Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

πολεμεῖν οὖν πρὸς τοὺς Κιρραίους ἔδοξεν Ἀμφικτύοσι, καὶ Κλεισθένην τε Σικυωνίων τυραννοῦντα προεστήσαντο ἡγεμόνα εἶναι καὶ Σόλωνα ἐξ Ἀθηνῶν ἐπηγάγοντο συμβουλεύειν· χρωμένοις δέ σφισιν ὑπὲρ νίκης ἀνεῖπεν ἡ Πυθία·

  1. οὐ πρὶν τῆσδε πόληος ἐρείψετε πύργον ἑλόντες,
  2. πρίν κεν ἐμῷ τεμένει κυανώπιδος Ἀμφιτρίτης
  3. κῦμα ποτικλύζῃ κελαδοῦν ἐπὶ οἴνοπα πόντον.
ἔπεισεν οὖν ὁ Σόλων καθιερῶσαι τῷ θεῷ τὴν Κιρραίαν, ἵνα δὴ τῷ τεμένει τοῦ Ἀπόλλωνος γένηται γείτων ἡ θάλασσα.

εὑρέθη δὲ καὶ ἕτερον τῷ Σόλωνι σόφισμα ἐς τοὺς Κιρραίους· τοῦ γὰρ Πλείστου τὸ ὕδωρ ῥέον διὰ ὀχετοῦ σφισιν ἐς τὴν πόλιν ἀπέστρεψεν ἀλλαχόσε ὁ Σόλων. καὶ οἱ μὲν πρὸς τοὺς πολιορκοῦντας ἔτι ἀντεῖχον ἔκ τε φρεάτων καὶ ὕδωρ τὸ ἐκ τοῦ θεοῦ πίνοντες· ὁ δὲ τοῦ ἐλλεβόρου τὰς ῥίζας ἐμβαλὼν ἐς τὸν Πλεῖστον, ἐπειδὴ ἱκανῶς τοῦ φαρμάκου τὸ ὕδωρ ᾔσθετο ἔχον, ἀπέστρεψεν αὖθις ἐς τὸν ὀχετόν. καὶ—ἐνεφορήσαντο γὰρ ἀνέδην οἱ Κιρραῖοι τοῦ ὕδατος—καὶ οἱ μὲν ὑπὸ ἀπαύστου τῆς διαρροίας ἐξέλιπον οἱ ἐπὶ τοῦ τείχους τὴν φρουράν,

Ἀμφικτύονες δὲ ὡς εἷλον τὴν πόλιν, ἐπράξαντο ὑπὲρ τοῦ θεοῦ δίκας παρὰ Κιρραίων, καὶ ἐπίνειον Δελφῶν ἐστιν ἡ Κίρρα. παρέχεται δὲ καὶ ἐς θέαν Ἀπόλλωνος καὶ Ἀρτέμιδος καὶ Λητοῦς ναόν τε καὶ ἀγάλματα μεγέθει μεγάλα καὶ ἐργασίας Ἀττικῆς. ἡ δὲ Ἀδράστεια ἵδρυται μὲν ἐν τῷ αὐτῷ σφίσι, μεγέθει δὲ τῶν ἄλλων ἀποδέουσα ἀγαλμάτων ἐστίν.

ἡ δὲ γῆ ἡ Λοκρῶν τῶν καλουμένων Ὀζολῶν προσεχὴς τῇ Φωκίδι ἐστὶ κατὰ τὴν Κίρραν. ἐς δὲ τὴν ἐπίκλησιν τῶν Λοκρῶν τούτων διάφορα ἤκουσα, ὁμοίως δὲ ἅπαντα δηλώσω. Ὀρεσθεῖ τῷ Δευκαλίωνος βασιλεύοντι ἐν τῇ χώρᾳ κύων ἔτεκεν ἀντὶ σκύλακος ξύλον· κατορύξαντος δὲ τοῦ Ὀρεσθέως τὸ ξύλον ἅμα τῷ ἦρι φῦναι ἄμπελον ἀπʼ αὐτοῦ λέγουσι καὶ ἀπὸ τοῦ ξύλου τῶν ὄζων γενέσθαι τὸ ὄνομα τοῖς ἀνθρώποις.