Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

Κορώνη δέ ἐστι πόλις ἐν δεξιᾷ τοῦ Παμίσου πρὸς θαλάσσῃ τε καὶ ὑπὸ τῷ ὄρει τῇ Μαθίᾳ. κατὰ δὲ τὴν ὁδὸν ταύτην ἐστὶν ἐπὶ θαλάσσῃ χωρίον, ὃ Ἰνοῦς ἱερὸν εἶναι νομίζουσιν· ἐπαναβῆναι γὰρ ἐνταῦθα ἐκ θαλάσσης φασὶν αὐτὴν θεόν τε ἤδη νομιζομένην καὶ Λευκοθέαν καλουμένην ἀντὶ Ἰνοῦς. προελθόντων δὲ οὐ πολὺ Βίας ἐκδίδωσιν ἐς θάλασσαν ποταμός· γενέσθαι δὲ αὐτῷ λέγουσι τὸ ὄνομα ἀπὸ Βίαντος τοῦ Ἀμυθάονος. καὶ Πλατανιστῶνος δὲ ἡ πηγὴ στάδια μὲν εἴκοσίν ἐστιν ἀπωτέρω τῆς ὁδοῦ, ῥεῖ δὲ ἐκ πλατάνου τὸ ὕδωρ πλατείας καὶ τὰ ἐντὸς κοίλης· κατὰ σπήλαιον μάλιστά που μικρὸν τὸ εὖρός ἐστι τοῦ δένδρου, καὶ τὸ ὕδωρ αὐτόθεν ἐς Κορώνην τὸ πότιμον κάτεισι.

τὸ μὲν δὴ ὄνομα τὸ ἀρχαῖον εἶχεν Αἴπεια· ἐπεὶ δὲ ὑπὸ Θηβαίων κατήχθησαν ἐς Πελοπόννησον, Ἐπιμηλίδην φασὶν ἀποσταλέντα οἰκιστὴν καλέσαι Κορώνειαν, εἶναι γὰρ αὐτὸν ἐκ Κορωνείας τῆς Βοιωτῶν, τοὺς δὲ Μεσσηνίους ἐξ ἀρχῆς τε οὐ κατορθοῦν περὶ τὸ ὄνομα καὶ μᾶλλον ἔτι ἀνὰ χρόνον ἐκνικῆσαι τὸ ἐκείνων ἁμάρτημα. λέγεται δὲ καὶ ἕτερος λόγος, ὡς τοῦ τείχους τὰ θεμέλια ὀρύσσοντες ἐπιτύχοιεν κορώνῃ χαλκῇ.

θεῶν δέ ἐστιν ἐνταῦθα Ἀρτέμιδός τε καλουμένης Παιδοτρόφου καὶ Διονύσου καὶ Ἀσκληπιοῦ ναός· τῷ μὲν δὴ Ἀσκληπιῷ καὶ Διονύσῳ λίθου, Διὸς δὲ Σωτῆρος χαλκοῦν ἄγαλμα ἐπὶ τῆς ἀγορᾶς πεποίηται. χαλκοῦν δὲ καὶ ἐν ἀκροπόλει τῆς Ἀθηνᾶς τὸ ἄγαλμά ἐστιν ἐν ὑπαίθρῳ, κορώνην ἐν τῇ χειρὶ ἔχουσα. εἶδον δὲ καὶ τοῦ Ἐπιμηλίδου μνῆμα· ἐφʼ ὅτῳ δὲ τὸν λιμένα Ἀχαιῶν καλοῦσιν, οὐκ οἶδα.

ἐκ Κορώνης δὲ ὡς ὀγδοήκοντα σταδίους προελθόντι Ἀπόλλωνός ἐστιν ἱερὸν πρὸς θαλάσσῃ τιμὰς ἔχον· ἀρχαιότατόν τε γὰρ λόγῳ τῷ Μεσσηνίων ἐστὶ καὶ νοσήματα ὁ θεὸς ἰᾶται, Κόρυνθον δὲ Ἀπόλλωνα ὀνομάζουσι. τοῦτο μὲν δὴ ξόανον, τοῦ Ἀργεώτα δὲ χαλκοῦν ἐστι τὸ ἄγαλμα· ἀναθεῖναι δέ φασι τοὺς ἐν τῇ Ἀργοῖ πλεύσαντας.

τῇ Κορωναίων δὲ πόλει ἐστὶν ὅμορος Κολωνίδες· οἱ δὲ ἐνταῦθα οὐ Μεσσήνιοί φασιν εἶναι, ἀλλὰ ἐκ τῆς Ἀττικῆς ἀγαγεῖν σφᾶς Κόλαινον λέγουσι, Κολαίνῳ δὲ κόρυδον τὴν ὄρνιθα ἐκ μαντεύματος ἐς τὴν ἀποικίαν ἡγήσασθαι. ἔμελλον δὲ ἄρα διάλεκτόν τε ἀνὰ χρόνον καὶ ἔθη μεταμαθήσεσθαι τὰ Δωριέων. κεῖται δὲ τὸ πόλισμα αἱ Κολωνίδες ἐπὶ ὑψηλοῦ, μικρὸν ἀπὸ θαλάσσης.

Ἀσιναῖοι δὲ τὸ μὲν ἐξ ἀρχῆς Λυκωρίταις ὅμοροι περὶ τὸν Παρνασσὸν ᾤκουν· ὄνομα δὲ ἦν αὐτοῖς, ὃ δὴ καὶ ἐς Πελοπόννησον διεσώσαντο, ἀπὸ τοῦ οἰκιστοῦ Δρύοπες. γενεᾷ δὲ ὕστερον τρίτῃ βασιλεύοντος Φύλαντος μάχῃ τε οἱ Δρύοπες ὑπὸ Ἡρακλέους ἐκρατήθησαν καὶ τῷ Ἀπόλλωνι ἀνάθημα ἤχθησαν ἐς Δελφούς· ἀναχθέντες δὲ ἐς Πελοπόννησον χρήσαντος Ἡρακλεῖ τοῦ θεοῦ πρῶτα μὲν τὴν πρὸς Ἑρμιόνι Ἀσίνην ἔσχον, ἐκεῖθεν δὲ ἐκπεσόντες ὑπὸ Ἀργείων οἰκοῦσιν ἐν τῇ Μεσσηνίᾳ, Λακεδαιμονίων δόντων καὶ ὡς ἀνὰ χρόνον οἱ Μεσσήνιοι κατήχθησαν οὐ γενομένης σφίσιν ὑπʼ αὐτῶν ἀναστάτου τῆς πόλεως.

Ἀσιναῖοι δὲ αὐτοὶ περὶ σφῶν οὕτω λέγουσι· κρατηθῆναι μὲν ὑπὸ Ἡρακλέους μάχῃ συγχωροῦσιν ἁλῶναί τε τὴν ἐν τῷ Παρνασσῷ πόλιν, αἰχμάλωτοι δὲ γενέσθαι καὶ ἀχθῆναι παρὰ τὸν Ἀπόλλωνα οὔ φασιν· ἀλλʼ ὡς ἡλίσκετο ὑπὸ τοῦ Ἡρακλέους τὸ τεῖχος, ἐκλιπεῖν τὴν πόλιν καὶ ἀναφυγεῖν ἐς τὰ ἄκρα τοῦ Παρνασσοῦ, διαβάντες δὲ ὕστερον ναυσὶν ἐς Πελοπόννησον γενέσθαι φασὶν Εὐρυσθέως ἱκέται, καὶ σφίσιν Εὐρυσθέα ἅτε ἀπεχθανόμενον τῷ Ἡρακλεῖ δοῦναι τὴν ἐν τῇ Ἀργολίδι Ἀσίνην.

μόνοι δὲ τοῦ γένους τοῦ Δρυόπων οἱ Ἀσιναῖοι σεμνύνονται καὶ ἐς ἡμᾶς ἔτι τῷ ὀνόματι, οὐδὲν ὁμοίως καὶ Εὐβοέων οἱ Στύρα ἔχοντες. εἰσὶ γὰρ καὶ οἱ Στυρεῖς Δρύοπες τὸ ἐξ ἀρχῆς, ὅσοι τῆς πρὸς τὸν Ἡρακλέα οὐ μετέσχον μάχης, ἀπωτέρω τῆς πόλεως ἔχοντες τὰς οἰκήσεις· ἀλλὰ οἱ μὲν Στυρεῖς καλεῖσθαι Δρύοπες ὑπερφρονοῦσι, καθάπερ γε καὶ οἱ Δελφοὶ πεφεύγασιν ὀνομάζεσθαι Φωκεῖς, Ἀσιναῖοι δὲ Δρύοπές τε τὰ μάλιστα χαίρουσι καλούμενοι καὶ τῶν ἱερῶν τὰ ἁγιώτατά εἰσι δῆλοι κατὰ μνήμην πεποιημένοι τῶν ποτὲ ἐν Παρνασσῷ σφισιν ἱδρυμένων. τοῦτο μὲν γὰρ Ἀπόλλωνός ἐστιν αὐτοῖς ναός, τοῦτο δὲ Δρύοπος ἱερὸν καὶ ἄγαλμα ἀρχαῖον· ἄγουσι καὶ παρὰ ἔτος αὐτῷ τελετήν, παῖδα τὸν Δρύοπα Ἀπόλλωνος εἶναι λέγοντες.

κεῖται δὲ ἐπὶ θαλάσσῃ καὶ αὐτὴ κατὰ τὰ αὐτὰ τῇ ποτὲ ἐν μοίρᾳ τῇ Ἀργολίδι Ἀσίνῃ· σταδίων δὲ τεσσαράκοντά ἐστιν ἐκ Κολωνίδων ἐς αὐτὴν ὁδός, τοσαύτη δὲ καὶ ἐκ τῆς Ἀσίνης πρὸς τὸν Ἀκρίταν καλούμενον. ἀνέχει δὲ ἐς θάλασσαν ὁ Ἀκρίτας, καὶ νῆσος Θηγανοῦσσά ἐστιν ἔρημος πρὸ αὐτοῦ· μετὰ δὲ τὸν Ἀκρίταν λιμήν τε Φοινικοῦς καὶ νῆσοι κατʼ αὐτὸν Οἰνοῦσσαι.

Μοθώνη δέ, πρὶν ἢ τὴν στρατιὰν ἐς Τροίαν ἀθροισθῆναι καὶ ἐπὶ τοῦ πρὸς Ἰλίῳ πολέμου καλουμένη Πήδασος, μεταβέβληκεν ὕστερον τὸ ὄνομα, ὡς μὲν αὐτοὶ Μοθωναῖοι λέγουσιν, ἀπὸ τῆς Οἰνέως θυγατρός· Οἰνεῖ γὰρ τῷ Πορθάονος μετὰ ἅλωσιν Ἰλίου παρὰ Διομήδην ἀναχωρήσαντι ἐς Πελοπόννησον θυγατέρα φασὶν ἐκ παλλακῆς Μοθώνην γενέσθαι· δόξῃ δὲ ἐμῇ δέδωκε τῷ χωρίῳ τὸ ὄνομα ὁ Μόθων λίθος. οὗτος δέ σφισι καὶ ὁ ποιῶν τὸν λιμένα ἐστί· τόν τε γὰρ ἔσπλουν στενώτερον ταῖς ναυσὶν ἐργάζεται παρήκων ὕφαλος καὶ ἅμα μὴ ἐκ βυθοῦ ταράσσεσθαι τὸν κλύδωνα ἔρυμα ἕστηκεν.

ἐδήλωσα δὲ καὶ ἐν τοῖς ἔμπροσθεν λόγοις ὅτι Ναυπλιεῦσιν ἐπὶ λακωνισμῷ διωχθεῖσι Δαμοκρατίδα βασιλεύοντος ἐν Ἄργει Μοθώνην Λακεδαιμόνιοι διδόασι καὶ ὡς οὐδὲ ἐκ τῶν Μεσσηνίων κατελθόντων ἐγένετο οὐδὲν ἐς αὐτοὺς νεώτερον· ἦσαν δὲ οἱ Ναυπλιεῖς ἐμοὶ δοκεῖν Αἰγύπτιοι τὰ παλαιότερα, παραγενόμενοι δὲ ὁμοῦ Δαναῷ ναυσὶν ἐς τὴν Ἀργολίδα ὕστερον γενεαῖς τρισὶν ὑπὸ Ναυπλίου τοῦ Ἀμυμώνης κατῳκίσθησαν ἐν Ναυπλίᾳ.