Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

εἰ δὲ ὁ Δαμόκριτος προθυμίαν ἐποιήσατο, τοῖς φεύγουσιν ἐκ τῆς παρατάξεως ὁμοῦ καὶ Ἀχαιοῖς ἐσδραμεῖν ὑπῆρξεν ἂν ἐς τὸ τεῖχος τῆς Σπάρτης εἰς Σπάρτην· νῦν δὲ αὐτίκα τε ἀνεκάλεσεν ἀπὸ τῆς διώξεως τοὺς Ἀχαιοὺς καὶ ἐχρῆτο καὶ ἐς τὸ ἔπειτα καταδρομαῖς μᾶλλον καὶ ἁρπαγαῖς ἐκ τῆς χώρας ἢ συντόνῳ πολιορκίᾳ.

Δαμοκρίτῳ μὲν οὖν ἀπαγαγόντι ὀπίσω τὴν στρατιὰν ἐπιβάλλουσιν οἱ Ἀχαιοὶ ζημίαν πεντήκοντα ἅτε ἀνδρὶ προδότῃ τάλαντα, καὶ—οὐ γὰρ εἶχεν ἐκτῖσαι— φεύγων ᾤχετο ἐκ Πελοποννήσου· Δίαιος δὲ Ἀχαιῶν μετὰ Δαμόκριτον στρατηγεῖν ᾑρημένος ἀποστείλαντι αὖθις Μετέλλῳ πρέσβεις ὡμολόγησε μηδένα ἐπάξειν Λακεδαιμονίοις πόλεμον, ἀλλὰ ἔστʼ ἂν ἥκωσιν ἐκ Ῥώμης, ἀναμενεῖν τοὺς διαλλακτάς.

στρατήγημα δὲ ἄλλο ἐς τοὺς Λακεδαιμονίους παρεῦρε τοιόνδε· τὰ ἐν κύκλῳ τῆς Σπάρτης πολίσματα ἐς τὴν Ἀχαιῶν ὑπηγάγετο εὔνοιαν, ἐσήγαγε δὲ ἐς αὐτὰ καὶ φρουράς, ὁρμητήρια ἐπὶ τὴν Σπάρτην Ἀχαιοῖς εἶναι.

Μεναλκίδας δὲ ᾕρητο μὲν ὑπὸ Λακεδαιμονίων ἐναντία Διαίῳ στρατηγεῖν· ἐχόντων δὲ αὐτῶν ἔς τε τὴν πᾶσαν πολέμου παρασκευὴν καὶ οὐχ ἥκιστα τοῖς χρήμασιν ἀσθενῶς, πρὸς δὲ καὶ τῆς γῆς σφισιν ἀσπόρου μεμενηκυίας, †διας ὅμως τὰς σπονδὰς ὑπερβῆναι καὶ πόλισμα Ἴασον ἑλὼν ἐξ ἐπιδρομῆς ἐπόρθησεν, ἐν ὅροις μὲν χώρας τῆς Λακωνικῆς, Ἀχαιῶν δὲ ἐν τῷ τότε ὑπήκοον.

ἐξεγείρας δὲ αὖθις Λακεδαιμονίοις καὶ Ἀχαιοῖς πόλεμον ἐν ἐγκλήμασί τε ἦν ὑπὸ τῶν πολιτῶν καὶ— οὐ γάρ τινα ἐκ τοῦ προσδοκωμένου κινδύνου Λακεδαιμονίοις σωτηρίαν εὕρισκεν—ἀφίησιν ἑκουσίως τὴν ψυχὴν πιὼν φάρμακον. καὶ Μεκαλκίδᾳ μὲν τέλος τοιοῦτον ἐγένετο, ἄρξαντι ἐν τῷ ἑαυτοῦ νῷ τότε μὲν Λακεδαιμονίων ὡς ἂν ὁ ἀμαθέστατος στρατηγός, πρότερον δὲ ἔτι τοῦ Ἀχαιῶν ἔθνους ὡς ἀνθρώπων ὁ ἀδικώτατος.

ἀφίκοντο δὲ ἐς τὴν Ἑλλάδα καὶ οἱ ἀποσταλέντες ἐκ Ῥώμης Λακεδαιμονίοις δικασταὶ καὶ Ἀχαιοῖς γενέσθαι, ἄλλοι τε καὶ Ὀρέστης· ὁ δὲ τούς τε ἐν ἑκάστῃ πόλει τῶν Ἀχαιῶν ἔχοντας τὰς ἀρχὰς καὶ Δίαιον ἐκάλει παρʼ αὑτόν. ἀφικομένοις δὲ ἔνθα ἔτυχεν αὐτὸς ἐσῳκισμένος, ἀπεγύμνου τὸν πάντα σφίσιν ἤδη λόγον, ὡς δίκαια ἡγοῖτο ἡ Ῥωμαίων βουλὴ μήτε Λακεδαιμονίους τελεῖν ἐς τὸ Ἀχαϊκὸν μήτε αὐτὴν Κόρινθον, ἀφεῖσθαι δὲ καὶ Ἄργος καὶ Ἡράκλειαν τὴν πρὸς Οἴτῃ καὶ Ὀρχομενίους Ἀρκάδας συνεδρίου τοῦ Ἀχαιῶν· γένους τε γὰρ αὐτοῖς οὐδὲν τοῦ Ἀχαιῶν μετεῖναι καὶ ὕστερον τὰς πόλεις προσχωρῆσαι ταύτας πρὸς τὸ Ἀχαϊκόν.

ταῦτα Ὀρέστου λέγοντος οἱ ἄρχοντες τῶν Ἀχαιῶν οὐδὲ τὸν πάντα ὑπομείναντες ἀκοῦσαι λόγον ἔθεον ἐς τὸ ἐκτὸς τῆς οἰκίας καὶ ἐκάλουν Ἀχαιοὺς ἐς ἐκκλησίαν· οἱ δὲ ὡς τὰ ἐγνωσμένα ἐπύθοντο ὑπὸ Ῥωμαίων, αὐτίκα ἐτρέποντο ἐπὶ τοὺς Σπαρτιάτας οἳ Κορίνθῳ τότε ἔτυχον ἐπιδημοῦντες, συνήρπαζον δὲ πάντα τινὰ καὶ ὃν Λακεδαιμόνιον σαφῶς ὄντα ἠπίσταντο καὶ ὅτῳ κουρᾶς ἢ ὑποδημάτων ἕνεκα ἢ ἐπὶ τῇ ἐσθῆτι ἢ κατʼ ὄνομα προσγένοιτο ὑπόνοια· τοὺς δὲ αὐτῶν καὶ καταφυγεῖν ἔνθα Ὀρέστης ᾤκει φθάνοντας ὅμως καὶ ἐντεῦθεν ἐβιάζοντο ἕλκειν.

Ὀρέστης δὲ καὶ οἱ σὺν αὐτῷ τῆς τε τόλμης ἐπέχειν τοὺς Ἀχαιοὺς ἐπειρῶντο καὶ ἐκέλευον μεμνῆσθαι σφᾶς ὡς ἀδικημάτων καὶ ὕβρεως ἄρχουσιν ἐς Ῥωμαίους. ἡμέραις δὲ ὕστερον οὐ πολλαῖς οἱ Ἀχαιοὶ Λακεδαιμονίων μὲν αὐτῶν ὅσους εἶχον συνειληφότες, κατατίθενται σφᾶς ἐς δεσμωτήριον, τοὺς ξένους δὲ ἀπʼ αὐτῶν διακρίνοντες ἠφίεσαν. ἀποστέλλουσι δὲ καὶ ἐς Ῥώμην ἄλλους τε Ἀχαιῶν τῶν ἐν τέλει καὶ Θεαρίδαν· ὡς δὲ ἀπῆλθον, ἐντυχόντες κατὰ τὴν ἄνοδον Ῥωμαίων πρέσβεσιν ἐπὶ τὰ Λακεδαιμονίων καὶ Ἀχαιῶν ὕστερον ἢ Ὀρέστης ἀπεσταλμένοις, ὀπίσω καὶ αὐτοὶ τρέπονται.

Διαίῳ δὲ ἐξήκοντος τοῦ χρόνου τῆς ἀρχῆς στρατηγεῖν ὑπὸ Ἀχαιῶν ᾑρέθη Κριτόλαος. τοῦτον δριμὺς καὶ σὺν οὐδενὶ λογισμῷ τὸν Κριτόλαον πολεμεῖν πρὸς Ῥωμαίους ἔρως ἔσχε· καὶ—ἔτυχον γὰρ τότε ἤδη οἱ παρὰ Ῥωμαίων ἥκοντες τὰ Λακεδαιμονίων καὶ Ἀχαιῶν δικάσαι—ἀφίκετο μὲν ἐν Τεγέᾳ τῇ Ἀρκάδων τοῖς ἀνδράσιν ἐς λόγους ὁ Κριτόλαος, ἀθροῖσαι δὲ Ἀχαιούς σφισιν ἐς κοινὸν σύλλογον οὐδαμῶς ἤθελεν, ἀλλὰ ἐς μὲν ἐπήκοον τῶν Ῥωμαίων ἔπεμπεν ἀγγέλους κελεύων τοὺς συνέδρους καλεῖν ἐς τὸ Ἀχαϊκόν, ἰδίᾳ δὲ τοῖς συνέδροις ἐπέστελλεν ἐς τὰς πόλεις ἀπολείπεσθαι σφᾶς τοῦ συλλόγου.

ὡς δὲ οὐκ ἀφίκοντο οἱ συνεδρεύσοντες, ἐνταῦθα ὁ Κριτόλαος μάλιστα ἐπεδείκνυτο ἀπάτῃ πρὸς Ῥωμαίους χρώμενος, ὃς ἄλλην ἐκέλευεν ἀναμένειν αὐτοὺς Ἀχαιῶν σύνοδον, ἐς μῆνα ἐσομένην ἕκτον· αὐτὸς δὲ οὐδὲν ἰδίᾳ διαλέξεσθαί σφισιν ἄνευ τοῦ κοινοῦ τοῦ Ἀχαιῶν ἔφασκε. καὶ οἱ μὲν ἐπεὶ ἀπατώμενοι συνῆκαν, ἀπηλλάσσοντο ἐς Ῥώμην· Κριτόλαος δὲ ἐς Κόρινθον Ἀχαιοὺς ἀθροίσας ἀνέπεισε μὲν ἐπιφέρειν ὅπλα ἐπὶ τὴν Σπάρτην, ἀνέπεισε δὲ καὶ Ῥωμαίοις ἐκ τοῦ εὐθέος πόλεμον ἄρασθαι.