Genesis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
ἠρνήσατο δὲ Σάρρα λέρυσα Οὐκ ἐγέλασα· ἐφοβήθη γἀρ. γάρ. καὶ εἶπεν Οὐχί, ἀλλὰ ἐγέλασας.
Ἐξαναστάντες δὲ ἐκεῖθεν οἱ ἄνδρες κατέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων μαὶ Γομόρρας· Ἀβραὰμ δὲ συνεπορεύετο μετ’ αὐτῶν συνπροπέμπων αὐτούς.
ὀ δὲ κύριος εἶπεν Μἠ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου αἰ ἐγὼ ποιῶ ;
Ἁβραάμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.
ᾔδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μεθ’ ἑαυτόν, καὶ φυλάξουσιν τὰς ὁδοὺς Κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἄν ἐπαγάγῃ Κύριος ἐπὶ Ἀβραὰμ πάντα ὅσα ἐλάλησεν ἐπ’ αὐτόν.
εἶπεν δὲ Κύριος Κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα.
καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρὸς μὲ συντελοῦνταί· εἰ δὲ μή, ἵνα γνῶ.