Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

πρὸς τά παιδικὰ μόνα νοσηματώδεις, ἀρρενικῶν δὲ ὄντων τῶν ζῳδίων καὶ πρὸς πᾶσαν ἀρρένων ἡλικίαν, κἂν μὲν ὁ τῆς Ἀφροδίτης δυτικώτερος ᾖ, ταπειναῖς ἢ δούλαις ἢ ἀλλοφύλοις συνερχομένους, ἐὰν δὲ ὁ τοῦ Ἄρεως, ὑπερεχούσαις ἢ ὑπάνδροις ἢ δεσποίναις.

ἐπὶ δὲ τῶν γυναικῶν [*](m 189) ὁ τῆς Ἀφροδίτης ἐπισκεπτέος· συσχηματιζόμενος γὰρ τῷ τοῦ Διὸς ἢ καὶ τῷ τοῦ Ἑρμοῦ σώφρονας καὶ καθαρίους ποιεῖ περὶ τὰ ἀφροδίσια, καὶ τοῦ τοῦ Κρόνου δὲ [*](c 19) ἀπόντος τῷ τοῦ Ἑρμοῦ συνοικειωθεὶς κεκινημένας μὲν καὶ ὀρεκτικάς, εὐλαβεῖς δὲ καὶ ὀκνηράς τὰ πολλὰ καὶ τὸ αἰσχρὸν φυλασσομένας·