Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

τῇ δὲ Σάρρᾳ εἶπεν Ἴδου δέδωκα χίλια δίδραχμα τῷ ἀδελφῷ σου· ταῦτα ἔσται σοι εἰς τιμὴν τοῦ προσώπου σου καὶ πάσαις ταῖς μετὰ σοῦ· καὶ πάντα ἀλήθευσον.

προσηύξατο δὲ Ἀβραάμ πρὸς τὸν θεόν, καὶ ἰάσατο ὁ θεὸς τὸν Ἀβιμέλεχ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰς παιδίσκας αὐτοῦ, καὶ ἔτεκον·

ὅτι συνέκλεισεν κύριος ἔξωθεν πᾶσαν μήτραν ἐν τῷ οἴκῳ τοῦ Ἀβιμέλεχ ἕνεκεν Σάρρας τῆς γυναικὸς Ἀβραάμ.

καὶ κύριος ἐπεσκέψατο τὴν Σάρραν, καθὰ εἶπεν· καὶ ἐποίησεν κύριος τῇ Σάρρᾳ καθὰ ἐλάλησεν.

καὶ συλλαβοῦσα ἔτεκεν Σάρρα τῷ Ἀβραὰμ υἱὸν εἰς τὸ γῆρας, εἰς τὸν καιρὸν καθὰ ἐλάλησεν αὐτῷ Κύριος.

καὶ ἐκάλεσεν Ἀβραὰμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου αὐτῷ, § D ὃν ἔτεκεν αὐτῷ Σάρρα, Ἰσαάκ· §

περιέτεμεν δὲ Ἀβραὰμ τὸν Ἰσαὰκ τῆ ὀγδόῃ ἡμέρᾳ, καθὰ ἐνετείλατο αὐτῷ ὁ θεός.

Ἀβραὰμ δὲ ἦν ἑκατὸν [*](DE 6 ἐν καρδία καθαρὰ κα|ρα Ε*) E | ἐποίησα Α* ἐποίησας Α 1) 7 ζήσει Ε 11 τε] ’δε E 13 om ’δε E | ποιήσεις E 14 Αβρααμ E XXI 4 ’τον Ισαακ] + υἱὸν αὐτόσ’ D | τῆ ημε]ρα τῆ ο]γδ. D 5 om ’δε D | η ἐτῶν εκ[ατον] D)

33
ἐτῶν, ἡνίκα ἐγένετο αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ.

εἶπεν δὲ Σάρρα Γέλωτά Α μοι ἐποίησεν κύριος· ὃς γὰρ ἐὰν ἀκούσῃ συγχαρεῖταί μοι.

καὶ εἶπεν τίς ἀναγγελεῖ τῷ Ἀβραὰμ ὅτι θηλάζει παιδίον Σάρρα; ὅτι ἔτεκον υἱὸν ἐν τῷ γήρει μου.

Καὶ ηὐξήθη τὸ παιδίον καὶ ἀρεγαλακτίσθη καὶ ἐποίησεν Ἀβραὰμ δοχὴν μεγάλην ᾗ ἡμέρᾳ ἀπεγαλακτίσθη Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ.

ἰδοῦσα δὲ Σάρρα τὸν υἱὸν Ἀγὰρ τῆς Αἰγυπτίας, ὃς ἐγένετο τῷ Ἀβραάμ, παίζοντα μετὰ Ἰσαὰκ τοῦ υἱοῦ ἑαυτῆς,

καὶ εἶπεν τῷ Ἀβραάμ Ἔκβαλε τὴν παιδίσκην ταύτην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ.

σκληρὸν δὲ ἐφάνη τὸ ῥῆμα σφόδρα ἐναντίον Ἀβραάμ περὶ τοῦ υἱοῦ αὐτοῦ Ἰσμαήλ.

εἶπεν δὲ ὁ θεὸς τῷ Ἀβραάμ Μὴ σκληρὸν ἴστω τὸ ῥῆμα ἐναντίον σου περὶ τοῦ παιδίου καὶ περὶ τῆς παιδίσκης· πάντα ὅσα ἐἀν εἴπῃ σοι Σάρρα, ἄκουε τῆς φωνῆς αὐτῆς· ὅτι ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.

καὶ τὸν υἱὸν δὲ τῆς παιδίσκης ταύτης, εἰς ἔθνος μέγα ποιήσω αὐτόν, ὅτι σπέρμα σόν ἐστιν.

ἀνέστη δὲ Ἀβραὰμ τὸ πρωί, καὶ ἔλαβεν ἄρτους καὶ ἀσκὸν ὕδατος καὶ ἔδωκεν Ἁγάρ· καὶ ἐπέθηκεν ἐπὶ τὸν καὶ καὶ τὸ παιδίον, καὶ ἀπέστειλεν αὐτήν. ἀπελθοῦσα δὲ ἐπλανᾶτο τὴν ἔρημον, κατὰ τὸ φρέαρ τοῦ ὅρκου.

ἐξέλειιπεν δὲ τὸ ὕδωρ ἐκ τοῦ ἀσκοῦ, καὶ ἔρριψεν τὸ παιδίον ὑποκάτω μιᾶς ἐλάτης·

ἀπελθοῦσα δὲ ἐκάθητο ἀπέναντι αὐτοῦ μακρότερον, ὡσεὶ τόξου βολήν· εἶπεν γάρ Οὐ μὴ ἴδω τὸν θάνατον τοῦ παιδίου μου. καὶ ἐκάθητο ἀπέναντι αὐτοῦ μακρόθεν· ἀναβοῆσαν δὲ τὸ παιδίον ἔκλανσεν.

εἰσήκουσεν δὲ ὁ θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου οὗ ἢν, καὶ ἐκάλεσεν ἄγγελος θεοῦ τὴν Ἁγὰρ ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν αὐτῇ Τί ἐστιν, Ἁγάρ; μὴ φοβοῦ· ἐπακήκοεν γὰρ ὁ θεὸς τῆς φωνῆς τοῦ παιδίου σου ἐκ τοῦ τόπου οὑ ἐστίν.