Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

τὸν δὲ ἀποθανόντα ὑπὸ τοῦ Ἀπόλλωνος ποιηταὶ μὲν δράκοντα εἶναι καὶ ἐπὶ τῷ μαντείῳ φύλακα ὑπὸ Γῆς τετάχθαι φασί· λέγεται δὲ καὶ ὡς Κριοῦ δυναστεύοντος ἀνδρὸς περὶ Εὔβοιαν παῖς γένοιτο ὑβριστής, καὶ ἐσύλησε μὲν τοῦ θεοῦ τὸ ἱερόν, ἐσύλησε δὲ καὶ οἴκους ἀνδρῶν εὐδαιμόνων. ὡς δὲ ἐπεστράτευε καὶ δεύτερον, ἐνταῦθα οἱ Δελφοὶ τὸν Ἀπόλλωνα ἱκέτευον ἀμῦναί σφισι τὸν ἐπιόντα κίνδυνον·

καὶ ἡ Φημονόη πρόμαντις τηνικαῦτα οὖσα ἐν ἑξαμέτρῳ σφίσιν ἔχρησεν·

  1. ἀγχοῦ δὴ βαρὺν ἰὸν ἐπʼ ἀνέρι Φοῖβος ἐφήσει
  2. σίντῃ Παρνησσοῖο· φόνου δέ ἑ Κρήσιοι ἄνδρες
  3. χεῖρας ἁγιστεύςουσι· τὸ δὲ κλέος οὔ ποτʼ ὀλεῖται.

ἔοικε δὲ ἐξ ἀρχῆς τὸ ἱερὸν τὸ ἐν Δελφοῖς ὑπὸ ἀνθρώπων ἐπιβεβουλεῦσθαι πλείστων ἤδη. οὗτός τε ὁ Εὐβοεὺς λῃστὴς καὶ ἔτεσιν ὕστερον τὸ ἔθνος τὸ Φλεγυῶν, ἔτι δὲ Πύρρος ὁ Ἀχιλλέως ἐπεχείρησεν αὐτῷ, καὶ δυνάμεως μοῖρα τῆς Ξέρξου, καὶ οἱ χρόνον τε ἐπὶ πλεῖστον καὶ μάλιστα τοῦ θεοῦ τοῖς χρήμασιν ἐπελθόντες οἱ ἐν Φωκεῦσι δυνάσται, καὶ ἡ Γαλατῶν στρατιά. ἔμελλε δὲ ἄρα οὐδὲ τῆς Νέρωνος ἐς πάντα ὀλιγωρίας ἀπειράτως ἕξειν, ὃς τὸν Ἀπόλλωνα πεντακοσίας θεῶν τε ἀναμὶξ ἀφείλετο καὶ ἀνθρώπων εἰκόνας χαλκᾶς.

ἀρχαιότατον δὲ ἀγώνισμα γενέσθαι μνημονεύουσι καὶ ἐφʼ ᾧ πρῶτον ἆθλα ἔθεσαν, ᾆσαι ὕμνον ἐς τὸν θεόν· καὶ ᾖσε καὶ ἐνίκησεν ᾄδων Χρυσόθεμις ἐκ Κρήτης, οὗ δὴ ὁ πατὴρ λέγεται Καρμάνωρ καθῆραι Ἀπόλλωνα. Χρυσοθέμιδος δὲ ὕστερον Φιλάμμωνά τε ᾠδῇ μνημονεύουσι νικῆσαι καὶ ἐπʼ ἐκείνῳ Θάμυριν τὸν Φιλάμμωνος. Ὀρφέα δὲ σεμνολογίᾳ τῇ ἐπὶ τελεταῖς καὶ ὑπὸ φρονήματος τοῦ ἄλλου καὶ Μουσαῖον τῇ ἐς πάντα μιμήσει τοῦ Ὀρφέως οὐκ ἐθελῆσαί φασιν αὐτοὺς ἐπὶ ἀγῶνι μουσικῆς ἐξετάζεσθαι.