Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

οὗτος μὲν δὴ ταῦτα ἔλεγεν, Πανοπέως δὲ ὅσον στάδια εἴκοσι καὶ ἑπτὰ ἀπέχει Δαυλίς. οἱ δὲ ἐνταῦθα ἄνθρωποι πλῆθος μέν εἰσιν οὐ πολλοί, μεγέθει δὲ καὶ ἀλκῇ καὶ ἐς ἐμὲ ἔτι δοκιμώτατοι Φωκέων. τὸ δὲ ὄνομα τῇ πόλει τεθῆναι λέγουσιν ἀπὸ Δαυλίδος νύμφης, θυγατέρα δὲ εἶναι τοῦ Κηφισοῦ τὴν Δαυλίδα. τοῖς δέ ἐστιν εἰρημένον ὡς τὸ χωρίον, ἔνθα ἡ πόλις ᾠκίσθη, παρείχετο συνεχῆ δένδρα, καλεῖσθαι δὲ τὰ δασέα ὑπὸ τῶν πάλαι δαῦλα· ἐπὶ τούτῳ δὲ καὶ Αἰσχύλον τὰ Γλαύκου τοῦ Ἀνθηδονίου γένεια ὑπήνην ὠνομακέναι δαῦλον.

ἐνταῦθα ἐν τῇ Δαυλίδι παραθεῖναι τῷ Τηρεῖ τὸν παῖδα αἱ γυναῖκες λέγονται, καὶ ἀνθρώποις τῶν ἐπὶ τραπέζῃ μιασμάτων τοῦτο ἦρξεν. ὁ δὲ ἔποψ ἐς ὃν ἔχει λόγος τὸν Τηρέα ἀλλαγῆναι, οὗτος ὁ ὄρνις μέγεθος μὲν ὀλίγον ἐστὶν ὑπὲρ ὄρτυγα, ἐπὶ τῇ κεφαλῇ δέ οἱ τὰ πτερὰ ἐς λόφου σχῆμα ἐξῆρται.

θαυμάσαι δὲ ἄξιον ὅτι ἐν τῇ γῇ ταύτῃ χελιδόνες οὔτε τίκτουσιν οὔτε ἐκλέπουσί γε τὰ ᾠά, οὐδʼ ἂν ἀρχὴν πρὸς οἰκήματος ὀρόφῳ νεοσσιὰν χελιδὼν ποιήσαιτο· λέγουσι δὲ οἱ Φωκεῖς ὡς τῇ Φιλομήλᾳ καὶ ὄρνιθι οὔσῃ Τηρέως δεῖμα ἐφάνη καὶ οὕτω τῆς πατρίδος ἀπέστη τῆς Τηρέως. Δαυλιεῦσι δὲ Ἀθηνᾶς ἱερὸν καὶ ἄγαλμά ἐστιν ἀρχαῖον· τὸ δὲ ξόανον τὸ ἔτι παλαιότερον λέγουσιν ἐπαγαγέσθαι Πρόκνην ἐξ Ἀθηνῶν.

ἔστι δὲ τῆς Δαυλίας χώρα καλουμένη Τρωνίς· ἐνταῦθα ἡρῷον ἥρω Ἀρχηγέτου πεποίηται· τὸν δὲ ἥρω τοῦτον Ξάνθιππον οὐκ ἀφανῆ τὰ ἐς πόλεμον, οἱ δὲ Φῶκον εἶναι τὸν Ὀρνυτίωνος τοῦ Σισύφου φασίν. ἔχει δʼ οὖν ἐπὶ ἡμέρᾳ τε πάσῃ τιμὰς καὶ ἄγοντες ἱερεῖα οἱ Φωκεῖς τὸ μὲν αἷμα διʼ ὀπῆς ἐσχέουσιν ἐς τὸν τάφον, τὰ δὲ κρέα ταύτῃ σφίσιν ἀναλοῦν καθέστηκεν.

ἔστι δὲ καὶ ἄνοδος διὰ τῆς Δαυλίδος ἐς τὰ ἄκρα τοῦ Παρνασσοῦ μακροτέρα τῆς ἐκ Δελφῶν, οὐ μέντοι καὶ κατὰ ταὐτὰ χαλεπή. ἐς δὲ τὴν ἐπὶ Δελφῶν εὐθεῖαν ἀναστρέψαντι ἐκ Δαυλίδος καὶ ἰόντι ἐπὶ τὸ πρόσω, ἔστιν οἰκοδόμημα ἐν ἀριστερᾷ τῆς ὁδοῦ καλούμενον Φωκικόν, ἐς ὃ ἀπὸ ἑκάστης πόλεως συνίασιν οἱ Φωκεῖς.

μεγέθει μὲν μέγα τὸ οἴκημα, ἐντὸς δὲ αὐτοῦ κίονες κατὰ μῆκός εἰσιν ἑστηκότες· ἀναβασμοὶ δὲ ἀπὸ τῶν κιόνων ἀνήκουσιν ἐς ἑκάτερον τοῖχον, καὶ ἐπὶ τῶν ἀναβασμῶν τούτων οἱ συνιόντες τῶν Φωκέων καθέζονται. πρὸς δὲ τῷ πέρατι κίονες μὲν οὐκ εἰσὶν οὐδὲ ἀναβασμοί, Διὸς δὲ ἄγαλμα καὶ Ἀθηνᾶς καὶ Ἥρας, τὸ μὲν ἐν θρόνῳ τοῦ Διός, ἑκατέρωθεν δὲ ἡ μὲν κατὰ δεξιά, ἡ δὲ κατὰ ἀριστερὰ παρεστῶσα ἡ Ἀθηνᾶ πεποίηται.

προϊὼν δὲ αὐτόθεν ἐπὶ ὁδὸν ἀφίξῃ καλουμένην Σχιστήν· ἐπʼ αὐτῇ τῇ ὁδῷ τὰ ἐς τὸν φόνον τοῦ πατρὸς Οἰδίποδι εἰργάσθη. ἔδει δὲ ἄρα παθημάτων τῶν Οἰδίποδος ἀνὰ πᾶσαν τὴν Ἑλλάδα ὑπολειφθῆναι μνημόσυνα. τεχθέντος μέν γε διαπείραντες διὰ τῶν σφυρῶν κέντρα ἐκτιθέασιν αὐτὸν ἐς τὴν Πλαταιίδα, ὄρος τὸν Κιθαιρῶνα· Κόρινθος δὲ καὶ ἡ ἐπὶ τῷ ἰσθμῷ χώρα τροφὸς τῷ Οἰδίποδι ἐγένετο· γῆ δὲ ἡ Φωκὶς καὶ ὁδὸς ἡ Σχιστὴ τοῦ πατρῴου φόνου τὸ μίασμα ὑπεδέξατο· Θηβαίοις δὲ καὶ ἐς πλέον γάμων τέ σφισι τῶν Οἰδίποδος καὶ ἀδικίας τῆς Ἐτεοκλέους ἐστὶν ἡ φήμη.