Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Καταλειπομένης δὲ ἐπὶ πᾶσι τῆς περὶ τὸ ποῖον τῶν θανάτων [*](m 193) ἐπισκέψεως προδιαληψόμεθα διὰ τῶν ἐν τοῖς περὶ τῶν χρόνων τῆς ζωῆς ἐφωδευμένων, πότερον κατὰ ἄφεσιν ἀκτῖνος ἡ ἀναίρεσις ἀποτελεσθήσεται ἢ κατὰ τὴν ἐπὶ [*](5 cf. Cumont, Égypte 65, 1 7 ib. 61, 3 9 ib. 61, 3 17 Heph. II 24: CCAG VIII 2, 89 s.) [*](1 δυπλοίων(!) δυσοδιῶν Dy δυσωδιῶν VYMS 2 κρημνισμῶν βγ κριμνισμῶν V κροισμνησμῶν Y 3 πνευμάτων YMS καὶ πν. VDy 6 συλήσεις VYDy τυραννήσεις MS 10 ἔτι βγ ἐπὶ VY τῆς μὲν βγ μὲν τῆς V μὲν Υ 11 ἐκ βγ τουτέστιν VY διαφορᾶς ΜSy ἔσται διαφορὰς VYD 12 κτήσεως] κτίσεως V 18 ἐξ ἀρχῆς] ἑξῆς V κυρίας VYD κυρείαν MS καὶ κυρείαν γ 15 ἕ πλανωμένων V cm. Υβγ ἐπιβάσεων V 17 περὶ θανάτου ποιότητος VYDy π. ποιότ. θαν. Μ ἐπίσκεψις περὶ τοῦ τέλους τῆς ζωῆς περὶ τοῦ θανάτου S2 i. mg. 18 πᾶσι VYy τὸ πᾶσι β 19 ἐπισκέψεως — τῶν ἐν om. Y 20 ἄφεσιν] ἔφασιν V 21 τὴν ἐπὶ om. MS)

200
τὸ δυτικὸν τοῦ ἐπικρατήτορος καταφοράν· εἰ μὲν γὰρ κατὰ ἄφεσιν καὶ ὑπάντησιν ἡ ἀναίρεσις γένοιτο, τὸν τῆς ὑπαντήσεως τόπον εἰς τὴν τοῦ θανάτου ποιότητα προσήκει παρατηρεῖν, εἰ δὲ κατὰ τὴν ἐπὶ τὸ δῦνον καταφοράν, αὐτὸν τὸν δυτικὸν τόπον.

ὁποῖοι γὰρ ἂν ὦσιν ἤτοι οἱ ἐπόντες τοῖς εἰρημένοις τόποις ἤ, ἐὰν μὴ ἐπῶσιν, οἱ πρῶτοι τῶν ἄλλων αὐτοῖς ἐπιφερόμενοι, τοιούτους καὶ τοὺς θανάτους ἔσεσθαι διαληπτέον, συλλαμβανομένων ταῖς φύσεσιν αὐτῶν πρὸς τὸ ποικίλον τῶν συμπτωμάτων τῶν τε συσχηματιζομένων ἀστέρων καὶ τῆς αὐτῶν τῶν εἰρημένων ἀναιρετικῶν τόπων ἰδιοτροπίας ζῳδιακῶς τε καὶ κατὰ τὴν τῶν ὁρίων φύσιν.

ὁ μὲν οὖν τοῦ Κρόνου τὴν κυρίαν τοῦ θανάτου λαβὼν ποιεῖ τὰ τέλη διὰ νόσων πολυχρονίων καὶ φθίσεων καὶ ῥευματισμῶν καὶ συντήξεων καὶ ῥιγοπυρέτων καὶ σπληνικῶν καὶ ὑδροπικῶν καὶ κοιλιακῶν καὶ ὑστερικῶν διαθέσεων, καὶ ὅσαι κατὰ πλεονασμὸν τοῦ ψυχροῦ συνίστανται·

ὁ δὲ τοῦ Διὸς ποιεῖ τοὺς θανάτους ἀπὸ συνάγχης καὶ περιπνευμονίας καὶ ἀποπληξίας καὶ σπασμῶν καὶ κεφαλαλγίας καὶ τῶν καρδιακῶν διαθέσεων, καὶ ὅσαι κατὰ πνεύματος ἀμετρίαν ἢ δυσωδίαν ἐπισυμπίπτουσιν·

ὁ δὲ τοῦ Ἄρεως ἀπὸ πυρετῶν συνεχῶν καὶ ἡμιτριταϊκῶν καὶ αἰφνιδίων [*](m 199) πληγῶν καὶ νεφριτικῶν καὶ αἱμοπτυϊκῶν διαθέσεων καὶ αἱμορραγιῶν καὶ ἐκτρωσμῶν καὶ τοκετῶν καὶ ἐρυσιπελάτων καὶ ὀλέθρων, καὶ ὅσα τῶν νοσημάτων κατ’ ἐκπύρωσιν καὶ ἀμετρίαν τοῦ θερμοῦ τοὺς θανάτους ἐπιφέρει·

ὁ δὲ τῆς Ἀφροδίτης διὰ στομαχικῶν καὶ ἡπατικῶν [*](1 ἐπικρατήτορος γ ἐπικρατῆρος VYD κρατήτορος MS 2 ἄφεσιν] ἔφεσιν V γένοιτο] γίνεται V 4 δῦνον] δυτικὸν Υ 5 τόπον om. MS γὰρ om. V 6 ἕποσιν VY 8 συλλαμβανομένων VY συμβαλλομένων βγ 16 κοιλιακῶν V κοιλικῶν D κωλυκῶν MS καὶ (alt.) γ ἢ YMS ὑστερικῶν] ὑστέρων Y ὅσαι γ ὅσα Y ὅσοι MS 20 ὅσαι Vy ὅσα ὅσοι β 21 ἐπισυμπίπτουσιν βγ ἐπισυνάπτουσιν VY 23 πτυϊκῶν VMS πτωηκῶν Y πτοϊκῶν Dy 24 αἱμορραγιῶν VYDy αἱμορροικῶν MS 27 ὑπατικῶν Y)

201
καὶ λειχήνων καὶ δυσεντερικῶν διαθέσεων ποιεῖ τοὺς θανάτους, ἔτι δὲ καὶ διὰ νομῶν καὶ συρίγγων καὶ φαρμάκων δόσεων, καὶ ὅσα τοῦ ὑγροῦ πλεονάσαντος ἢ φθαρέντος ἀποτελεῖται συμπτώματα·

ὁ δὲ τοῦ Ἑρμοῦ, διὰ μανιῶν καὶ ἐκστάσεων καὶ μελαγχολιῶν καὶ πτωματισμῶν καὶ ἐπιλήψεων καὶ βηχικῶν καὶ ἀναφορικῶν νοσημάτων, καὶ ὅσα τοῦ ξηροῦ πλεονάσαντος ἢ φθαρέντος [*](c 52) συνίσταται.

ἰδίοις μὲν οὗν τελευτῶσι θανάτοις οἱ κατὰ τὸν εἰρημένον τρόπον μεταστάντες τοῦ ζῆν, ὅταν οἱ τὴν κυρίαν τοῦ θανάτου λαβόντες ἐπὶ τῆς ἰδίας ἢ τῆς οἰκείας φυσικῆς ἰδιοτροπίας τύχωσιν ὄντες ὑπὸ μηδενὸς καθυπερτερηθέντες τῶν κακῶσαι καὶ ἐπισφαλέστερον ποιῆσαι τὸ τέλος δυναμένων, βιαίοις δὲ καὶ ἐπισήμοις,

ὅταν ἀμφότεροι κυριεύσωσιν οἱ κακοποιοὶ τῶν ἀναιρετικῶν τόπων ἤτοι συνόντες ἢ τετραγωνίζοντες ἢ διαμηκίζοντες, ἢ ὁπότερος αὐτῶν ἢ καὶ ἀμφότεροι τὸν ἥλιον ἢ καὶ τὴν [*](m 200) σελήνην ἢ καὶ ἀμφότερα τά φῶτα καταλάβωσι, τῆς μὲν τοῦ θανάτου κακώσεως ἀπὸ τῆς αὐτῶν συνελεύσεως συνισταμένης, τοῦ δὲ μεγέθους ἀπὸ τῆς τῶν φώτων ἐπιμαρτυρήσεως, τῆς δὲ ποιότητος πάλιν ἀπὸ τῆς τῶν λοιπῶν ἀστέρων συνεπιθεωρήσεως καὶ τῶν τοὺς κακοποιούς περιεχόντων ζῳδίων.

ὁ μὲν γὰρ τοῦ Κρόνου τὸν ἥλιον παρὰ τὴν αἵρεσιν τετραγωνίσας ἢ διαμηκίσας έν μὲν τοῖς στερεοῖς ποιεῖ τοὺς κατὰ θλίψιν ὄχλων ἢ ἀγχόναις ἢ στραγγαλιαῖς ἀπολλυμένους, ὁμοίως δέ, κἂν δύνῃ τῆς σελήνης ἐπιφερομένης, ἐν δὲ τοῖς θηριώδεσι τόποις ἢ ζῳδίοις [*](3 δόσεων γ δόσεως YMS 5 ἐκτάσεων(!) V 8 τελευτήσωσι V 9 τρόπον] τόπον Υ 12 ἐπισφαλέστερον VDγ ἐπιφάνερον Y ἐπιφανέστερον MS 13 ὅταν VY ὅταν ἢ βγ 13.14 ἀμφότεροι VYS ἀμφότερα γ 17 καταλάβωσιν λάβωσι Y κακοθῶσι β κακώσωσι γ μὲν] μέντοι γ 18 ἐλεύσεως V 21 συνεπιθεωρήσεως γ ἐπιθεωρήσεως MS κακοποιοὺς] κακοὺς Y 22 ὑπερεχόντων Y 24 κατὰ θλίψιν γ κατάληψιν MS ἀγχόναις γ ἄχονες V ἀγχόνης MS 24.25 στραγγαλίαις VYD λιαῖς MS στραγγο(??) ρίαις γ 26 τόποις ἢ om. MS)

202
ὑπὸ θηρίων διαφθειρομένους, κἂν ὁ τοῦ Διὸς ἐπιμαρτυρήσῃ κεκακωμένος καὶ αὐτός, ἐν δημοσίοις τόποις ἢ ἐπισήμοις ἡμέραις θηριομαχοῦντας, ἀνθωροσκοπήσας - δὲ ὁποτέρῳ τῶν φώτων ἐν εἱρκταῖς ἀπολλυμένους, τῷ δὲ τοῦ Ἑρμοῦ συσχηματισθείς, καὶ μάλιστα περὶ τοὺς ἐν τῇ σφαίρᾳ ὅφεις ἢ τὰ χερσαῖα τῶν ζῳδίων, ἀπὸ δακετῶν ἰοβόλων ἀποθνησκοντας,

Ἀφροδίτης δὲ αὐτοῖς προσγενομένης ὑπὸ φαρμακειῶν καὶ γυναικείων ἐπιβουλῶν, ἐν Παρθένῳ δὲ καὶ Ἰχθύσιν ἢ τοῖς καθύγροις ζῳδίοις τῆς σελήνης συσχηματισθείσης ὑποβρυχίους καὶ ἐν ὕδασιν ἀποπνιγομένους, περὶ δὲ τὴν Ἀργὼ καὶ ναυαγίοις περιπίπτοντας, ἐν δὲ τοῖς τροπικοῖς ἢ τετραπόδοις ἡλίῳ συνὼν ἢ διαμηκίσας ἢ ἀντὶ τοὺ ἡλίου τῷ τοῦ Ἄρεως ὑπὸ συμπτώσεων καταλαμβανομένους, ἐὰν δὲ καὶ μεσουρανῶσιν ἢ ἀντιμεσουρανῶσιν, ἀπὸ ὕψους κατακρημνιζομένους. [*](m 201)

ὁ δὲ τοῦ Ἄρεως τῷ ἡλίῳ παρ’ αἵρεσιν ἢ τῇ σελήνῃ τετράγωνος ἢ διάμετρος σταθεὶς ἐν μὲν τοῖς ἀνθρωποειδέσι ζῳδίοις έν στάσεσιν ἐμφυλίοις ἢ ὑπὸ πολεμίων ποιεῖ σφαζομένους ἢ αὐτόχειρας ἑαυτῶν γινομένους, διὰ γυναῖκας δὲ ἢ γυναικῶν φονέας, ἐπὰν καὶ ὁ τῆς Ἀφροδίτης αὐτοῖς μαρτυρήσῃ· κἂν ὁ τοῦ Ἑρμοῦ δὲ τούτοις συσχηματισθῇ ὑπὸ πειρατῶν ἢ λῃστηρίων ἢ κακούρ- [*](3 cf. Cumont, Egypte 60,1 4 ib. 191,1 8 ib. 176, 4 19 ib. 199, 4 22 ib. 65,3) [*](1 ἐπιμαρτυρῆ V 3 ἡμέραις VYSy ἡμέρας DM 4 ὁποτέρῳ] ἀμφώτερον(!) Υ 5 περὶ VY 6 ζῳδίων VY ζῴων βγ ἀπὸ VMDy ὑπὸ YS δακέστων MS 7 Ἀφροδίτην προσγενομένης Υβ μένη V μένου γ 9 παρθένῳ] ABBREV γ 10 τῇ σελήνῃ συσχηματισθείσῃ V 11 Ἀργὼ Υβγ ἀργὴν V 12 τροπικοῖς] τρεπτικοῖς V τετραπόδοις om. βγ 14 καταλαμβανομένας V 14.15 psaovgavmvaDy μεσουρανήσωσιν YMS 15 ἦ ἀντιμεσουρανῶσιν VDC ἢ ἀντιμεσουρανήσωσιν YMS om. A 16 τῷ τοῦ ἡλίου MS 18 ἢ om. V ὑπὸ VYS ἀπὸ γ 19 ἑαυτῶν] αὐτῶν V 20 ἢ β ἢ καὶ ἢ ὑπὸ γ φονέας β φονευομένους γ 21 αὐτοῖς γ Procl, αὐτὸν β τούτοις γ τούτῳ D αὐτῷ MS 22 ὑπὸ πειρατῶν] ἢ ἀπὸ πύρας Y)

203
γων ἀπολλυμένους, ἐπὶ δὲ τῶν μελεοκοπουμένων καὶ [*](c 52v) ἀτελῶν ζῳδίων ἢ κατὰ τὸ Γοργόνιον τοῦ Περσέως ἀποκεφαλιζομένους ἢ μελεοκοπουμένους, ἐν δὲ Σκορπίῳ καὶ Ταύρῳ καύσεσιν ἢ τομαῖς ἢ ἀποτομαῖς ἰατρῶν καὶ σπασμοῖς ἀποθνῄσκοντας,

ἐπὶ δὲ τοῦ μεσουρανήματος ἢ ἀντιμεσουρανήματος σταυροῖς ἀνορθουμένους, καὶ μάλιστα περὶ τὸν Κηφέα καὶ τὴν Ἀνδρομέδαν, ἐπὶ δὲ τοῦ δύνοντος ἢ ἀνθωροσκοποῦντος ζῶντας καιουμένους, ἐν δὲ τοῖς τετραπόδοις ἀπὸ συμπτώσεων καὶ συνθραύσεων ἢ συρμάτων ἀποθνῄσκοντας.

τοῦ δὲ τοῦ Διὸς καὶ τούτῳ μαρτυρήσαντος καὶ συγκακωθέντος ἐπισήμοις πάλιν ἀπόλλυνται κατακρίσεσι καὶ χόλοις ἡγεμόνων ἢ βασιλέων· συγγενόμενοι δὲ ἀλλήλοις οἱ κακοποιοὶ καὶ οὕτως διαμηκίσαντες ἐπί τινος τῶν εἰρημένων αἰτιατικῶν διαθέσεων συνεργοῦσιν ἔτι μᾶλλον πρὸς τὴν τοῦ θανάτου κάκωσιν τῆς κατὰ τὸ ποῖον κυρίας περὶ τὸν αὐτοῦ τοῦ ἀναιρετι- [*](m 202) κοῦ τόπου τυχόντα γινομένης ἢ καὶ πολλῶν τῶν θανατικῶν συμπτωμάτων ἢ δισσῶν ἤτοι κατὰ τὸ ποῖον ἢ κατὰ τὸ πόσον ἀποτελουμένων,

ὅταν ἀμφότεροι λόγον ἔχωσι πρὸς τοὺς ἀναιρετικοὺς τόπους. οἱ τοιοῦτοι δὲ καὶ ταφῆς ἄμοιροι καταλείπονται, δαπανῶνται δὲ ὑπὸ θηρίων ἢ οἰωνῶν, ὅταν περὶ τά ὁμοειδῆ τῶν ζῳδίων οἱ κακοποιοὶ τύχωσι μηδενὸς τῶν ἀγαθοποιῶν τῷ ὑπὸ γῆν ἢ τοῖς ἀναιρετικοῖς τόποις μαρτυρήσαντος. ἐπὶ ξένης δὲ οἱ θάνατοι, [*](3 Cumont, Egypte 195, 4 12 ib. 212,1 20 ib. 199, 1) [*](2 τὸ] τὸν Y 3.4 καὶ ταύρῳ VY ἢ κενταύρῳ βγ 5 ἢ ἀντι- μεσουρανήματος om. A 6 ἀνορθουμένους V -ορθω- γ -αρτου- Υ -ωρθω- β 7 τὴν om. VD 9 τετραπόδοις τετράποσι Υβγ καὶ συνθραύσεων om. MS συρμάτων βγ συμπτωμάτων VY 10 τοῦ (prius) τῷ V 11 ἐπισήμοις VY ἐπισήμως βγ 12 καὶ] ἢ V ἢ] καὶ V 13 συγγενώμενοι V 14 εἰρημένων om. Y αἰτιακῶν VY 16 τὸν VYDy τὸν τυγχάνοντα MS 17 τόπου MSy τόπον VYD πολλῶν βγ διὰ τῶν VY ἢ καὶ πολλῶν—19 ἀποτελουμένων non vert. Procl. 18 ἢ (prius) om. VY 28 τῷ] τινα Y γῆν VYy γῆν ἡμισφαιρίῳ ὄντος S2 τῆ Μ om. D (lac.))

204
γίνονται τῶν τοὺς ἀναιρετικοὺς τόπους κατασχόντων ἀστέρων έν τοῖς ἀποκλίμασιν ἐκπεσόντων, μάλισθ’ ὅταν καὶ ἡ σελήνη παροῦσα ἢ τετραγωνίζουσα ἢ διαμηκίζουσα τύχῃ τοὺς εἰρημένους τόπους.