Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν Ἀβραὰμ ὅτι τὰς ἑπτὰ ἀμνάδας ταύτας λήμψῃ παρ’ ἐμοῦ, ἵνα ὦσιν εἰς μαρτύριον ὅτι ἐγὼ ὤρυξα τὸ φρέαρ τοῦτο.

διὰ τοῦτο ἐπωνόμασεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Φρέαρ ὁρκισμοῦ, ὅτι ἐκεῖ ὤμοσαν ἀμφότεροι.

καὶ διέθεντο διαθήκην ἐν τῷ φρέατι τοῦ ὅρκου. ἀνέστη δὲ Ἀβιμέλεχ καὶ Ὀχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φικὸλ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ, καὶ ἐπέστρεψαν εἰς τὴν γῆν τῶν Φυλιστιιείμ.

καὶ ἐφύτευσεν ἀβραὰρ ἄρουραν ἐπὶ τῷ φρέατι τοῦ ὄρκου, καὶ ἐπεκαλέσατο ἐκεῖ τὸ ὄυομα κυρίου, Θεὸς αἰώνιος.

παρῴκησεν δὲ Ἀβραὰμ ἐν τῇ γῇ τῶν Φυλιστιεὶμ ἡμέρας πολλάς.

Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα ὁ θεὸς ἐπείραζεν τὸν Ἀβραάμ· καὶ εἶπεν πρὸς αὐτόν Ἀβραὰμ Ἀβραάμ. ὁ δὲ εἶπεν ποὺ ἐγώ.

καὶ εἶπεν Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν ὅν ἠγάπησας, τὸν Ἰσαάκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλήν , καὶ ἀνένεγκον αὐτὸν ἐκεὶ εἰς ὁλοκάρπωσιν ἐφ’ ἕλ’ τῶν ὀρέων ὦν ἄν σοι εἴπω.

ἀναστὰς δὲ Ἀβραὰμ τὸ πρωὶ ἐπέσαξεν τὴν ὄνον αὐτοῦ· παρέλαβεν δὲ μεθ’ ἑαυτοῦ δύο παῖδας καὶ Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ, καὶ σχίσας ξύλα εἰς ἀναστὰς ἐπορεύθη. καὶ ἦλθεν ἐπὶ τὸν τόπον ὅν εἶπεν αὐτῶ ὁ θεὸς τῇ ἡμέρᾳ τῇ τρίτῃ.

καὶ ἀναβλέψας Ἀβραὰμ τοῖς ὀφθαλμοῖς ἷεν τὸν τόπον μακρόθεν·

καὶ εἶπεν Ἀβραὰμ τοῖς παισὶν αὐτοῦ Καθίσατε [*](D 22 om ’δε D | Φικολ AD 25 ηλλεξεν Α ε 1° sup ras A1) 26 D | ἀλλ’ η 29 om τούτων D (Dvid) 30 ωσιν] + μοι D sil 32 ὅρκου AD vid | Φιχολ D 33 ἔπι] ἐν D | ὅρκου] ὁρκισμοῦ D XXII 2 ανενεγκαι D | om ἔκει D Ι ολοκαρπωσσ] ὁλοκαύτωσιν D Ι ἐφ’ ἐν] ἔπι ἐν D Ι ὢν ἔαν D 3 om Αβρααμ D | παρέλαβεν δε]· καὶ παρελ. D Ι οὐ εἶπεν D)

35
αὐτοῦ μετὰ τῆς ὄνου, ἐγὼ δὲ καὶ τὸ παιδίον διελευσόμεθα ἕως ὧδε· [*](Α) καὶ προσκυνήσαντες ἀναστρέψωμεν πρὸς ὑμᾶς.

ἔλαβεν δὲ Ἀβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως καὶ ἐπέθηκεν Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ· ἔλαβεν δὲ κοὶ τὸ πῦρ μετὰ καὶ καὶ τὴν μάχαιραν, καὶ ἐπορεύθησαν οἱ δύο ἅμα.

καὶ εἶπεν Ἰσαὰκ πρὸς Ἀβραὰμ τὸν πατέρα αὐτοῦ εἴπας Πάτερ· ὁ δὲ εἶπεν Τί ἐστιν, τέκνον ; λέγων ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα· ποῦ ἔστιν τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν ;

εἶπεν δὲ Ἀβραάμ ’O θεὸς ὄψεται ἅμα ἦλθον ἐπὶ τὸν τόπον ὃν εἶπεν αὐτῷ ὁ θεός.

καὶ ᾠκοδόμησεν ἐκεῖ Ἀβραὰμ θυσιαστήριον καὶ ἐπέθηκεν τὰ ξύλα· καὶ συμποδίσας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ θυσιαστήριον ἐπάνω τῶν ξύλων.

καὶ ἐξέτεινεν Ἀβραὰμ τὴν χεῖρα αὐτοῦ λαβεῖν τὴν μάχαιραν, σφάξαι τὸν υἱὸν αὐτοῦ.

καὶ ἐκάλεσεν αὐτὸν ἄγγελος κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν αὐτῷ Ἀβραὰμ Ἀβραάμ. ὁ δὲ εἶπεν ἰδοὺ ἐγώ.

καὶ εἶπεν Μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον, μηδὲ ποιήσης αὐτῷ μηδέν· νῦν γὰρ ἔγνων ὅτι φοβῇ τὸν θεὸν σύ, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι’ ἐμέ.

καὶ ἀναβλέψας Ἀβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ ἴδεν, καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος ἐν φυτῷ σαβὲκ τῶν κεράτων . καὶ ἐπορεύθη Ἀβραὰμ καὶ ἔλαβεν τὸν κριόν, καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ.

καὶ ἐκάλεσεν Ἀβραὰμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου κύριος ἴδεν· ἵνα εἴπωσιν σήμερον Ἐν τῷ ὄρει κύριος ὤφθη.

καὶ ἐκάλεσεν ἄγγελος κυρίου τὸν Ἀβραὰμ τερον ἐκ τοῦ οὐρανοῦ λέγων