Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

Ῥωμαῖοι δὲ παρά τε τῶν ἀνδρῶν διδαχθέντες οὓς ἐς τὴν Ἑλλάδα ἀπέστειλαν καὶ ἐκ τῶν γραμμάτων ἃ Μέτελλος ἐπέστελλεν, ἀδικεῖν Ἀχαιῶν κατέγνωσαν· καὶ ἦν γὰρ Μόμμιός σφισιν ὕπατος τότε ᾑρημένος, τοῦτον ναῦς τε καὶ στρατιὰν πεζὴν ἐκέλευον ἐπʼ Ἀχαιοὺς ἄγειν. Μέτελλος δὲ παραυτίκα ἐπέπυστο ὡς Μόμμιος καὶ ὁ σὺν αὐτῷ στρατὸς ἐπὶ Ἀχαιοὺς ἀφίκοιτο· καὶ ἐποιεῖτο σπουδήν, εἰ ἐπιθεὶς αὐτὸς πέρας τῷ πολέμῳ φανῇ πρὶν ἢ Μόμμιον ἐς τὴν Ἑλλάδα ἀφῖχθαι.

ἀγγέλους οὖν παρὰ τοὺς Ἀχαιοὺς ἀπέστελλεν, ἀφιέναι κελεύων σφᾶς συντελείας Λακεδαιμονίους καὶ πόλεις ἄλλας ὁπόσας εἴρητο ὑπὸ Ῥωμαίων, τῆς τε ἐκ τοῦ χρόνου τοῦ προτέρου σφίσιν ἀπειθείας οὐδεμίαν παρὰ Ῥωμαίων ὑπισχνεῖτο ὀργὴν γενήσεσθαι. ἅμα τε δὴ ταῦτα ἐπεκηρυκεύετο καὶ ἤλαυνεν ἐκ Μακεδονίας τὸν στρατόν, διὰ Θεσσαλίας τὴν πορείαν καὶ παρὰ τὸν Λαμιακὸν ποιούμενος κόλπον. Κριτόλαος δὲ καὶ Ἀχαιοὶ λόγον μὲν φέροντα ἐς σύμβασιν προσίεντο οὐδένα, Ἡράκλειαν δὲ προσεκάθηντο πολιορκοῦντες οὐ βουλομένους ἐς τὸ Ἀχαϊκὸν συντελεῖν.

τότε δὲ ὡς παρὰ τῶν κατασκόπων ἐπυνθάνετο ὁ Κριτόλαος Μέτελλον καὶ Ῥωμαίους διαβεβηκέναι τὸν Σπερχειόν, ἀπέφευγεν ἐς Σκάρφειαν τὴν Λοκρῶν, οὐδὲ κατὰ τὸ στενὸν τὸ Ἡρακλείας τε μεταξὺ καὶ Θερμοπυλῶν τοὺς Ἀχαιοὺς τάξας ἐτόλμησεν ὑπομεῖναι Μέτελλον· ἀλλὰ ἐς τοσοῦτο ἀφίκετο δείματος ὡς μηδὲ αὐτὸ ποιήσασθαι τὸ χωρίον πρὸς ἀμείνονος ἐλπίδος, ἔνθα ἦν μὲν Λακεδαιμονίοις ὑπὲρ τῶν Ἑλλήνων τὰ ἐς Μήδους, ἦν δὲ καὶ Ἀθηναίοις τὰ ἐς Γαλάτας οὐδὲν ἀφανέστερα ἐκείνων τολμήματα.

ὑποφεύγοντας δὲ Κριτόλαον καὶ Ἀχαιοὺς αἱροῦσιν ὀλίγον πρὸ τῆς Σκαρφείας οἱ ὁμοῦ τῷ Μετέλλῳ, καὶ ἀπέκτεινάν τε πλήθει πολλοὺς καὶ ἔλαβον ζῶντας ὅσον χιλίους. Κριτόλαος δὲ οὔτε ὤφθη ζῶν μετὰ τὴν μάχην οὔτε ἐν τοῖς νεκροῖς εὑρέθη· εἰ δὲ ἐτόλμησε τῆς πρὸς τῇ Οἴτῃ θαλάσσης ἐς ταύτης καταδῦναι τὸ τέλμα, παντάπασιν ἔμελλεν ἄγνωστός τε καὶ ἄπυστος οἰχήσεσθαι κατὰ τοῦ βυθοῦ.

ἐς μὲν οὖν τὴν Κριτολάου τελευτὴν καὶ ἄλλα πάρεστιν εἰκάζειν· Ἀρκάδων δὲ ἐξεστρατευμένοι λογάδες χίλιοι, οἳ Κριτολάῳ τοῦ ἔργου μετέσχον, προῆλθον μὲν ἄχρι Ἐλατείας τῆς Φωκέων καὶ ἐς τὴν πόλιν ὑπʼ αὐτῶν κατὰ συγγένειαν δή τινα παλαιὰν ἐδέχθησαν· ὡς δὲ τοῖς Φωκεῦσιν ἡ Κριτολάου συμφορὰ καὶ Ἀχαιῶν ἀπηγγέλλετο, ἀπελθεῖν ἐκ τῆς Ἐλατείας κελεύουσι τοὺς Ἀρκάδας.

ἀπιοῦσι δὲ ὀπίσω σφίσιν ἐς τὴν Πελοπόννησον Μέτελλος καὶ Ῥωμαῖοι περὶ Χαιρώνειαν ἐπιφαίνονται· ἔνθα δὴ ἐπελάμβανε τοὺς Ἀρκάδας ἐκ θεῶν δίκη τῶν Ἑλληνικῶν, οἳ ἐν Χαιρωνείᾳ Φιλίππου καὶ Μακεδόνων ἐναντία ἀγωνιζομένους ἐγκαταλιπόντες Ἕλληνας τότε ἐν χωρίῳ τῷ αὐτῷ ἐκτείνοντο ὑπὸ Ῥωμαίων.

Ἀχαιοῖς δὲ αὖθις ἐπὶ τὴν ἡγεμονίαν τοῦ στρατεύματος παρῄει Δίαιος· καὶ δούλους τε ἐς ἐλευθερίαν ἠφίει, τὸ Μιλτιάδου καὶ Ἀθηναίων βούλευμα τὸ πρὸ τοῦ ἔργου τοῦ ἐν Μαραθῶνι μιμούμενος, καὶ Ἀχαιῶν συνέλεγε καὶ Ἀρκάδων ἀπὸ τῶν πόλεων τοὺς ἐν ἡλικίᾳ· ἐγένετο δέ, ἀναμεμιγμένων ὁμοῦ καὶ οἰκετῶν, τὸ ἀθροισθὲν ἐς ἑξακοσίους μὲν μάλιστα ἀριθμὸν ἱππεῖς, τὸ δὲ ὁπλιτεῦον τετρακισχίλιοί τε καὶ μύριοι.