Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Σάρα δὲ ἡ γυνὴ Ἀβρὰμ οὐκ ἔτικτεν αὐτῷ ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία ᾗ ὄνομα Ἁγάρ.

εἶπεν δὲ Σάρα πρὸς Ἀβράμ ἰδοὺ συνέκλεισέν με Κύριος τοῦ μὴ τίκτειν· εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου, ἴνα τεκνοποιήσεις ἐξ αὐτῆς. ὑπήκουσεν δὲ Ἀβρὰμ τῆς φωνῆς αὐτῆς.

καὶ λαβοῦσα Σάρα ἡ γυνὴ Ἀβρὰμ Ἁγὰρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην, μετὰ δέκα ἔτη τοῦ οἰκῆσαι Ἀβρὰμ ἐν γῇ Χανάαν, καὶ ἔδωκεν αὐτὴν τῷ Ἀβρὰμ ἀνδρὶ αὐτῆς αὐτῷ γυναῖκα.

καὶ εἰσῆλθεν πρὸς Ἁγάρ, καὶ συνέλαβεν· καὶ ἴδεν ὅτι ἐν γαστρὶ ὦι, καὶ ἡ κυρία ἐναντίον αὐτῆς.

εἶπεν δὲ Σάρα πρὸς Ἀβράμ Ἀδικοῦμαι ἐκ σοῦ· ἐγὼ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου· ἰδοῦσα δὲ ὄτι ἐν γαατρὶ ὦι, ἠτιμάσθην ἐναντίον αὐτῆς. κρίναι ὁ θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ.

εἶπεν δὲ Ἀβρὰμ πρὸς Σάραν Ἴδου ἡ παιδίσκη ¶ Α σου ἐναντίον ¶ σου· χρῶ αὐτῇ ὡς δ’ ἄν σοι ἀρεστὸν ᾖ. καὶ ἐκάκωσεν αὐτὴν Σάρα, καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς.

εὗρεν δὲ αὐτὴν ἄἡλος κυρίου τοῦ θεοῦ ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ, ἐπὶ τῆς πηγῆς ἐν τῇ ὁδῷ Σούρ.

καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου Ἅγαρ παιδίσκη Σάρας, πόθεν ἔρχῃ; καὶ ποῦ πορεύῃ; καὶ εἶπεν Ἀπὸ προσώπου Σάραςτῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω.

εἶπεν δὲ αὐτῇ ὁ ἄγγελος κυρίου Ἀποστράφηθι πρὸς τὴν κυρίαν σου καὶ ταπεινώθητι ὑπὸ τὰς § Α χεῖρας αὐτῆς. §

καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου πληθύνων πληθυνῶ τὸ σπέρμα σου, καὶ οὐκ ἀριθμήσεται ἀπὸ τοῦ πλήθους.

καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις, καὶ τέξῃ υἱόν, καὶ κολέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαήλ, ὅτι ἐπήκουσεν κύριος τῆ ταπει- [*](D 15 μετ’ εἰρήνης τραφεὶς τραφεὶς ἐν εἰρήνη D 17 ἐγείνετο D 19 Κελ μῶν. (sic) D XVI 2 Αβραμ 1°] + ἐν γῆ Χανααν D ανααν D) | + δὴ D (δ...D) | ὅ πρὸς τ sup ras Ἅλ’ | τεκνοποιήσω D 3 om Σάρα D τὼ Αβραμ] Αβραμ τὼ D 6 εναντιον] ἐν ταῖς χερσὶ D sil φητι D 10 πλήθους] + σου A *vid (ras A 1? a?))

25
νώσει σου.

οὗτος ἔσται ἄγροικος ἄνθρωρος αἱ χεφες αὐτοῦ ἐπὶ Α πάντας καὶ αἱ χεῖπες πάντων ἐπ’ αὐτόν, καὶ κατὰ πρόσωπον πόντων τῶν ἀδελφῶν αὐτοῦ κατοικήσει.

καὶ ἐκάλεσεν Ἀγἀρ τὸ ὄνομα τοῦ τοῦ λαλοῦντος πρὸς αὐτήν Σὺ ὁ θεὸς ὁ ἐφιδών με· ὅτι εἶπεν καὶ γὰρ ἐνώπιον ἴδον ὀφθέντα μοι.

ἕνεκεν τούτου ἐκάλεσεν τὸ Φρέαρ οὗ ἐνώπιον ἴδον· ἰδοὺ ἀνὰ μέσον Καδἠς καὶ ἀνὰ μέσον Βάραδ.

καὶ ἔτεκεν Ἁγὰρ τῷ Ἀβρὰμ υἱόν, καὶ ἐκάλεσεν Ἀβρὰμ τὸ ὄνομα υἱοῦ αὐτοῦ, ὃν ἕνεκεν αὐτῷ Ἁγάρ, Ἰσμαήλ. Ἀβρὰμ δὲ ἦν ὀγδοήκοντα ἔξ ἐτῶν ἡνίκα ἔτεκεν Ἁγὰρ τὸν Ἰσμαὴλ τῷ Ἀβράμ.

Ἐγένετο δὲ Ἀβρὰμ ἐτῶν ἐνενήκοντα ἐννέα, καὶ ὤφθη Κύριος τῷ Ἀβρὰμ καὶ εἶπεν αὐτῷ Ἐγώ εἰμι ὁ θεός σου· εὐαρέστει ἐναντίον ἐμοῦ, καὶ γίνου ἄμεμπτος·

καὶ καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ, καὶ πληθυνῶ σε σφόδρα.

καὶ ἔπεσεν Ἀβρὰμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ ἐλάλησεν αὐτῷ ὁ θεὸς λέγων

Καὶ ἐγώ, ἡ διαθήκη μου μετὰ σοῦ· καὶ ἔσῃ πατὴρ πλήθους ἐθνῶν.

καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἁβράμ, ἀλλ’ ἔσται Ἀβραὰμ τὸ ὄνομα σου· ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε.