Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Ἐπειδὴ δὲ τῷ περὶ γάμου τόπῳ καὶ ὁ περὶ τέκνων ἀκολουθεῖ, σκοπεῖν δεήσει τοὺς τῷ κατὰ κορυφὴν τόπῳ ἢ τῷ ἐπιφερομένῳ, τουτέστι τῷ τοῦ. ἀγαθοῦ δαίμονος, προσόντας ἢ συσχηματιζομένους, εἰ δὲ μή, τοὺς τοῖς διαμέτροις αὐτῶν, καὶ σελήνην μὲν καὶ Δία καὶ Ἀφροδίτην πρὸς δόσιν τέκνων λαμβάνειν, ἥλιον δὲ καὶ Ἄρη καὶ Κρόνον πρὸς ἀτεκνίαν ἢ ὀλιγοτεκνίαν, τὸν δὲ τοῦ Ἑρμοῦ, πρὸς ὁπότερον ἂν αὐτῶν τύχῃ συσχηματισθείς, ἐπίκοινον, καὶ ἐπιδοτῆρα μὲν ὅταν ἀνατολικὸς ᾗ, ἀφαιρέ- [*](m 190) την δ’ ὅταν δυτικός.

οἱ μὲν οὖν δοτῆρες ἁπλῶς μὲν οὕτως κείμενοι καὶ κατὰ μόνας ὄντες μόναχὰ διδόασι τέκνα, ἐν δισώμοις δὲ δισσὰ καὶ ἐν θηλυκοῖς ζῳδίοις. ὁμοίως δὲ καὶ ἐν τοῖς πολυσπέρμοις, οἷον Ἰχθύσι καὶ Καρκίνῳ καὶ Σκορπίῳ, δισσὰ ἢ καὶ πλείονα, καὶ ἠρρενω· [*](6 Heph. ΙΙ 21: CCAG VIII 2, 88; Val. ΙΙ 39; 33—39) [*](1 μόνος αἴτιος γίνεται VDy μόν. γίν. αἴτ. Y αἴτ. μόν. γίν. ΜS 2 ἐπιψόγους γ ἐπιτέγους VD ἐπιψέγους Μ ἐπὶ τούτοις Y 2, 3 ἐπιψόγων S τῶν ἐπὶ τέγους VDy τῶν ἐπὶ τούτοις Υ ἐπιψέγους Μ 3 τοῦ (prius) τῷ MS 4 συλαμβανομένων(!) V 5 τοῦ (prius) VYDy τῷ S τὸ Μ τοῦ (alt) om. VD 5.6 εὐπταιστότερον] ἀφεστότερον Υ 8 ἐπειδὴ δὲ V ἐπειδὴ τὰ Y ἐπεὶ δὲ βγ 10 ἐπιφερομένῳ β ἐπιφερομένου Υ ἐπαναφερομένῳ γ 12 Ἀφροδίτι V 13 λαμβάνειν VDMy παραλαμβάνειν YS 18.14 ἡλίου δὲ καὶ Ἄρεως καὶ Κρόνου V 15 ὁπότερον VYDy ὁποτέρους MS 17 ὅταν] ὅτε V οἱ] ὁ V μὲν (alt.) VDA οὕτως μὲν Y om. MSC 19 δὲ δισσὰ Υ δισσὰ VD δὲ βγ 20 δὲ καὶ VY τε βγ 20.21 ἰχθύσι καὶ καρκίνῳ καὶ σκορπίῳ V ABBREV καὶ ABBREV καὶ m, καὶ x Y ἴχθυσι καὶ αἰγοκέρωτι D αἰγ. καὶ ἰχθ. MS ABBREV ABBREV x καὶ ABBREV C ABBREV και ABBREV Α 21 δισσὰ VYD γ δυσὶ MS ἠρρενωμένοι ΥβC μένα V μένοις A)

192
μένοι τοῖς τε ζῳδίοις καὶ τοῖς πρὸς ἥλιον σχηματισμοῖς ἄρρενα, τεθηλυσμένοι δὲ θήλεα, καθυπερτερηθέντες δὲ ὑπὸ τῶν κακοποιῶν καὶ ἐν στειρώδεσι ζῳδίοις τυχόντες, οἷον Λέοντι Παρθένῳ, διδόασι μέν, οὐκ ἐπὶ καλῷ δὲ οὐδὲ ἐπὶ διαμονῇ.

ἥλιος δὲ καὶ of κακοποιοὶ διακατασχόντες τοὺς εἰρημένους τόπους ἐὰν μὲν ἐν ἀρρενικοῖς ὦσιν ἢ στειρώδεσι ζῳδίοις καὶ ὑπὸ τῶν ἀγαθοποιῶν ἀκαθυπερτέρητοι, τελείας εἰσὶν ἀτεκνίας δηλωτικοί, ἐπὶ θηλυκῶν δὲ ἢ πολυσπέρμων ζῳδίων τυχόντες ἢ ὑπὸ τῶν ἀγαθοποιῶν μαρτυρηθέντες διδόασι μέν, ἐπισινῆ δὲ ἢ ὀλιγοχρόνια.

τῶν δὲ αἱρέσεων ἀμφοτέρων λόγον ἐχουσῶν πρὸς τὰ τεκνοποιὰ ζῴδια τῶν δοθέντων τέκνων ἀποβολαὶ γενήσονται πάντων ἢ ὀλίγων, πρὸς τὰς ὑπεροχὰς τῶν [*](c 49 v) καθ’ ἑκατέραν αἵρεσιν μαρτυρησάντων, ὁποτέρους ἂν εὑρίσκωμεν ἤτοι πλείους δυνατωτέρους ἐν τῷ ἀνατολικωτέρους ὑπάρχειν ἐπικεντροτέρους ἢ καθυπερτερεῖν ἢ ἐπαναφέρεσθαι.

ἐὰν μὲν οὖν οἱ κυριεύσαντες τῶν εἰρημένων ζῳδίων ἀνατολικοὶ τυγχάνωσι, δοτῆρες ἔσονται τέκνων, εἰ δὲ ἐν ἰδίοις ὦσιν τόποις, ἔνδοξα καὶ ἐπιφανῆ ποιοῦσι τὰ δοθέντα τέκνα, ἐὰν δὲ δυτικοὶ καὶ ἐν τοῖς τῆς ἀλλοτρίας αἱρέσεως τόποις, ταπεινὰ καὶ ἀνεπίφαντα. [*](m 191)

κἂν μὲν σύμφωνοι τῇ ὥρᾳ καὶ τῷ κλήρῳ τῆς τύχης καταλαμβάνωνται, προσφιλῆ τοῖς γονεῦσι καὶ ἐπαφρόδιτα καὶ κληρονομοῦντα τὰς οὐσίας αὐτῶν, ἐὰν δὲ ἀσύνδετοι ἢ ἀντικείμενοι, μάχιμα καὶ ἐχθροποιούμενα καὶ ἐπιβλαβῆ καὶ μὴ παραλαμβάνοντα τὰς τῶν γονέων οὐσίας· ὁμοίως [*](1 τε] ἀρρενικοῖς Y 2 τεθ(??)λυσμένοι YDC λυσμένα V λυσμένοις MA λυμένοις S 3 ζῳδίοις βγ τόποις VY 4 οἷον YMSy οἷόν ἐστι VD ἢ om. YMS δίδωσι V 6 ἀρρ. ζῳδίοις Μ 79 τῶν—τυχόντες ἣ om. MS 12 ἐπιβολαὶ Y 13 ὀλίγων] ὀλ. ὄντων V ὑπεροχὰς VYDy ὑπερεχούσας Μ ὑπορεχούσας S 14 ἂν VY ἐὰν βγ 18 ἔσονται βγ ὄντες VY 19 εἰ δὲ DMy ἢ VY εἰ S 21 ταπεινὰ καὶ] τὰ γενόμενα Y 22 τῇ ὥρα β τῶ ὡροσκόπω γ 22. 23 καταλαμβάνωνται MSC ονται VYDA 23 κά) (alt) om. V ‘24 τὰς VYSy τῆς Μ ἐὰν Υ ἂν βγ)

193
δέ, κἂν μὲν ἀλλήλοις ὦσι συνεσχηματισμένοι συμφώνως οἱ τὰ τέκνα διδόντες, διαμένουσιν οἱ δοθέντες φιλάδελφοι καὶ τιμητικοὶ πρὸς ἀλλήλους, ἐὰν δὲ ἀσύνδετοι ἢ διάμετροι, φιλέχθρως καὶ ἐπιβουλευτικῶς διακείμενοι·

τὰ δὲ κατὰ μέρος πάλιν ἄν τις καταστοχάζοιτο χρησάμενος ἐφ’ ἑκάστου τῷ τὴν δόσιν πεποιημένῳ τῶν ἀστέρων ὡροσκοπίῳ καὶ ἀπὸ τῆς λοιπῆς διαθέσεως ὡς ἐπὶ γενέσεως τὴν περὶ τῶν ὁλοσχερεστέρων ἐπίσκεψιν ποιούμενος.