Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

Μαντινέων δὲ ἡ πόλις σταδίους μάλιστά που δώδεκά ἐστιν ἀπωτέρω τῆς πηγῆς ταύτης. Μαντινεὺς μὲν οὖν ὁ Λυκάονος ἑτέρωθι φαίνεται οἰκίσας τὴν πόλιν, ἣν ὀνομάζουσι καὶ ἐς ἡμᾶς ἔτι Πτόλιν οἱ Ἀρκάδες· ἐκεῖθεν δὲ Ἀντινόη Κηφέως τοῦ Ἀλέου θυγάτηρ κατὰ μάντευμα ἀναστήσασα τοὺς ἀνθρώπους ἤγαγεν ἐς τοῦτο τὸ χωρίον, ὄφιν—ὁποῖον, οὐ μνημονεύουσιν— ἡγεμόνα ποιησαμένη τῆς ὁδοῦ· καὶ διὰ τοῦτο ὁ παρὰ τὴν πόλιν ῥέων τὴν νῦν ποταμὸς Ὄφις ὄνομα ἔσχηκεν.

εἰ δὲ Ὁμήρου χρὴ τεκμαιρόμενον τοῖς ἔπεσι συμβαλέσθαι γνώμην, τὸν ὄφιν τοῦτον δράκοντα εἶναι πείθομαι. περὶ Φιλοκτήτου μὲν ἐν νεῶν καταλόγῳ ποιήσας ὡς ἀπολίποιεν αὐτὸν οἱ Ἕλληνες ἐν Λήμνῳ ταλαιπωροῦντα ὑπὸ τοῦ ἕλκους, ἐπίκλησιν δὲ οὐκ ἔθετο ὄφιν τῷ ὕδρῳ· τὸν δράκοντα δέ, ὃν ἐς τοὺς Τρῶας ἀφῆκεν ὁ ἀετός, ἐκάλεσεν ὄφιν. οὕτω τὸ εἰκὸς ἔχει καὶ τῇ Ἀντινόῃ τὸν ἡγεμόνα γενέσθαι δράκοντα.

Μαντινεῖς δὲ μάχην μὲν τὴν ἐν Διπαιεῦσιν οὐκ ἐμαχέσαντο πρὸς Λακεδαιμονίους μετὰ Ἀρκάδων τῶν ἄλλων, ἐν δὲ τῷ Πελοποννησίων καὶ Ἀθηναίων πολέμῳ συνέστησαν ἐπὶ Λακεδαιμονίους μετὰ Ἠλείων, καὶ παραγενομένου συμμαχικοῦ σφισιν ἐξ Ἀθηνῶν Λακεδαιμονίων ἐναντία ἐμαχέσαντο· μετέσχον δὲ καὶ τοῦ ἐς Σικελίαν στόλου κατὰ Ἀθηναίων φιλίαν.

χρόνῳ δὲ ὕστερον Λακεδαιμονίων στρατιὰ καὶ Ἀγησίπολις ὁ Παυσανίου βασιλεὺς ἐσέβαλον ἐς τὴν Μαντινικήν. ὡς δὲ ἐκράτησεν ὁ Ἀγησίπολις τῇ μάχῃ καὶ ἐς τὸ τεῖχος κατέκλεισε τοὺς Μαντινέας, εἷλεν οὐ μετὰ πολὺ τὴν πόλιν, οὐ πολιορκίᾳ κατὰ τὸ ἰσχυρόν, τὸν δὲ Ὄφιν ποταμὸν ἀποστρέψας σφίσιν ἐς τὸ τεῖχος ὠμῆς ᾠκοδομημένον τῆς πλίνθου.

ἐς μὲν δὴ μηχανημάτων ἐμβολὴν ἀσφάλειαν ἡ πλίνθος παρέχεται μᾶλλον ἢ ὁπόσα λίθου πεποιημένα ἐστίν· οἱ μὲν γὰρ κατάγνυνταί τε καὶ ἐκπηδῶσιν ἐκ τῶν ἁρμονιῶν, ἡ δὲ πλίνθος ἐκ μηχανημάτων μὲν οὐχ ὁμοίως πονεῖ, διαλύεται δὲ ὑπὸ τοῦ ὕδατος οὐχ ἧσσον ἢ ὑπὸ τοῦ ἡλίου κηρός.

τοῦτο οὐκ Ἀγησίπολις τὸ στρατήγημα ἐς τὸ τεῖχος τῶν Μαντινέων ἐστὶν ὁ συνείς, ἀλλὰ πρότερον ἔτι Κίμωνι ἐξευρέθη τῷ Μιλτιάδου Βόγην πολιορκοῦντι ἄνδρα Μῆδον καὶ ὅσοι Περσῶν Ἠιόνα τὴν ἐπὶ Στρυμόνι εἶχον· Ἀγησίπολις δὲ καθεστηκὸς καὶ ᾀδόμενον ὑπὸ Ἑλλήνων ἐμιμήσατο. ὡς δὲ εἷλε τὴν Μαντίνειαν, ὀλίγον μέν τι κατέλιπεν οἰκεῖσθαι, τὸ πλεῖστον δὲ ἐς ἔδαφος καταβαλὼν αὐτῆς κατὰ κώμας τοὺς ἀνθρώπους διῴκισε.

Μαντινέας δὲ ἐκ τῶν κωμῶν κατάξειν ἐς τὴν πατρίδα ἔμελλον Θηβαῖοι μετὰ τὸ ἔργον τὸ ἐν Λεύκτροις. κατελθόντες δὲ οὐ τὰ πάντα ἐγένοντο δίκαιοι· περιληφθέντες δὲ ἐπικηρυκευόμενοι Λακεδαιμονίοις καὶ εἰρήνην ἰδίᾳ πρὸς αὐτοὺς ἄνευ τοῦ Ἀρκάδων κοινοῦ πράσσοντες, οὕτω διὰ τὸ δέος τῶν Θηβαίων ἐς τὴν Λακεδαιμονίων συμμαχίαν μετεβάλοντο ἐκ τοῦ φανεροῦ, καὶ τῆς Μαντινικῆς πρὸς Ἐπαμινώνδαν καὶ Θηβαίους μάχης Λακεδαιμονίων γινομένης ὁμοῦ τοῖς Λακεδαιμονίοις ἐτάξαντο οἱ Μαντινεῖς.

τούτων δὲ ὕστερον διαφορὰ ἐγένετο Μαντινεῦσιν ἐς τοὺς Λακεδαιμονίους, καὶ ἀπʼ αὐτῶν μετέστησαν ἐς τὸ Ἀχαϊκόν· καὶ Ἆγιν τὸν Εὐδαμίδου βασιλεύοντα ἐν Σπάρτῃ νικῶσιν ἀμύνοντες τῇ σφετέρᾳ, νικῶσι δὲ προσλαβόντες Ἀχαιῶν στρατιὰν καὶ Ἄρατον ἡγεμόνα ἐπʼ αὐτῇ. μετέσχον δὲ καὶ πρὸς Κλεομένην τοῦ ἔργου τοῖς Ἀχαιοῖς καὶ συγκαθεῖλον Λακεδαιμονίων τὴν ἰσχύν. Ἀντιγόνου δὲ ἐν Μακεδονίᾳ Φίλιππον τὸν Περσέως πατέρα ἔτι παῖδα ἐπιτροπεύοντος καὶ Ἀχαιοῖς ἐς τὰ μάλιστα ὄντος ἐπιτηδείου, ἄλλα τε ἐς τιμὴν αὐτοῦ Μαντινεῦσιν ἐποιήθη καὶ ὄνομα τῇ πόλει μετέθεντο Ἀντιγόνειαν.