Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

αὕτη μὲν ἐπὶ Μεσσήνην, ἑτέρα δὲ ὁδὸς ἐκ Μεγάλης πόλεως ἐπὶ Καρνάσιον ἄγει τὸ Μεσσηνίων· καὶ ταύτῃ πρῶτα μέν σε ὁ Ἀλφειὸς ἐκδέξεται, καθότι καὶ Μαλοῦς καὶ ὁ Σκῦρος ἐς αὐτὸν κατέρχονται προανακοινωσάμενοι τὸ ῥεῦμα. αὐτόθεν δὲ ἔχων τὸν Μαλοῦντα ἐν δεξιᾷ μετὰ σταδίους ὡς τριάκοντα διαβήσῃ τε αὐτὸν καὶ ἀναβήσῃ διʼ ὁδοῦ προσαντεστέρας ἐς χωρίον καλούμενον Φαιδρίαν.

Φαιδρίου δὲ ὡς πέντε ἀπέχει καὶ δέκα σταδίους τὸ κατὰ Δέσποιναν ὀνομαζόμενον Ἑρμαῖον· ὅροι Μεσσηνίων πρὸς Μεγαλοπολίτας καὶ οὗτοι, καὶ ἀγάλματα οὐ μεγάλα Δεσποίνης τε καὶ Δήμητρος, ἔτι δὲ καὶ Ἑρμοῦ πεποίηται δὲ καὶ Ἡρακλέους· δοκεῖν δέ μοι καὶ τὸ ὑπὸ Δαιδάλου ποιηθὲν τῷ Ἡρακλεῖ ξόανον ἐν μεθορίῳ τῆς Μεσσηνίας καὶ Ἀρκάδων ἐνταῦθα εἱστήκει.

ἡ δὲ ἐς Λακεδαίμονα ἐκ Μεγάλης πόλεως ὁδὸς ἐπὶ μὲν τὸν Ἀλφειὸν στάδιοι τριάκοντά εἰσιν, ἀπὸ δὲ τοῦδε παρὰ ποταμὸν ὁδεύσας Θειοῦντα—κάτεισι δὲ καὶ ὁ Θειοῦς οὗτος ἐς τὸν Ἀλφειόν—, ἀπολιπὼν οὖν τὸν Θειοῦντα ἐν ἀριστερᾷ σταδίοις ἀπὸ τοῦ Ἀλφειοῦ τεσσαράκοντα ἥξεις μάλιστα ἐς Φαλαισίας· ἀπέχουσι δὲ αἱ Φαλαισίαι σταδίους εἴκοσι τοῦ Ἑρμαίου τοῦ κατὰ Βελεμίναν.

λέγουσι μὲν δὴ οἱ Ἀρκάδες τὴν Βελεμίναν τῆς σφετέρας οὖσαν τὸ ἀρχαῖον ἀποτεμέσθαι Λακεδαιμονίους· λέγειν δὲ οὐκ εἰκότα ἐφαίνοντό μοι καὶ ἄλλων ἕνεκα καὶ μάλιστα ὅτι μοι δοκοῦσι Θηβαῖοι μηδʼ ἂν τοῦτο ἐλασσουμένους περιιδεῖν τοὺς Ἀρκάδας, εἴ σφισιν ἔσεσθαι σὺν τῷ δικαίῳ τὸ ἐπανόρθωμα ἔμελλεν.

εἰσὶ δὲ ἐκ Μεγάλης πόλεως καὶ ἐς τὰ χωρία ὁδοὶ τὰ ἐντὸς Ἀρκαδίας, ἐς μὲν Μεθύδριον ἑβδομήκοντα στάδιοι καὶ ἑκατόν, τρισὶ δὲ ἀπὸ Μεγάλης πόλεως ἀπωτέρω σταδίοις καὶ δέκα Σκιάς τε καλούμενον χωρίον καὶ Ἀρτέμιδος Σκιάτιδος ἐρείπιά ἐστιν ἱεροῦ· ποιῆσαι δὲ αὐτὸ ἐλέγετο Ἀριστόδημος ὁ τυραννήσας. ἐντεῦθεν μετὰ σταδίους ὡς δέκα πόλεως Χαρισιῶν ὑπομνήματά ἐστιν οὐ πολλά, σταδίων δὲ ἄλλων δέκα ἐστὶν ἀπὸ Χαρισιῶν ἐς Τρικολώνους ὁδός.

πόλις δὲ ἦσαν καὶ οἱ Τρικόλωνοί ποτε· μένει δὲ αὐτόθι καὶ ἐς ἡμᾶς ἔτι ἐπὶ λόφου Ποσειδῶνος ἱερὸν καὶ ἄγαλμα τετράγωνον, καὶ δένδρων περὶ τὸ ἱερόν ἐστιν ἄλσος. ταύταις μὲν δὴ οἱ Λυκάονος παῖδες ἐγένοντο οἰκισταί, Ζοιτίαν δὲ ἀπωτέρω μὲν Τρικολώνων πέντε που καὶ δέκα σταδίοις, κειμένην δὲ οὐ κατʼ εὐθὺ ἀλλʼ ἐκ Τρικολώνων ἐν ἀριστερᾷ, Ζοιτέα οἰκίσαι τὸν Τρικολώνου λέγουσι· Παρωρεὺς δὲ ὁ νεώτερος Τρικολώνου τῶν παίδων Παρωρίαν καὶ οὗτος ἔκτισεν, ἀπέχουσαν Ζοιτίας σταδίους δέκα.