Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

τῷ δὲ Ἡρακλεῖ πρὸς τὸν Αὐγέαν πολεμοῦντι οὐδὲν ὑπῆρχεν ἀποδείκνυσθαι λαμπρόν· ἅτε γὰρ καὶ τόλμῃ καὶ ταῖς ἡλικίαις τοῦ Ἄκτορος τῶν παίδων ἀκμαζόντων, ἐτρέπετο ὑπʼ αὐτῶν ἀεὶ τὸ συμμαχικὸν τοῦ Ἡρακλέους, ἐς ὃ Ἰσθμικὰς σπονδὰς Κορινθίων ἐπαγγειλάντων καὶ θεωρῶν ἐς τὸν ἀγῶνα ἐρχομένων τῶν υἱῶν τοῦ Ἄκτορος ἀπέκτεινε σφᾶς λοχήσας ὁ Ἡρακλῆς ἐν Κλεωναῖς. ἀφανοῦς δὲ ὄντος τοῦ εἰργασμένου τὸν φόνον μάλιστα ἐποιεῖτο ἡ Μολίνη σπουδὴν τῶν παίδων τὸν αὐτόχειρα ἐξευρεῖν.

ὡς δὲ ἔμαθεν, ἐνταῦθα οἱ Ἠλεῖοι δίκας τοῦ φόνου παρὰ Ἀργείων ἀπῄτουν· τηνικαῦτα γὰρ ἔτυχεν Ἡρακλῆς ἐν Τίρυνθι οἰκῶν. μὴ διδόντων δέ σφισι δίκας τῶν Ἀργείων, οἱ δὲ δεύτερα ἐνέκειντο Κορινθίοις ἔκσπονδον τὸ Ἀργολικὸν πᾶν τοῦ ἀγῶνος γενέσθαι τοῦ Ἰσθμικοῦ. ὡς δὲ ἡμάρτανον καὶ τούτου, Μολίνην θέσθαι φασὶν ἐπὶ τοῖς πολίταις κατάρας, ἢν Ἰσθμίων μὴ θέλωσιν εἴργεσθαι. φυλάσσουσι δὲ τῆς Μολίνης καὶ ἐς τόδε ἔτι τὰς κατάρας, καὶ ὅσοι τὰ σώματα ἀσκοῦσιν Ἠλείων, οὔ σφισιν ἐς τὸν ἀγῶνα ἐσελθεῖν καθέστηκε τὸν Ἰσθμικόν.

διάφοροι δὲ τῷ εἰρημένῳ δύο εἰσὶν ἄλλοι λόγοι. τούτων δὲ ὁ μὲν Κύψελον τὸν τυραννήσαντα Κορινθίων φησὶν ἄγαλμα ἀναθεῖναι τῷ Διὶ χρυσοῦν ἐς Ὀλυμπίαν, προαποθανόντος δὲ τοῦ Κυψέλου πρὶν ἐπὶ τῷ ἀναθήματι τὸ ὄνομα ἐπιγράψαι τὸ αὑτοῦ, τοὺς Κορινθίους παρὰ Ἠλείων αἰτεῖν δοῦναί σφισιν ἐπιγράψαι δημοσίᾳ τὴν πόλιν ἐπὶ τῷ ἀναθήματι, οὐ τυχόντας δὲ ὀργῇ τε ἐς τοὺς Ἠλείους χρῆσθαι καὶ προειπεῖν σφισιν Ἰσθμίων εἴργεσθαι. πῶς ἂν οὖν Κορινθίοις αὐτοῖς τοῦ ἀγῶνος μετῆν τοῦ ἐν Ὀλυμπίᾳ, εἰ δὴ ἄκοντάς γε Ἠλείους ἀπὸ τῶν Ἰσθμίων εἶργον;

ὁ δὲ ἕτερος ἔχει τῶν λόγων Προλάῳ παῖδας ἀνδρὶ παρὰ Ἠλείοις δοκίμῳ καὶ τῇ γυναικὶ αὐτοῦ Λυσίππῃ Φίλανθον καὶ Λάμπον γενέσθαι· τούτους ἐπὶ τὸν ἀγῶνα ἐλθόντας τῶν Ἰσθμίων παγκρατιάσοντας ἐν παισί, τὸν δὲ αὐτῶν παλαίσοντα, ὑπὸ τῶν ἀνταγωνιστῶν, πρὶν ἢ ἐς τὸν ἀγῶνα ἐσελθεῖν, ἀποπνιγῆναι σφᾶς ἢ καὶ ἄλλῳ τῷ τρόπῳ διαχρησθῆναι· καὶ οὕτω τὰς ἐπὶ τοῖς Ἠλείοις, ἢν Ἰσθμίων μὴ ἑκόντες εἴργωνται, Λυσίππης ἀρὰς εἶναι. δείκνυται δὲ καὶ ὅδε εὐήθης ὢν ὁ λόγος.

Τίμωνι γὰρ ἀνδρὶ Ἠλείῳ γεγόνασι πεντάθλου νῖκαι τῶν ἐν Ἕλλησιν ἀγώνων, καί οἱ καὶ εἰκών ἐστιν ἐν Ὀλυμπίᾳ καὶ ἐλεγεῖον, στεφάνους τε ὁπόσους ἀνείλετο ὁ Τίμων λέγον καὶ δὴ καὶ αἰτίαν διʼ ἥντινα Ἰσθμικῆς οὐ μέτεστιν αὐτῷ νίκης· καὶ ἔχει τὰ ἐς τοῦτο τὸ ἐλεγεῖον·

  1. Σισυφίαν δὲ μολεῖν χθόνʼ ἐκώλυεν ἀνέρα νείκη
  2. ἀμφὶ Μολιονιδᾶν οὐλομένῳ θανάτῳ.
τάδε μὲν ἡμῖν ἐς τοσοῦτο ἐξητάσθω·