Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

θαυμάσαι δὲ ἄξιον ὅτι ἐν τῇ γῇ ταύτῃ χελιδόνες οὔτε τίκτουσιν οὔτε ἐκλέπουσί γε τὰ ᾠά, οὐδʼ ἂν ἀρχὴν πρὸς οἰκήματος ὀρόφῳ νεοσσιὰν χελιδὼν ποιήσαιτο· λέγουσι δὲ οἱ Φωκεῖς ὡς τῇ Φιλομήλᾳ καὶ ὄρνιθι οὔσῃ Τηρέως δεῖμα ἐφάνη καὶ οὕτω τῆς πατρίδος ἀπέστη τῆς Τηρέως. Δαυλιεῦσι δὲ Ἀθηνᾶς ἱερὸν καὶ ἄγαλμά ἐστιν ἀρχαῖον· τὸ δὲ ξόανον τὸ ἔτι παλαιότερον λέγουσιν ἐπαγαγέσθαι Πρόκνην ἐξ Ἀθηνῶν.

ἔστι δὲ τῆς Δαυλίας χώρα καλουμένη Τρωνίς· ἐνταῦθα ἡρῷον ἥρω Ἀρχηγέτου πεποίηται· τὸν δὲ ἥρω τοῦτον Ξάνθιππον οὐκ ἀφανῆ τὰ ἐς πόλεμον, οἱ δὲ Φῶκον εἶναι τὸν Ὀρνυτίωνος τοῦ Σισύφου φασίν. ἔχει δʼ οὖν ἐπὶ ἡμέρᾳ τε πάσῃ τιμὰς καὶ ἄγοντες ἱερεῖα οἱ Φωκεῖς τὸ μὲν αἷμα διʼ ὀπῆς ἐσχέουσιν ἐς τὸν τάφον, τὰ δὲ κρέα ταύτῃ σφίσιν ἀναλοῦν καθέστηκεν.

ἔστι δὲ καὶ ἄνοδος διὰ τῆς Δαυλίδος ἐς τὰ ἄκρα τοῦ Παρνασσοῦ μακροτέρα τῆς ἐκ Δελφῶν, οὐ μέντοι καὶ κατὰ ταὐτὰ χαλεπή. ἐς δὲ τὴν ἐπὶ Δελφῶν εὐθεῖαν ἀναστρέψαντι ἐκ Δαυλίδος καὶ ἰόντι ἐπὶ τὸ πρόσω, ἔστιν οἰκοδόμημα ἐν ἀριστερᾷ τῆς ὁδοῦ καλούμενον Φωκικόν, ἐς ὃ ἀπὸ ἑκάστης πόλεως συνίασιν οἱ Φωκεῖς.

μεγέθει μὲν μέγα τὸ οἴκημα, ἐντὸς δὲ αὐτοῦ κίονες κατὰ μῆκός εἰσιν ἑστηκότες· ἀναβασμοὶ δὲ ἀπὸ τῶν κιόνων ἀνήκουσιν ἐς ἑκάτερον τοῖχον, καὶ ἐπὶ τῶν ἀναβασμῶν τούτων οἱ συνιόντες τῶν Φωκέων καθέζονται. πρὸς δὲ τῷ πέρατι κίονες μὲν οὐκ εἰσὶν οὐδὲ ἀναβασμοί, Διὸς δὲ ἄγαλμα καὶ Ἀθηνᾶς καὶ Ἥρας, τὸ μὲν ἐν θρόνῳ τοῦ Διός, ἑκατέρωθεν δὲ ἡ μὲν κατὰ δεξιά, ἡ δὲ κατὰ ἀριστερὰ παρεστῶσα ἡ Ἀθηνᾶ πεποίηται.