Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

εἶπεν δὲ αὐτῇ ὁ ἄγγελος κυρίου Ἀποστράφηθι πρὸς τὴν κυρίαν σου καὶ ταπεινώθητι ὑπὸ τὰς § Α χεῖρας αὐτῆς. §

καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου πληθύνων πληθυνῶ τὸ σπέρμα σου, καὶ οὐκ ἀριθμήσεται ἀπὸ τοῦ πλήθους.

καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις, καὶ τέξῃ υἱόν, καὶ κολέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαήλ, ὅτι ἐπήκουσεν κύριος τῆ ταπει- [*](D 15 μετ’ εἰρήνης τραφεὶς τραφεὶς ἐν εἰρήνη D 17 ἐγείνετο D 19 Κελ μῶν. (sic) D XVI 2 Αβραμ 1°] + ἐν γῆ Χανααν D ανααν D) | + δὴ D (δ...D) | ὅ πρὸς τ sup ras Ἅλ’ | τεκνοποιήσω D 3 om Σάρα D τὼ Αβραμ] Αβραμ τὼ D 6 εναντιον] ἐν ταῖς χερσὶ D sil φητι D 10 πλήθους] + σου A *vid (ras A 1? a?))

25
νώσει σου.

οὗτος ἔσται ἄγροικος ἄνθρωρος αἱ χεφες αὐτοῦ ἐπὶ Α πάντας καὶ αἱ χεῖπες πάντων ἐπ’ αὐτόν, καὶ κατὰ πρόσωπον πόντων τῶν ἀδελφῶν αὐτοῦ κατοικήσει.

καὶ ἐκάλεσεν Ἀγἀρ τὸ ὄνομα τοῦ τοῦ λαλοῦντος πρὸς αὐτήν Σὺ ὁ θεὸς ὁ ἐφιδών με· ὅτι εἶπεν καὶ γὰρ ἐνώπιον ἴδον ὀφθέντα μοι.

ἕνεκεν τούτου ἐκάλεσεν τὸ Φρέαρ οὗ ἐνώπιον ἴδον· ἰδοὺ ἀνὰ μέσον Καδἠς καὶ ἀνὰ μέσον Βάραδ.

καὶ ἔτεκεν Ἁγὰρ τῷ Ἀβρὰμ υἱόν, καὶ ἐκάλεσεν Ἀβρὰμ τὸ ὄνομα υἱοῦ αὐτοῦ, ὃν ἕνεκεν αὐτῷ Ἁγάρ, Ἰσμαήλ. Ἀβρὰμ δὲ ἦν ὀγδοήκοντα ἔξ ἐτῶν ἡνίκα ἔτεκεν Ἁγὰρ τὸν Ἰσμαὴλ τῷ Ἀβράμ.

Ἐγένετο δὲ Ἀβρὰμ ἐτῶν ἐνενήκοντα ἐννέα, καὶ ὤφθη Κύριος τῷ Ἀβρὰμ καὶ εἶπεν αὐτῷ Ἐγώ εἰμι ὁ θεός σου· εὐαρέστει ἐναντίον ἐμοῦ, καὶ γίνου ἄμεμπτος·

καὶ καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ, καὶ πληθυνῶ σε σφόδρα.

καὶ ἔπεσεν Ἀβρὰμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ ἐλάλησεν αὐτῷ ὁ θεὸς λέγων

Καὶ ἐγώ, ἡ διαθήκη μου μετὰ σοῦ· καὶ ἔσῃ πατὴρ πλήθους ἐθνῶν.

καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἁβράμ, ἀλλ’ ἔσται Ἀβραὰμ τὸ ὄνομα σου· ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε.

καὶ αὐξάνω σε σφόδρα καὶ θήσω σε εἰς ἔθνη, καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται.

καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ ἀνὰ τοῦ σπέρματός σου μετὰ σὲ εἰς γενεὰς αὐτῶν εἰς διαθήκην αἰώνιον, εἶναί σου θεὸς καὶ τοῦ σπέρματός σου μετὰ σέ.

καὶ δώσω σοι τῷ σπέρματί σου μετὰ σὲ τὴν γῆν ἢν παροικεῖς, πᾶσαν τὴν γῆν κατάσχεσιν εἰς κατάσχεσιν αἰώνιον· καὶ ἕσομαι αὐτοῖς θεός.

καὶ εἶπεν ὁ θεὸς πρὸς Ἀβραάμ Σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις, σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν.

καὶ αὕτη ἡ διαθήκη διατηρήσεις ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ ¶ εἰς τὰς γενεὰς αὐτῶν· περιτμηθήσεται ὑμῶν πᾶν ἀρσε- [*](¶ D) νικόν.

καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, καὶ ἔσται ἐν σημείῳ διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν.

καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὐμῖν πᾶν ἀρσενικὸν εἰς τὰς γενεὰς ὑμῶν· ὁ οἰκογενὴς τῆς οἰκίας σου καὶ ὁ ἀργυρώνητος ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου, ὄς οὐκ ἔστιν ἐκ τοῦ σπέρματός σου,

περιτομῇ περιτμηθήσεται, ὁ οἰκογενὴς τῆς οἰκίας σου καὶ ὁ ἀργυρώνητος. καὶ ἔσται ἡ διαθήκη μου ἐπὶ τῆς σαρκὸς ὑμῶν εἰς διαθήκην αἰώνιον.