Description of Greece
Pausanias
Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.
δοκεῖ δέ μοι τὰς Θήβας οἰκίσαι ὁ Κάσσανδρος κατὰ ἔχθος Ἀλεξάνδρου μάλιστα· ἐπεξῆλθε δὲ καὶ τὸν πάντα οἶκον Ἀλεξάνδρου φθείρων, ὃς Ὀλυμπιάδα γε παρέβαλε καταλεῦσαι τοῖς ἐπʼ αὐτὴν Μακεδόνων παρωξυσμένοις καὶ τοὺς παῖδας Ἀλεξάνδρου τόν τε ἐκ Βαρσίνης Ἡρακλέα καὶ Ἀλέξανδρον τὸν ἐκ Ῥωξάνης ἀπέκτεινεν ὑπὸ φαρμάκων. οὐ μὴν οὐδὲ αὐτὸς χαίρων τὸν βίον κατέστρεψεν· ἐπλήσθη γὰρ ὑδέρῳ, καὶ ἀπʼ αὐτοῦ ζῶντι ἐγένοντο εὐλαί.
τῶν δέ οἱ παίδων Φίλιππον μὲν τὸν πρεσβύτατον, ὡς μετʼ οὐ πολὺ παρέλαβε τὴν ἀρχήν, ἀπήγαγεν ὑπολαβοῦσα νόσος φθινώδης, Ἀντίπατρος δὲ ὁ μετʼ ἐκεῖνον Θεσσαλονίκην τὴν μητέρα ἀποκτίννυσι, Φιλίππου τε οὖσαν τοῦ Ἀμύντου καὶ Νικασιπόλιδος· ἀπέκτεινε δὲ Ἀλεξάνδρῳ νέμειν πλέον εὐνοίας αἰτιασάμενος. ὁ δὲ Ἀλέξανδρος ἦν νεώτατος τῶν Κασσάνδρου παίδων· ἐπαγαγόμενος δὲ Δημήτριον τὸν Ἀντιγόνου καθεῖλε μὲν διʼ ἐκείνου καὶ ἐτιμωρήσατο τὸν ἀδελφὸν Ἀντίπατρον, ἀνεφάνη μέντοι φονέα ἐξευρηκὼς ἑαυτῷ καὶ οὐ σύμμαχον.
Κασσάνδρῳ μὲν ὅστις δὴ θεῶν τὴν δίκην ἔμελλεν ἀποδώσειν· Θηβαίοις δὲ ἐπὶ μὲν Κασσάνδρου πᾶς ὁ ἀρχαῖος περίβολος ἀνῳκίσθη, ἔδει δὲ ἄρα καὶ ὕστερον κακῶν σφᾶς μεγάλων γεύσασθαι. Μιθριδάτῃ γὰρ καταστάντι ἐς τὸν πρὸς Ῥωμαίους πόλεμον προσεχώρησαν Θηβαῖοι κατʼ ἄλλο ἐμοὶ δοκεῖν οὐδέν, τοῦ δὲ Ἀθηναίων δήμου φιλίᾳ. Σύλλα δὲ ἐσβαλόντος ἐς τὴν Βοιωτίαν δεῖμα ἔσχε τοὺς Θηβαίους, καὶ ἐγνωσιμάχησάν τε αὐτίκα καὶ ἐτράποντο αὖθις ἐς τὴν Ῥωμαίων φιλίαν.
Σύλλας δὲ ἐς αὐτοὺς ἐχρῆτο ὅμως τῷ θυμῷ, καὶ ἄλλα τε ἐξεῦρεν ἐπὶ λύμῃ τῶν Θηβαίων καὶ τὴν ἡμίσειαν ἀπετέμετο αὐτῶν τῆς χώρας κατὰ πρόφασιν τοιαύτην. ἡνίκα ἤρχετο τοῦ πρὸς Μιθριδάτην πολέμου, χρημάτων ἐσπάνιζε· συνέλεξεν οὖν ἔκ τε Ὀλυμπίας ἀναθήματα καὶ τὰ ἐξ Ἐπιδαύρου καὶ τὰ ἐκ Δελφῶν, ὁπόσα ὑπελίποντο οἱ Φωκεῖς·
ταῦτα μὲν δὴ διένειμε τῇ στρατιᾷ, τοῖς θεοῖς δὲ ἀντέδωκεν ἀντὶ τῶν χρημάτων γῆς τὴν ἡμίσειαν τῆς Θηβαΐδος. τὴν μὲν δὴ ἀφαίρετον χώραν ὕστερον Ῥωμαίων χάριτι ἀνεσώσαντο οἱ Θηβαῖοι, τὰ δὲ ἄλλα ἐς τὸ ἀσθενέστατον ἀπʼ ἐκείνου προήχθησαν· καί σφισιν ἡ μὲν κάτω πόλις πᾶσα ἔρημος ἦν ἐπʼ ἐμοῦ πλὴν τὰ ἱερά, τὴν δὲ ἀκρόπολιν οἰκοῦσι Θήβας καὶ οὐ Καδμείαν καλουμένην.
διαβεβηκότι δὲ ἤδη τὸν Ἀσωπὸν καὶ τῆς πόλεως δέκα μάλιστα ἀφεστηκότι σταδίους Ποτνιῶν ἐστιν ἐρείπια καὶ ἐν αὐτοῖς ἄλσος Δήμητρος καὶ Κόρης. τὰ δὲ ἀγάλματα ἐν τῷ ποταμῷ τῷ παρὰ τὰς Ποτνιὰς τὰς θεὰς ὀνομάζουσιν. ἐν χρόνῳ δὲ εἰρημένῳ δρῶσι καὶ ἄλλα ὁπόσα καθέστηκέ σφισι καὶ ἐς τὰ μέγαρα καλούμενα ἀφιᾶσιν ὗς τῶν νεογνῶν· τοὺς δὲ ὗς τούτους ἐς τὴν ἐπιοῦσαν τοῦ ἔτους ὥραν ἐν Δωδώνῃ φασὶν ἐπὶ λόγῳ τῷδε ἄλλος πού τις πεισθήσεται.