Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ προσέθηκεν ἔτι λαλῆσαι πρὸς αὐτὸν καὶ Ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τεσσεράκοντα; καὶ εἶπεν Οὐ μὴ ἀπολέσω τῶν τεσσεράκοντα.

καὶ εἶπεν Μή τι, κύριε, ἐὰν λαλήσω· ἐὰν δὲ εὑρεθῶσιν ἔκει τριάκοντα; καὶ εἶπεν Οὐ μὴ ἀπολέσω ἐὰν εὑρεθῶσιν ἐκεῖ τριάκοντα.

καὶ εἶπεν Ἐπειδὴ ἰχῶ λαλῆσαι πρὸς τὸν κύριον, ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ εἴκοσι; καὶ εἶπεν Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν εἴκοσι.

καἰ εἶπεν Μή τι, κύριε, ἐὰν λαλήσω ἔτι ἄπαξ· ἐὰν δὲ εὑΟεθῶσιν ἐκεῖ δέκα; καὶ εἶπεν Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα.

ἀπῆλθεν δὲ κύριος ὡς ἐπαύσατο λαλῶν τῷ Ἀβραάμ, καὶ Ἀβραάμ ἀπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.

Ἤλθον δὲ οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας· Λὼτ δὲ ἐκάθητο παρὰ τὴν πύλην Σοδόμων. ἰδὼν δὲ Λὼτ ἀνέστη εἰς συνάντησιν αὐτοῖς, καὶ προσεκύνησεν τῷ προσώπῳ ἐπὶ τὴν γῆν·

καὶ εἶπεν ἰδού, κύριοι, ἐκκλίνατε πρὸς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν καὶ καταλύσατε, καὶ νίψατε τοὺς πόδας ὑμῶν, καὶ ὀρθρίσαντες ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν. εἶπαν δέ οὐχί, ἀλλ’ ἢ ἐν τῇ πλατείᾳ καταλύσοαεν.