Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

οὐ μὴν καὶ ἐμέ γε ἔπειθον. ἐδήλωσα δὲ ἐν τοῖς προτέροις τοῦ λόγου Σαμίους Ῥοῖκον Φιλαίου καὶ Θεόδωρον Τηλεκλέους εἶναι τοὺς εὑρόντας χαλκὸν ἐς τὸ ἀκριβέστατον τῆξαι· καὶ ἐχώνευσαν οὗτοι πρῶτοι. Θεοδώρου μὲν δὴ οὐδὲν ἔτι οἶδα ἐξευρών, ὅσα γε χαλκοῦ πεποιημένα· ἐν δὲ Ἀρτέμιδος τῆς Ἐφεσίας πρὸς τὸ οἴκημα ἐρχομένῳ τὸ ἔχον τὰς γραφὰς λίθου θριγκός ἐστιν ὑπὲρ τοῦ βωμοῦ τῆς Πρωτοθρονίης καλουμένης Ἀρτέμιδος· ἀγάλματα δὲ ἄλλα τε ἐπὶ τοῦ θριγκοῦ καὶ γυναικὸς εἰκὼν πρὸς τῷ πέρατι ἕστηκε, τέχνη τοῦ Ῥοίκου, Νύκτα δὲ οἱ Ἐφέσιοι καλοῦσι.

τοῦτο οὖν τὸ ἄγαλμα τῆς ἐν τῇ Ἀμφίσσῃ Ἀθηνᾶς καὶ ἰδεῖν ἔστιν ἀρχαιότερον καὶ ἀργότερον τὴν τέχνην. ἄγουσι δὲ καὶ τελετὴν οἱ Ἀμφισσεῖς Ἀνάκτων καλουμένων παίδων· οἵτινες δὲ θεῶν εἰσιν οἱ Ἄνακτες παῖδες, οὐ κατὰ ταὐτά ἐστιν εἰρημένον, ἀλλʼ οἱ μὲν εἶναι Διοσκούρους, οἱ δὲ Κούρητας, οἱ δὲ πλέον τι ἐπίστασθαι νομίζοντες Καβείρους λέγουσι.

τούτων δὲ τῶν Λοκρῶν τοσαίδε ἄλλαι πόλεις εἰσίν· ἄνω μὲν ὑπὲρ Ἀμφίσσης πρὸς ἤπειρον Μυονία σταδίοις ἀπωτέρω τριάκοντα Ἀμφίσσης· οὗτοι καὶ τῷ Διὶ ἐν Ὀλυμπίᾳ εἰσὶν οἱ ἀναθέντες Μυᾶνες τὴν ἀσπίδα. κεῖται δὲ τὸ πόλισμα ἐπὶ ὑψηλοῦ, καί σφισιν ἄλσος καὶ βωμὸς θεῶν Μειλιχίων ἐστί· νυκτεριναὶ δὲ αἱ θυσίαι θεοῖς τοῖς Μειλιχίοις εἰσὶ καὶ ἀναλῶσαι τὰ κρέα αὐτόθι πρὶν ἢ ἥλιον ἐπισχεῖν νομίζουσι. καὶ Ποσειδῶνός ἐστιν ὑπὲρ τὴν πόλιν τέμενος καλούμενον Ποσειδώνιον, ἐν δὲ αὐτῷ ναὸς Ποσειδῶνος· τὸ δὲ ἄγαλμα ἐς ἐμὲ οὐκ ἦν.

οὗτοι μὲν δὴ ὑπεροικοῦσιν Ἀμφίσσης· ἐπὶ θαλάσσης δὲ Οἰάνθεια καὶ ταύτῃ ὁμοροῦσά ἐστι Ναύπακτος. πλὴν δὲ Ἀμφίσσης ὑπʼ Ἀχαιῶν οἱ ἄλλοι Πατρέων ἄρχονται, βασιλέως σφίσι δόντος Αὐγούστου. ἐν Οἰανθείᾳ δὲ Ἀφροδίτης τε ἱερὸν καὶ ὀλίγον ὑπὲρ τὴν πόλιν κυπαρίσσου τε ἀναμὶξ καὶ τῆς πίτυός ἐστιν ἄλσος καὶ ναός τε Ἀρτέμιδος καὶ ἄγαλμα ἐν τῷ ἄλσει· γραφαὶ δὲ ἐπὶ τῶν τοίχων ἐξίτηλοί τε ἦσαν ὑπὸ τοῦ χρόνου καὶ οὐδὲν ἔτι ἐλείπετο ἐς θέαν αὐτῶν.