Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

καὶ σφᾶς ὑπὸ τὸν χρόνον οἱ Ἀχαιοὶ τοῦτον ἐς σύλλογον ὑπάγονται τὸν Ἀχαϊκὸν καὶ δίκας τε ἐδίκαζόν σφισιν ἐς τὸ ἀκριβέστατον καὶ τὰ τείχη τῆς Σπάρτης καταβάλλουσιν ἐς ἔδαφος, οἰκοδομηθέντα μὲν καὶ πρότερον ἔτι αὐτοσχεδίως καὶ ἐπί τε τῆς Δημητρίου καὶ ὕστερον τῆς Πύρρου καὶ Ἠπειρωτῶν στρατείας, ἐπὶ δὲ τῆς τυραννίδος τῆς Νάβιδος καὶ ἐς τὸ ἀσφαλέστατον ὀχυρωθέντα. τά τε οὖν τείχη τῆς Σπάρτης οἱ Ἀχαιοὶ καθεῖλον καὶ τὰ ἐς μελέτην τοῖς ἐφήβοις ἐκ τῶν Λυκούργου νόμων καταλύσαντες ἐπέταξαν τοῖς Ἀχαιῶν ἐφήβοις τὰ αὐτὰ ἐπιτηδεύειν.

ταῦτα μὲν δὴ καὶ ἐς πλέον ἐπέξεισιν αὖθίς μοι τὰ ἐς Ἀρκάδας· Λακεδαιμόνιοι δὲ ἅτε μεγάλως τοῖς ἐπιτάγμασιν ἀχθόμενοι τοῖς Ἀχαιῶν καταφεύγουσιν ἐπὶ Μέτελλον καὶ ὅσοι σὺν Μετέλλῳ κατὰ πρεσβείαν ἧκον ἐκ Ῥώμης. ἀφίκοντο δὲ οὗτοι Φιλίππῳ καὶ Μακεδόσι πόλεμον μὲν οὐδένα ἐπάξοντες ἅτε εἰρήνης πρότερον ἔτι Φιλίππῳ καὶ Ῥωμαίοις ὀμωμοσμένης, ὁπόσα δὲ ἢ Θεσσαλοῖς ἢ τῶν ἐξ Ἠπείρου τισὶν ἐγκλήματα ἦν ἐς Φίλιππον, ταῦτα ἧκον οἱ ὁμοῦ Μετέλλῳ κρινοῦντες.

ἔργῳ μὲν δὴ Φίλιππός τε αὐτὸς καὶ ἡ Μακεδόνων ἀκμὴ καθῄρητο ὑπὸ Ῥωμαίων—μαχεσάμενος γὰρ Φλαμινίου καὶ Ῥωμαίων ἐναντία Φίλιππος ἐν Κυνὸς καλουμέναις κεφαλαῖς ἐν λόγοις τὸ ἧττον ἠνέγκατο, ἀλλʼ ἅτε δὴ κατὰ δύναμιν ἀγωνισάμενος αὐτὸς οὗτος ὁ Φίλιππος τοσοῦτον ἐκρατήθη τῇ συμβολῇ, ὡς στρατιᾶς τε ἣν ἦγεν ἀποβαλεῖν τὸ πολὺ καὶ ἐκ τῶν πόλεων, ὅσας εἷλεν ἐν τῇ Ἑλλάδι πολέμῳ παραστησάμενος, ἐξήγαγεν ἐξ ἁπασῶν τὰς φρουρὰς κατὰ ὁμολογίαν πρὸς Ῥωμαίους—

κατὰ μέντοι τοῦ λόγου τὸ εὐπρεπὲς παρὰ Ῥωμαίων εὕρητο εἰρήνην δεήσεσί τε παντοίαις καὶ δαπάναις χρημάτων μεγάλαις. τὰ δὲ ἐς Μακεδόνας δύναμίν τε, ἣν ἐπὶ Φιλίππου περιεβάλοντο τοῦ Ἀμύντου, καὶ ὡς ἐπὶ Φιλίππου τοῦ ὑστέρου τὰ πράγματά σφισιν ἐφθάρη, Σίβυλλα οὐκ ἄνευ θεοῦ προεθέσπισεν· ἔχει δὲ οὕτω τὰ χρησθέντα·

  1. αὐχοῦντες βασιλεῦσι Μακεδόνες Ἀργεάδῃσιν,
  2. ὑμῖν κοιρανέων ἀγαθὸν καὶ πῆμα Φίλιππος.
  3. ἤτοι ὁ μὲν πρότερος πόλεσιν λαοῖσί τʼ ἄνακτας
  4. θήσει· ὁ δʼ ὁπλότερος τιμὴν ἀπὸ πᾶσαν ὀλέσσει,
  5. δμηθεὶς ἑσπερίοισιν ὑπʼ ἀνδράσιν ἠῴοις τε.
Ῥωμαῖοί τε δὴ τὰ πρὸς ἑσπέραν νεμόμενοι τῆς Εὐρώπης καθεῖλον τὴν Μακεδόνων ἀρχὴν καὶ τῶν ἐς τὸ συμμαχικὸν ταχθέντων Ἄτταλος τῆς ἐκ Περγάμου συλλεχθείσης ἡγεμὼν καὶ ἔτι ἐκ Μυσίας στρατιᾶς· πρὸς δὲ ἀνίσχοντα ἥλιον μᾶλλόν τι ἡ Μυσία τέτραπται.

τότε δὲ τῷ Μετέλλῳ καὶ τῇ ἄλλῃ πρεσβείᾳ μὴ ὑπεριδεῖν Λακεδαιμονίων ἤρεσε καὶ Ἀχαιῶν, τοὺς δὲ τὰς ἀρχὰς ἔχοντας ἐς τὸ συνέδριον ἠξίουν συγκαλέσαι τοὺς Ἀχαιούς, ἵνα ἐν κοινῷ διδάξωσιν αὐτοὺς ἠπιώτερον μεταχειρίζεσθαι τὰ ἐν Λακεδαίμονι. οἱ δέ σφισιν ἀπεκρίναντο μήτε ἐκείνοις Ἀχαιοὺς ἐς σύλλογον μήτε ἄλλῳ συνάξειν, ὅστις μὴ ἐπὶ τῷ πράγματι ἐφʼ ὅτῳ ποιεῖται τὴν πρόσοδον παρὰ τῆς Ῥωμαίων βουλῆς ἔχει δόγμα. Μέτελλος δὲ καὶ οἱ σὺν αὐτῷ ὑπὸ τῶν Ἀχαιῶν περιυβρίσθαι νομίζοντες, ἐπειδὴ ἀφίκοντο ἐς Ῥώμην, πολλὰ ἐπὶ τῆς βουλῆς καὶ οὐ τὰ πάντα ἀληθῆ κατηγόρουν τῶν Ἀχαιῶν.

τούτων δὲ πλείονα ἐνεκάλουν Ἀχαιοῖς Ἀρεὺς καὶ Ἀλκιβιάδας, ὡς Λακεδαιμόνιοι μὲν καὶ δόκιμοι τὰ μάλιστα ἐν τῇ Σπάρτῃ, τὰ δὲ ἐς Ἀχαιοὺς οὐ δίκαιοι· γενομένους γὰρ ὑπὸ Νάβιδος φυγάδας ὑπεδέξαντο αὐτοὺς οἱ Ἀχαιοὶ καὶ ἀποθανόντος Νάβιδος παρὰ γνώμην Λακεδαιμονίων τοῦ δήμου κατάγουσιν ἐς Σπάρτην. τότε οὖν ἀναβεβηκότες καὶ οὗτοι παρὰ τὴν βουλὴν προθυμότατα ἐνέκειντο Ἀχαιοῖς· Ἀχαιοὶ δέ σφισιν ἀπελθοῦσιν ἐπιβάλλουσιν ἐν τῷ συνεδρίῳ θάνατον ζημίαν.

Ῥωμαίων δὲ ἡ βουλὴ πέμπουσιν ἄλλους τε ἄνδρας καὶ Ἄππιον Λακεδαιμονίοις καὶ Ἀχαιοῖς τὰ δίκαια ὁρίσαι. Ἄππιος δὲ καὶ οἱ σὺν αὐτῷ ἔμελλον μὲν οὐδὲ ὀφθέντες Ἀχαιοῖς ἔσεσθαι καθʼ ἡδονήν, οἳ Ἀρέα καὶ Ἀλκιβιάδαν ἅμʼ αὐτοῖς ἐπήγοντο ἐν τῷ τότε Ἀχαιοῖς ἐχθίστους· ἐλύπησαν δὲ καὶ ἐς πλέον τοὺς Ἀχαιούς, ἐπειδὴ ἐς τὸν σύλλογον αὐτῶν ἐπελθόντες σὺν ὀργῇ μᾶλλον ἐποιοῦντο ἢ πειθοῖ τοὺς λόγους.