Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

Ἀθηναίων δὲ ἄνδρες ἐπισκεψόμενοι μὲν ἀφίκοντο ἐν Δελφοῖς· τότε δὲ ἐπανήκοντες τά τε ἄλλα ἤγγελλον ὁποῖα συμβεβήκει τοῖς βαρβάροις καὶ τὰ ἐκ τοῦ θεοῦ κατειληφότα. οἱ δὲ αὐτοί τε ἐξεστρατεύοντο καὶ ὡς τὴν Βοιωτίαν διώδευον οἱ Βοιωτοί σφισιν ἀνεμίχθησαν· οὕτω δὴ ἀμφότεροι τοῖς βαρβάροις ἐπακολουθοῦντες ἐλόχων τε καὶ ἔκτεινον τοὺς ἀεὶ ἐσχάτους.

τοῖς δὲ φεύγουσιν ὁμοῦ τῷ Βρέννῳ καὶ οἱ περὶ τὸν Ἀκιχώριον ἐν τῇ προτέρᾳ νυκτὶ ἀνεμίχθησαν· βραδεῖαν γὰρ τὴν πορείαν ἐποίησάν σφισιν οἱ Αἰτωλοὶ τοῖς τε ἀκοντίοις ἐς αὐτοὺς ἀφειδέστερον καὶ ὅτῳ τύχοιεν καὶ ἄλλῳ χρώμενοι, ὥστε ἐς τὸ στρατόπεδον τὸ πρὸς τῇ Ἡρακλείᾳ μοῖρα οὐ πολλὴ διέφυγεν ἐξ αὐτῶν. τῷ δὲ Βρέννῳ κατὰ μὲν τὰ τραύματα ἐλείπετο ἔτι σωτηρίας ἐλπίς· τῶν δὲ πολιτῶν φόβῳ φασὶν αὐτὸν καὶ τῇ αἰδοῖ πλέον, ἅτε τῶν ἐν τῇ Ἑλλάδι κακῶν αἴτιον, ἑκουσίως ἀφεῖναι τὴν ψυχὴν ἀκράτου πίνοντα τοῦ οἴνου.

καὶ τὸ ἀπὸ τούτου δὲ οἱ βάρβαροι μέχρι μὲν τοῦ Σπερχειοῦ χαλεπῶς ἐκομίσθησαν, τῶν Αἰτωλῶν βιαίως σφίσιν ἐγκειμένων· ὡς δὲ ἀφίκοντο ἐπὶ τὸν Σπερχειόν, οἱ ἐντεῦθεν ὑποκαθήμενοι Θεσσαλοὶ καὶ οἱ Μαλιεῖς ἐνεφορήθησαν οὕτω σφῶν ὡς μηδένα οἴκαδε ἀποσωθῆναι.

ἐγένετο δὲ τῶν Κελτῶν στρατεία τε ἐπὶ τὴν Ἑλλάδα καὶ ἡ ἀπώλεια Ἀναξικράτους Ἀθήνῃσιν ἄρχοντος, δευτέρῳ δὲ ἔτει τῆς πέμπτης Ὀλυμπιάδος ἐπὶ εἴκοσι καὶ ἑκατόν, ἣν Λάδας Αἰγιεὺς ἐνίκα στάδιον· τῷ δὲ ἔτει τῷ ἐφεξῆς Δημοκλέους Ἀθήνῃσιν ἄρχοντος, οἱ δὲ αὖθις ἐς τὴν Ἀσίαν διαβαίνουσιν οἱ Κελτοί.

ταῦτα μὲν δὴ οὕτω γενόμενα ἴστω τις· ἐν δὲ τῷ προνάῳ τῷ ἐν Δελφοῖς γεγραμμένα ἐστὶν ὠφελήματα ἀνθρώποις ἐς βίον, ἐγράφη δὲ ὑπὸ ἀνδρῶν οὓς γενέσθαι σοφοὺς λέγουσιν Ἕλληνες. οὗτοι δὲ ἦσαν ἐκ μὲν Ἰωνίας Θαλῆς τε Μιλήσιος καὶ Πριηνεὺς Βίας, Αἰολέων δὲ τῶν ἐν Λέσβῳ Πιττακὸς Μιτυληναῖος, ἐκ δὲ Δωριέων τῶν ἐν τῇ Ἀσίᾳ Κλεόβουλος Λίνδιος, καὶ Ἀθηναῖός τε Σόλων καὶ Σπαρτιάτης Χίλων· τὸν δὲ ἕβδομον Πλάτων ὁ Ἀρίστωνος ἀντὶ Περιάνδρου τοῦ Κυψέλου Μύσωνα κατείλοχε τὸν Χηνέα· κώμη δὲ ἐν τῇ Οἴτῃ τῷ ὄρει ᾠκοῦντο αἱ Χῆναι. οὗτοι οὖν οἱ ἄνδρες ἀφικόμενοι ἐς Δελφοὺς ἀνέθεσαν τῷ Ἀπόλλωνι τὰ ᾀδόμενα Γνῶθι σαυτὸν καὶ Μηδὲν ἄγαν.

οὗτοι μὲν δὴ ἐνταῦθα ἔγραψαν τὰ εἰρημένα, θεάσαιο δʼ ἂν καὶ εἰκόνα Ὁμήρου χαλκῆν ἐπὶ στήλῃ καὶ ἐπιλέξει τὸ μάντευμα ὃ γενέσθαι τῷ Ὁμήρῳ λέγουσιν·

  1. ὄλβιε καὶ δύσδαιμον—ἔφυς γὰρ ἐπʼ ἀμφοτέροισι—,
  2. πατρίδα δίζηαι. μητρὶς δέ τοι, οὐ πατρίς ἐστιν.
  3. ἔστιν Ἴος νῆσος μητρὸς πατρίς, ἥ σε θανόντα
  4. δέξεται. ἀλλὰ νέων παίδων αἴνιγμα φύλαξαι.
δεικνύουσι δὲ οἱ Ἰῆται καὶ Ὁμήρου μνῆμα ἐν τῇ νήσῳ καὶ ἑτέρωθι Κλυμένης, τὴν Κλυμένην μητέρα εἶναι τοῦ Ὁμήρου λέγοντες.

Κύπριοι δὲ—οἰκειοῦνται γὰρ δὴ καὶ οὗτοι Ὅμηρον—Θεμιστώ τε αὐτῷ μητέρα εἶναι τῶν τινα ἐπιχωρίων γυναικῶν λέγουσι καὶ ὑπὸ Εὔκλου προθεσπισθῆναι τὰ ἐς τὴν γένεσιν τὴν Ὁμήρου φασὶν ἐν τοῖσδε·

  1. καὶ τότʼ ἐν εἰναλίῃ Κύπρῳ μέγας ἔσσετʼ ἀοιδός,
  2. ὅν τε Θεμιστὼ τέξει ἐπʼ ἀγροῦ δῖα γυναικῶν
  3. νόσφι πολυκτεάνοιο πολύκλειτον Σαλαμῖνος.
  4. Κύπρον δὲ προλιπὼν διερός θʼ ὑπὸ κύμασιν ἀρθείς,
  5. Ἑλλάδος εὐρυχόρου μοῦνος κακὰ πρῶτος ἀείσας
  6. ἔσσεται ἀθάνατος καὶ ἀγήραος ἤματα πάντα.
ταῦτα ἡμεῖς ἀκούσαντές τε καὶ ἐπιλεξάμενοι τοὺς χρησμοὺς ἰδίᾳ δὲ οὐδένα αὐτῶν λόγον οὔτε ἐς πατρίδα οὔτε περὶ ἡλικίας Ὁμήρου γράφομεν.

ἐν δὲ τῷ ναῷ πεποίηται μὲν Ποσειδῶνος βωμός, ὅτι τὸ μαντεῖον τὸ ἀρχαιότατον κτῆμα ἦν καὶ Ποσειδῶνος, ἕστηκε δὲ καὶ ἀγάλματα Μοιρῶν δύο· ἀντὶ δὲ αὐτῶν τῆς τρίτης Ζεύς τε Μοιραγέτης καὶ Ἀπόλλων σφίσι παρέστηκε Μοιραγέτης. θεάσαιο δʼ ἂν ἐνταῦθα καὶ ἑστίαν, ἐφʼ ᾗ Νεοπτόλεμον τὸν Ἀχιλλέως ὁ ἱερεὺς ἀπέκτεινε τοῦ Ἀπόλλωνος· τὰ δὲ ἐς τοῦ Νεοπτολέμου τὴν τελευτήν ἐστιν ἡμῖν ἑτέρωθι εἰρημένα.

ἀνάκειται δὲ οὐ πόρρω τῆς ἑστίας θρόνος Πινδάρου· σιδήρου μέν ἐστιν ὁ θρόνος, ἐπὶ δὲ αὐτῷ φασιν, ὁπότε ἀφίκοιτο ἐς Δελφοὺς, καθέζεσθαί τε τὸν Πίνδαρον καὶ ᾄδειν ὁπόσα τῶν ᾀσμάτων ἐς Ἀπόλλωνά ἐστιν. ἐς δὲ τοῦ ναοῦ τὸ ἐσωτάτω, παρίασί τε ἐς αὐτὸ ὀλίγοι καὶ χρυσοῦν Ἀπόλλωνος ἕτερον ἄγαλμα ἀνάκειται.

ἐξελθόντι δὲ τοῦ ναοῦ καὶ τραπέντι ἐς ἀριστερὰ περίβολός ἐστι καὶ Νεοπτολέμου τοῦ Ἀχιλλέως ἐν αὐτῷ τάφος· καί οἱ κατὰ ἔτος ἐναγίζουσιν οἱ Δελφοί. ἐπαναβάντι δὲ ἀπὸ τοῦ μνήματος λίθος ἐστὶν οὐ μέγας· τούτου καὶ ἔλαιον ὁσημέραι καταχέουσι καὶ κατὰ ἑορτὴν ἑκάστην ἔρια ἐπιτιθέασι τὰ ἀργά· ἔστι δὲ καὶ δόξα ἐς αὐτὸν δοθῆναι Κρόνῳ τὸν λίθον ἀντὶ τοῦ παιδός, καὶ ὡς αὖθις ἤμεσεν αὐτὸν ὁ Κρόνος.

ἰοῦσι δὲ ὡς ἐπὶ τὸν ναὸν αὖθις μετὰ τοῦ λίθου τὴν θέαν ἐστὶν ἡ Κασσοτὶς καλουμένη πηγή· τεῖχος δὲ οὐ μέγα ἐπʼ αὐτῇ καὶ ἡ ἄνοδος διὰ τοῦ τείχους ἐστὶν ἐπὶ τὴν πηγήν. ταύτης τῆς Κασσοτίδος δύεσθαί τε κατὰ τῆς γῆς λέγουσι τὸ ὕδωρ καὶ ἐν τῷ ἀδύτῳ τοῦ θεοῦ τὰς γυναῖκας μαντικὰς ποιεῖν· τὴν δὲ τῇ κρήνῃ δεδωκυῖαν τὸ ὄνομα τῶν περὶ τὸν Παρνασσὸν νυμφῶν φασιν εἶναι.