Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

τούτου μὲν τοιαῦτα ἤκουσα· ἐν δὲ τῇ χώρᾳ τῇ Ἀράβων ὅσοι τῶν ἔχεων περὶ τὰ δένδρα τὰ πάλσαμα οἰκοῦσι, τοιάδε ἄλλα ἐς αὐτοὺς συμβαίνοντα οἶδα. μέγεθος μὲν κατὰ μυρσίνης θάμνον τὰ πάλσαμά ἐστι, φύλλα δὲ αὐτοῖς κατὰ τὴν πόαν τὸ σάμψουχον· ἔχεων δὲ τῶν ἐν τῇ Ἀραβίᾳ κατὰ ποσοὺς καὶ πλείονες καὶ ἐλάσσονες ὑπὸ ἕκαστον αὐλίζονται δένδρον· τροφὴ γὰρ αὐτοῖς ὁ τῶν παλσάμων ἐστὶν ὀπὸς ἡδίστη, καὶ ἔτι καὶ ἄλλως τῇ σκιᾷ τῶν φυτῶν χαίρουσιν.

ἐπὰν οὖν συλλέγειν τοῦ παλσάμου τὸν ὀπὸν ἀφίκηται τοῖς Ἄραψιν ὥρα, ξύλων δύο ἕκαστος σκυτάλας ἐπὶ τοὺς ἔχεις ἐσφέρει, κροτοῦντες δὲ τὰ ξύλα ἀπελαύνουσι τοὺς ἔχεις· ἀποκτείνειν δὲ αὐτοὺς οὐκ ἐθέλουσιν ἱεροὺς τῶν παλσάμων νομίζοντες. ἢν δὲ καὶ ὑπὸ ἔχεων δηχθῆναί τῳ συμβῇ, τὸ μὲν τραῦμά ἐστιν ὁποῖον καὶ ὑπὸ σιδήρου, δεῖμα δὲ ἄπεστι τὸ ἀπὸ τοῦ ἰοῦ· ἅτε γὰρ σιτουμένοις τοῖς ἔχεσι μύρων τὸ εὐοσμότατον, μετακεράννυταί σφισιν ἐκ τοῦ θανατώδους ἐς τὸ ἠπιώτερον ὁ ἰός.

ταῦτα μὲν δὴ ἔχοντά ἐστιν οὕτω, θῦσαι δὲ ἐν Ἑλικῶνι Μούσαις πρώτους καὶ ἐπονομάσαι τὸ ὄρος ἱερὸν εἶναι Μουσῶν Ἐφιάλτην καὶ Ὦτον λέγουσιν, οἰκίσαι δὲ αὐτοὺς καὶ Ἄσκρην· καὶ δὴ καὶ Ἡγησίνους ἐπὶ τῷδε ἐν τῇ Ἀτθίδι ἐποίησεν,

  1. Ἄσκρῃ δʼ αὖ παρέλεκτο Ποσειδάων ἐνοσίχθων,
  2. ἣ δή οἱ τέκε παῖδα περιπλομένων ἐνιαυτῶν
  3. Οἴοκλον, ὃς πρῶτος μετʼ Ἀλωέος ἔκτισε παίδων
  4. Ἄσκρην, ἥ θʼ Ἑλικῶνος ἔχει πόδα πιδακόεντα.
Hegesinus Atthis, unknown location.

ταύτην τοῦ Ἡγησίνου τὴν ποίησιν οὐκ ἐπελεξάμην, ἀλλὰ πρότερον ἄρα ἐκλελοιπυῖα ἦν πρὶν ἢ ἐμέ γενέσθαι· Κάλλιππος δὲ Κορίνθιος ἐν τῇ ἐς Ὀρχομενίους συγγραφῇ μαρτύρια ποιεῖται τῷ λόγῳ τὰ Ἡγησίνου ἔπη, ὡσαύτως δὲ καὶ ἡμεῖς πεποιήμεθα παρʼ αὐτοῦ Καλλίππου διδαχθέντες. Ἄσκρης μὲν δὴ πύργος εἷς ἐπʼ ἐμοῦ καὶ ἄλλο οὐδὲν ἐλείπετο ἐς μνήμην, οἱ δὲ τοῦ Ἀλωέως παῖδες ἀριθμόν τε Μούσας ἐνόμισαν εἶναι τρεῖς καὶ ὀνόματα αὐταῖς ἔθεντο Μελέτην καὶ Μνήμην καὶ Ἀοιδήν.

χρόνῳ δὲ ὕστερόν φασι Πίερον Μακεδόνα, ἀφʼ οὗ καὶ Μακεδόσιν ὠνόμασται τὸ ὄρος, τοῦτον ἐλθόντα ἐς Θεσπιὰς ἐννέα τε Μούσας καταστήσασθαι καὶ τὰ ὀνόματα τὰ νῦν μεταθέσθαι σφίσι. ταῦτα δὲ ἐνόμιζεν οὕτως ὁ Πίερος ἢ σοφώτερά οἱ εἶναι φανέντα ἢ κατά τι μάντευμα ἢ παρά του διδαχθεὶς τῶν Θρᾳκῶν· δεξιώτερον γὰρ τά τε ἄλλα ἐδόκει τοῦ Μακεδονικοῦ τὸ ἔθνος εἶναι πάλαι τὸ Θρᾴκιον καὶ οὐχ ὁμοίως ἐς τὰ θεῖα ὀλίγωρον.

εἰσὶ δʼ οἳ καὶ αὐτῷ θυγατέρας ἐννέα Πιέρῳ γενέσθαι λέγουσι καὶ τὰ ὀνόματα ἅπερ ταῖς θεαῖς τεθῆναι καὶ ταύταις, καὶ ὅσοι Μουσῶν παῖδες ἐκλήθησαν ὑπὸ Ἑλλήνων, θυγατριδοῦς εἶναι σφᾶς Πιέρου· Μίμνερμος δέ, ἐλεγεῖα ἐς τὴν μάχην ποιήσας τὴν Σμυρναίων πρὸς Γύγην τε καὶ Λυδούς, φησὶν ἐν τῷ προοιμίῳ θυγατέρας Οὐρανοῦ τὰς ἀρχαιοτέρας Μούσας, τούτων δὲ ἄλλας νεωτέρας εἶναι Διὸς παῖδας.

ἐν Ἑλικῶνι δὲ πρὸς τὸ ἄλσος ἰόντι τῶν Μουσῶν ἐν ἀριστερᾷ μὲν ἡ Ἀγανίππη πηγή —θυγατέρα δὲ εἶναι τὴν Ἀγανίππην τοῦ Τερμησσοῦ λέγουσι, ῥεῖ δὲ καὶ οὗτος ὁ Τερμησσὸς περὶ τὸν Ἑλικῶνα—, τὴν δὲ εὐθεῖαν ἐρχομένῳ πρὸς τὸ ἄλσος ἔστιν εἰκὼν Εὐφήμης ἐπειργασμένη λίθῳ· τροφὸν δὲ εἶναι τὴν Εὐφήμην λέγουσι τῶν Μουσῶν.