τὸ ψέ, ἡνίκα ἐκπορεύονται αἱ ὑδρευόμεναι.
καὶ εἶπεν κύριε ὁ θεὸς τοῦ κυρίου Ἀβραάμ, εὐόδωσον ἐναντίον ἐμοῦ σήμερον καὶ ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου Ἀβραάμ.
ἰδσὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, αἱ δὲ θυγατέρες τῶν οἰκούντων τὴν πόλιν ἐκπορεύονται ἀντλῆσαι ὕδωρ·
καὶ ἔσται ἡ παρθένος ἧ ἄν ἐγὼ εἴπω Ἐπίκλινον τὴν [*](¶ ℵ) ὑδρίαν σου ἵνα πίω, καὶ εἴπῃ μοι Πίε σύ, καὶ τὰς καμήουστ ¶ σου ποτιῶ ἕως ἄν παύσωνται πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου Ἰσαάκ· καὶ ἐν τούτῳ γνώσομαι ὅτι ἐποίησας ἔλεος τῷ κυρίῳ μου Ἀβραίμ. [*](§ D) §
καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι αὐτὸν λαλοῦντα ἐν τῇ διανοίᾳ, καὶ ἰδοὺ Ῥεβέκκα ἐξεπορεύετο, ἡ τεχθεῖσα Βαθουήλ, υἱῷ Μέλχας τῆς γυναικὸς Ναχώρ, ἀδελφοῦ δὲ Ἀβγραάμ, ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων αὐτῆς.
ἠ δὲ παρθένος ἦν καλὴ τῇ ὄψει σφόδρα. παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. καταβᾶσα δὲ ἐπὶ τὴν πηγὴν ἔπλησεν τὴν ὑδρίαν αὐτῆς, καὶ ἀνέβη.
ἐπέδραμεν δὲ ὁ παῖς εἰς συνάντησιν αὐτῆς [*](§ℵ) §καὶ εἶπεν Πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου.
ἡ δὲ εἶπεν Πίε, κύριε· καὶ ἔσπευσεν καὶ καθεῖλεν τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς καὶ ἐπότισεν αὐτὸν ἕως ἐπαύσατο πίνων.
καὶ εἶπεν καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι ἕως ἄν ¶ πᾶσαι πίωσιν.