Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀπερίτμητος, ἄρσην, ὃς οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ τῇ [*](13 om Αγαρ D | συ] + εἰ D 16 Α. ’δε ἢν ἐτῶν... D XVII 5 D Αβρ. τὸ ὂν. σου] μα σου Αβρα.. D 6 σφόδρα σφοδρὰ. D 8—9 κεἰς ’ ....... θεὸς sup ras Α 1 | ς πάσαν· τὴν γῆν D)

26
[*](Α) ἡμέρα τῇ ὀγδόῃ, ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ γένους ὅτι τὴν διαθήκην μου διεσκέδασεν.

Εἶρεν δὲ ὁ θεὸς τῷ Ἀβραάμ Σάρα ἡ γυνή σου, οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάρρα ἔσται τὸ ὄνομα αm̓ῆς·

εὐλογήσω δὲ αὐτήν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον. καὶ εὐλογήσω αὐτόν, καὶ ἔσται εἰς ἔθνη, κοὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἔσονται.

καὶ ἔπεσεν Ἀβραὰμ ἐπὶ πρόσωπον κοὶ ἐγέλασεν καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ λέγων.Εἰ τῷ ἑκατονταετεῖ γενήσεται υἱός, καὶ εἰ Σάρρᾳ ἐνενήκοντα ἐτῶν γενήσεται ;

εἶπεν δὲ Ἁβραἀμ τὸν θεόν Ἱσμαὴλ οὗτος ζήτω ἐναντίον σου.

εἶρεν δὲ ὁ θεὸς Ἀβραάμ Ναί· ἰδοὺ Σάρρα ἡ γυνή σου τέξεταί σοι υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἱσαάκ· καὶ σ,ήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον, καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτόν.

πεπὶ δὲ ’lσμαὴλ ἰδοὺ ἐπήκουσά σου· καὶ εὐλόγησα αὐτόν, καὶ αὐξάνω αὐτὸν καὶ πληθυνῶ αὐτὸν σφόδρα· δώδεκα ἔθνη γεννήσει, καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα.