Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

καί σφισιν ἀπεκρίνατο ἡ βουλὴ ἀποστέλλειν πρέσβεις, οἳ κρινοῦσιν ὅσα Λακεδαιμονίοις καὶ Ἀχαιοῖς διάφορα ἦν ἐς ἀλλήλους. καὶ τοῖς ἐκ Ῥώμης πρέσβεσι σχολαιτέρα πως ἐγίνετο ἡ ὁδός, ὥστε ἐξαπατᾶν ὑπῆρχεν ἐξ ἀρχῆς Διαίῳ τε Ἀχαιοὺς καὶ Μεναλκίδᾳ Λακεδαιμονίους· τοὺς μὲν δὴ παρῆγεν ὁ Δίαιος ὡς τὰ πάντα ἕπεσθαι Λακεδαιμόνιοί σφισιν ὑπὸ τῆς Ῥωμαίων βουλῆς εἰσιν ἐγνωσμένοι, Λακεδαιμονίους δὲ ὁ Μεναλκίδας ἠπάτα παντελῶς τοῦ συνεδρεύειν ἐς τὸ Ἀχαϊκὸν ὑπὸ Ῥωμαίων αὐτοὺς ἀπηλλάχθαι.

αὖθις οὖν ἐκ τῶν ἀντιλογιῶν Λακεδαιμονίοις ὥρμηντο Ἀχαιοὶ πολεμεῖν, καὶ στρατὸς ἐπὶ τὴν Σπάρτην ἠθροίζετο ὑπὸ Δαμοκρίτου στρατηγεῖν τηνικαῦτα Ἀχαιῶν ᾑρημένου. περὶ δὲ τὸν αὐτὸν χρόνον τοῦτον ἀφίκετο ἐς Μακεδονίαν στρατιά τε Ῥωμαίων καὶ ἡγεμὼν ἐπʼ αὐτῇ Μέτελλος, Ἀνδρίσκῳ τῷ Περσέως τοῦ Φιλίππου πολεμήσοντες ἀφεστηκότι ἀπὸ Ῥωμαίων. καὶ ὁ μὲν ἐν Μακεδονίᾳ πόλεμος ἔμελλεν ὡς ῥᾷστα κατὰ τὸ ἐπιτηδειότατον Ῥωμαίοις κριθήσεσθαι·

Μέτελλος δὲ ἄνδρας ὑπὸ τῆς Ῥωμαίων ἀπεσταλμένους βουλῆς ἐπὶ τὰ ἐν τῇ Ἀσίᾳ πράγματα ἐκέλευε, πρὶν ἢ ἐς τὴν Ἀσίαν διαβῆναι, τοῖς ἡγεμόσιν αὐτοὺς τοῖς Ἀχαιῶν ἐς λόγους ἐλθεῖν, ὅπλα μὲν ἐπὶ τὴν Σπάρτην μὴ ἐπιφέρειν σφίσιν ἀπαγορεύσοντας, τὴν δὲ ἐκ Ῥώμης παρουσίαν τῶν ἀνδρῶν προεροῦντας μένειν, οἳ κατὰ τοῦτο ἦσαν ἀπεσταλμένοι Λακεδαιμονίοις δικασταὶ καὶ Ἀχαιοῖς γενέσθαι.

οἱ μὲν δὴ τὰ ἐντεταλμένα Δαμοκρίτῳ καὶ Ἀχαιοῖς ἐπήγγελλον ἐφθακόσιν ἔξοδον ἐπὶ Λακεδαίμονα πεποιῆσθαι καὶ—ἑώρων γὰρ τὰ πρὸς τὴν παραίνεσιν ἀνθεστηκότα τὰ Ἀχαιῶν—ἀπηλλάσσοντο ἐς τὴν Ἀσίαν· Λακεδαιμόνιοι δὲ ὑπὸ φρονήματος μᾶλλον ἢ ἰσχύος ἔλαβον μὲν τὰ ὅπλα καὶ ἐπεξῆλθον ἀμυνοῦντες τῇ οἰκείᾳ, βιασθέντες δὲ οὐ μετὰ πολύ, ὅσον μὲν ἐς χιλίους οἱ ἡλικίᾳ μάλιστα αὐτῶν καὶ τόλμαις ἀκμάζοντες πίπτουσιν ἐν τῇ μάχῃ, τὸ δὲ ἄλλο στρατιωτικόν, ὡς ἕκαστος τάχους εἶχεν, ἔφευγον πρὸς τὴν πόλιν.

εἰ δὲ ὁ Δαμόκριτος προθυμίαν ἐποιήσατο, τοῖς φεύγουσιν ἐκ τῆς παρατάξεως ὁμοῦ καὶ Ἀχαιοῖς ἐσδραμεῖν ὑπῆρξεν ἂν ἐς τὸ τεῖχος τῆς Σπάρτης εἰς Σπάρτην· νῦν δὲ αὐτίκα τε ἀνεκάλεσεν ἀπὸ τῆς διώξεως τοὺς Ἀχαιοὺς καὶ ἐχρῆτο καὶ ἐς τὸ ἔπειτα καταδρομαῖς μᾶλλον καὶ ἁρπαγαῖς ἐκ τῆς χώρας ἢ συντόνῳ πολιορκίᾳ.

Δαμοκρίτῳ μὲν οὖν ἀπαγαγόντι ὀπίσω τὴν στρατιὰν ἐπιβάλλουσιν οἱ Ἀχαιοὶ ζημίαν πεντήκοντα ἅτε ἀνδρὶ προδότῃ τάλαντα, καὶ—οὐ γὰρ εἶχεν ἐκτῖσαι— φεύγων ᾤχετο ἐκ Πελοποννήσου· Δίαιος δὲ Ἀχαιῶν μετὰ Δαμόκριτον στρατηγεῖν ᾑρημένος ἀποστείλαντι αὖθις Μετέλλῳ πρέσβεις ὡμολόγησε μηδένα ἐπάξειν Λακεδαιμονίοις πόλεμον, ἀλλὰ ἔστʼ ἂν ἥκωσιν ἐκ Ῥώμης, ἀναμενεῖν τοὺς διαλλακτάς.

στρατήγημα δὲ ἄλλο ἐς τοὺς Λακεδαιμονίους παρεῦρε τοιόνδε· τὰ ἐν κύκλῳ τῆς Σπάρτης πολίσματα ἐς τὴν Ἀχαιῶν ὑπηγάγετο εὔνοιαν, ἐσήγαγε δὲ ἐς αὐτὰ καὶ φρουράς, ὁρμητήρια ἐπὶ τὴν Σπάρτην Ἀχαιοῖς εἶναι.

Μεναλκίδας δὲ ᾕρητο μὲν ὑπὸ Λακεδαιμονίων ἐναντία Διαίῳ στρατηγεῖν· ἐχόντων δὲ αὐτῶν ἔς τε τὴν πᾶσαν πολέμου παρασκευὴν καὶ οὐχ ἥκιστα τοῖς χρήμασιν ἀσθενῶς, πρὸς δὲ καὶ τῆς γῆς σφισιν ἀσπόρου μεμενηκυίας, †διας ὅμως τὰς σπονδὰς ὑπερβῆναι καὶ πόλισμα Ἴασον ἑλὼν ἐξ ἐπιδρομῆς ἐπόρθησεν, ἐν ὅροις μὲν χώρας τῆς Λακωνικῆς, Ἀχαιῶν δὲ ἐν τῷ τότε ὑπήκοον.