Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

  1. Ἀρκάδες Ἀζᾶνες βαλανηφάγοι, οἳ Φιγάλειαν
  2. νάσσασθʼ, ἱππολεχοῦς Δῃοῦς κρυπτήριον ἄντρον,
  3. ἥκετε πευσόμενοι λιμοῦ λύσιν ἀλγινόεντος,
  4. μοῦνοι δὶς νομάδες, μοῦνοι πάλιν ἀγριοδαῖται.
  5. Δῃὼ μέν σε ἔπαυσε νομῆς, Δῃὼ δὲ νομῆας
  6. ἐκ δησισταχύων καὶ ἀναστοφάγων πάλι θῆκε,
  7. νοσφισθεῖσα γέρα προτέρων τιμάς τε παλαιάς.
  8. καί σʼ ἀλληλοφάγον θήσει τάχα καὶ τεκνοδαίτην,
  9. εἰ μὴ πανδήμοις λοιβαῖς χόλον ἱλάσσεσθε
  10. σήραγγός τε μυχὸν θείαις κοσμήσετε τιμαῖς.

ὡς δὲ οἱ Φιγαλεῖς ἀνακομισθὲν τὸ μάντευμα ἤκουσαν, τά τε ἄλλα ἐς πλέον τιμῆς ἢ τὰ πρότερα τὴν Δήμητρα ἦγον καὶ Ὀνάταν τὸν Μίκωνος Αἰγινήτην πείθουσιν ἐφʼ ὅσῳ δὴ μισθῷ ποιῆσαί σφισιν ἄγαλμα Δήμητρος· τοῦ δὲ Ὀνάτα τούτου Περγαμηνοῖς ἐστιν Ἀπόλλων χαλκοῦς, θαῦμα ἐν τοῖς μάλιστα μεγέθους τε ἕνεκα καὶ ἐπὶ τῇ τέχνῃ. τότε δὴ ὁ ἀνὴρ οὗτος ἀνευρὼν γραφὴν ἢ μίμημα τοῦ ἀρχαίου ξοάνου—τὰ πλείω δέ, ὡς λέγεται, καὶ κατὰ ὀνειράτων ὄψιν—ἐποίησε χαλκοῦν Φιγαλεῦσιν ἄγαλμα, γενεαῖς μάλιστα δυσὶν ὕστερον τῆς ἐπὶ τὴν Ἑλλάδα ἐπιστρατείας τοῦ Μήδου.

μαρτυρεῖ δέ μοι τῷ λόγῳ· κατὰ γὰρ τὴν Ξέρξου διάβασιν ἐς τὴν Εὐρώπην Συρακουσῶν τε ἐτυράννει καὶ Σικελίας τῆς ἄλλης Γέλων ὁ Δεινομένους· ἐπεὶ δὲ ἐτελεύτησε Γέλων, ἐς Ἱέρωνα ἀδελφὸν Γέλωνος περιῆλθεν ἡ ἀρχή· Ἱέρωνος δὲ ἀποθανόντος πρότερον πρὶν ἢ τῷ Ὀλυμπίῳ Διὶ ἀναθεῖναι τὰ ἀναθήματα ἃ εὔξατο ἐπὶ τῶν ἵππων ταῖς νίκαις, οὕτω Δεινομένης ὁ Ἱέρωνος ἀπέδωκεν ὑπὲρ τοῦ πατρός.

Ὀνάτα καὶ ταῦτα ποιήματα, καὶ ἐπιγράμματα ἐν Ὀλυμπίᾳ, τὸ μὲν ὑπὲρ τοῦ ἀναθήματός ἐστιν αὐτῶν,

  1. σόν ποτε νικήσας, Ζεῦ Ὀλύμπιε, σεμνὸν ἀγῶνα
  2. τεθρίππῳ μὲν ἅπαξ, μουνοκέλητι δὲ δίς,
  3. δῶρα Ἱέρων τάδε σοι ἐχαρίσσατο· παῖς δʼ ἀνέθηκε
Δεινομένης πατρὸς μνῆμα Συρακοσίου·

τὸ δὲ ἕτερον λέγει τῶν ἐπιγραμμάτων·

  1. υἱὸς μέν με Μίκωνος Ὀνάτας ἐξετέλεσσεν,
  2. νάσῳ ἐν Αἰγίνᾳ δώματα ναιετάων.
ἡ δὲ ἡλικία τοῦ Ὀνάτα κατὰ τὸν Ἀθηναῖον Ἡγίαν καὶ Ἀγελάδαν συμβαίνει τὸν Ἀργεῖον.