Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

οὗτος μὲν δὴ παρείχετο ὁ περίβολος τοσάδε ἐς μνήμην, πέραν δὲ διʼ αὐτοῦ δὲ ἄλλος ἐστὶν Ἀφροδίτης ἱερός· ἐν δὲ αὐτῷ πρῶτον ἄγαλμά ἐστιν Ἀντιόπης· εἶναι γάρ οἱ τοὺς παῖδας Σικυωνίους καὶ διʼ ἐκείνους ἐθέλουσι καὶ αὐτὴν Ἀντιόπην προσήκειν σφίσι. μετὰ τοῦτο ἤδη τὸ τῆς Ἀφροδίτης ἐστὶν ἱερόν. ἐσίασι μὲν δὴ ἐς αὐτὸ γυνή τε νεωκόρος, ᾗ μηκέτι θέμις παρʼ ἄνδρα φοιτῆσαι, καὶ παρθένος ἱερωσύνην ἐπέτειον ἔχουσα· λουτροφόρον τὴν παρθένον ὀνομάζουσι· τοῖς δὲ ἄλλοις κατὰ ταὐτὰ καὶ ὁρᾶν ἀπὸ τῆς ἐσόδου τὴν θεὸν καὶ αὐτόθεν προσεύχεσθαι.

τὸ μὲν δὴ ἄγαλμα καθήμενον Κάναχος Σικυώνιος ἐποίησεν, ὃς καὶ τὸν ἐν Διδύμοις τοῖς Μιλησίων καὶ Θηβαίοις τὸν Ἰσμήνιον εἰργάσατο Ἀπόλλωνα· πεποίηται δὲ ἔκ τε χρυσοῦ καὶ ἐλέφαντος, φέρουσα ἐπὶ τῇ κεφαλῇ πόλον, τῶν χειρῶν δὲ ἔχει τῇ μὲν μήκωνα τῇ δὲ ἑτέρᾳ μῆλον. τῶν δὲ ἱερείων τοὺς μηροὺς θύουσι πλὴν ὑῶν, τἄλλα δὲ ἀρκεύθου ξύλοις καθαγίζουσι, καιομένοις δὲ ὁμοῦ τοῖς μηροῖς φύλλον τοῦ παιδέρωτος συγκαθαγίζουσιν.

ἔνεστι δὲ ὁ παιδέρως ἐν ὑπαίθρῳ τοῦ περιβόλου πόα, φύεται δὲ ἀλλαχόθι οὐδαμοῦ γῆς, οὔτε ἄλλης οὔτε τῆς Σικυωνίας. τὰ δέ οἱ φύλλα ἐλάσσονα ἢ φηγοῦ, μείζονα δέ ἐστιν ἢ πρίνου, σχῆμα δέ σφισιν οἷον τοῖς τῆς δρυός· καὶ τὸ μὲν ὑπομελαίνει, τὸ δὲ ἕτερον λευκόν ἐστι· φύλλοις δʼ ἂν λεύκης μάλιστα εἰκάζοις τὴν χροιάν.

ἀπὸ τούτων δὲ ἀνιοῦσιν ἐς τὸ γυμνάσιον, ἔστιν ἐν δεξιᾷ Φεραίας ἱερὸν Ἀρτέμιδος· κομισθῆναι δὲ τὸ ξόανον λέγουσιν ἐκ Φερῶν. τὸ δέ σφισι γυμνάσιον τοῦτο Κλεινίας ᾠκοδόμησε, καὶ παιδεύουσιν ἐνταῦθα ἔτι τοὺς ἐφήβους. κεῖται δὲ λίθου λευκοῦ καὶ Ἄρτεμις τὰ ἐς ἰξὺν μόνον εἰργασμένη καὶ Ἡρακλῆς τὰ κάτω τοῖς Ἑρμαῖς τοῖς τετραγώνοις εἰκασμένος.

ἐντεῦθεν δὲ ἀποτραπεῖσιν ἐπὶ πύλην καλουμένην Ἱεράν, οὐ πόρρω τῆς πύλης ναός ἐστιν Ἀθηνᾶς, ὃν Ἐπωπεύς ποτε ἀνέθηκε μεγέθει καὶ κόσμῳ τοὺς τότε ὑπερβεβλημένον. ἔδει δὲ ἄρα χρόνῳ καὶ τοῦδε ἀφανισθῆναι τὴν μνήμην· κεραυνοῖς θεὸς αὐτὸν κατέκαυσε, βωμὸς δὲ ἐκεῖνος—οὐ γάρ τι ἐς αὐτὸν κατέσκηψε— μένει καὶ ἐς τόδε οἷον Ἐπωπεὺς ἐποίησε. πρὸ τοῦ βωμοῦ δὲ αὐτῷ μνῆμα Ἐπωπεῖ κέχωσται, καὶ τοῦ τάφου πλησίον εἰσὶν Ἀποτρόπαιοι θεοί· παρὰ τούτοις δρῶσιν ὅσα Ἕλληνες ἐς ἀποτροπὴν κακῶν νομίζουσιν. Ἐπωπέα δὲ καὶ Ἀρτέμιδι καὶ Ἀπόλλωνι τὸ πλησίον ἱερὸν ποιῆσαι λέγουσι, τὸ δὲ μετʼ αὐτὸ Ἥρας Ἄδραστον· ἀγάλματα δὲ ὑπελείπετο οὐδετέρῳ. βωμοὺς δὲ ὄπισθεν τοῦ Ἡραίου τὸν μὲν Πανὶ ᾠκοδόμησεν, Ἡλίῳ δὲ λίθου λευκοῦ.

καταβαίνουσι δὲ ὡς ἐπὶ τὸ πεδίον, ἱερόν ἐστιν ἐνταῦθα Δήμητρος· ἱδρῦσαι δέ φασιν αὐτὸ Πλημναῖον ἀποδιδόντα χάριν τῇ θεῷ τοῦ παιδὸς τῆς τροφῆς. τοῦ δὲ ἱεροῦ τῆς Ἥρας, ἣν ἱδρύσατο Ἄδραστος, ὀλίγον ἀπωτέρω Καρνείου ναός ἐστιν Ἀπόλλωνος· κίονες δὲ ἑστήκασιν ἐν αὐτῷ μόνοι, τοίχους δὲ οὐκέτι οὐδὲ ὄροφον οὔτε ἐνταῦθα εὑρήσεις οὔτε ἐν τῷ τῆς Προδρομίας Ἥρας. τοῦτον γὰρ δὴ Φάλκης ἱδρύσατο ὁ Τημένου, τῆς ὁδοῦ οἱ τῆς ἐς Σικυῶνα Ἥραν φάμενος ὁδηγὸν γενέσθαι.