Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Ἑξῆς δὲ τούτοις ὄντος τοῦ περὶ συναρμογῶν λόγου περὶ μὲν τῶν κατὰ νόμους ἀνδρὸς καὶ γυναικὸς συμβιώσεων οὕτως σκεπτέον. ἐπὶ μὲν τῶν ἀνδρῶν ἀφορᾶν δεῖ τὴν σελήνην αὐτῶν, πῶς διάκειται. πρῶτον μὲν γὰρ ἐν τοῖς ἀπηλιωτικοῖς τυχοῦσα τεταρτημορίοις νεογάμους [*](m 183) ποιεῖ τοὺς ἄνδρας ἢ νεωτέραις παρ’ ἡλικίαν συμβάλλοντας, ἐν δὲ τοῖς λιβικοῖς βραδυγάμους ἢ πρεσβυτέραις [*](14 58. cf. Heph. II 21: CCAG VI, 98; Val. II 37, 38; Firm. VI 32, 27—32; VII 16, 1—5; 18, 1—2; Gundel, XVIII; Cumont, Egypte 177 as.) [*](3 ὑποπρακτικὰς VYDy ὑπὸ τὰς πρακτικὰς ΣMS 6 ταπεινοὺς Σ 7 χρωματοκρασίας τη-suprascr.)V cf. Procl. χρωματοκρατησίας γ χρωμοκρασίας ΣMS 8 καταρριψοκινδυνίας V καταψηφοκινδηνίας(!) Y ῥιψοκινδυνευσίας Σβ ῥιψοκινδυνίας γ 11 θεωρουμένου VYDSy θεωρουμένων ΣΜ 12 τά τε ἑῴαν ἀεὶ om. EMS 14 περὶ συναρμογῶν VΣDγ περὶ ἁρμογῶν ἤγουν γάμους καὶ συζυγίας γάμων Y ἐπίσκεψις περὶ συναλαγμάτων γάμου 83 i. mg. 16 τῶν βγ τῆς α συμβιώσεων VDy συμβιώσεως Y συμβιβάσεως ΣΜS 17 σκοπτέον V post ἀνδρῶν lac. unius circiter versus V 18 αὐτῶν V αὐτὴν Σβγ om. Y 19 ad ἀπλη.: τοῖς ἀπὸ ABBREV καὶ π ABBREV μέχρι τῆς διχοτόμου γ (i. mg.) 21 ad λιβικοῖς: τοῖς ἀπὸ διχοτόμου μέχρι ABBREV ἢ π ABBREV γ (i. mg.))

185
συνιόντας, εἰ δὲ ὑπὸ τὰς αὐγὰς εἴη καὶ τῷ τοῦ Κρόνου συσχηματιζομένη, τέλεον ἀγάμους.

ἔπειτα, ἐὰν μὲν ἐν μονοειδεῖ ζῳδίῳ ἢ καὶ ἑνὶ τῶν ἀστέρων συνάπτουσα τύχῃ, μονογάμους ἀποτελεῖ, ἐὰν δὲ ἐν δισώμῳ ἢ καὶ πολυμόρφῳ ἢ καὶ πλείοσιν ἐν τῷ αὐτῷ ζῳδίῳ τὴν συναφὴν ἐπέχουσα, πολυγάμους. κἂν μὲν οἷ τὰς συναφὰς ἐπέχοντες τῶν ἀστέρων ἤτοι κατὰ κολλήσεις ἢ κατὰ μαρτυρίας ἀγαθοποιοὶ τυγχάνωσιν, λαμβάνουσιν γυναῖκας ἀγαθάς, ἐὰν δὲ κακοποιοὶ τὰς ἐναντίας.

Κρόνος μὲν γὰρ ἐπισχὼν συναφὴν περιποιεῖ γυναῖκας ἐπιπόνους καὶ αὐστηράς, Ζεὺς δὲ σεμνὰς καὶ οἰκονομικάς, Ἄρης δὲ θρασείας καὶ ἀνυποτάκτους, Ἀφροδίτη δὲ ἱλαρὰς καὶ εὐμόρφους καὶ ἐπιχαρίτους, Ἑρμῆς δὲ συνετὰς καὶ ὀξείας, ἔτι δὲ Ἀφροδίτη μετὰ μὲν Διὸς ἢ Κρόνου ἢ μεθ’ Ἑρμοῦ βιωφελεῖς καὶ φιλάνδρους καὶ φιλοτέκνους, μετὰ δὲ Ἄρεως θυμικάς καὶ ἀστάτους καὶ ἀγνώμονας.

ἐπὶ δὲ τῶν γυναικῶν ἀφορᾶν δεῖ τὸν ἥλιον αὐτῶν, ἐπειδήπερ καὶ αὐτὸς ἐν μὲν τοῖς ἀπηλιωτικοῖς πάλιν τυχὼν τεταρτημορίοις ποιεῖ τὰς ἐχούσας αὐτὸν οὕτως διακείμενον ἤτοι νεογάμους ἢ νεωτέροις συμβαλλούσας, ἐν δὲ τοῖς λιβικοῖς βραδυγάμους [*](m 184) ἢ πρεσβυτέροις παρ’ ἡλικίαν, ζευγνυμένας, καὶ ἐν μὲν [*](1 συνιόντας γ συνιῶντας VD συνόντας ΣΜ i. mg. περὶ τοῦ ἀνδρὸς S 2 μὲν ἐν 0111. Y 4 ἀποτελεῖ γ ποιεῖ ΣMS ἐν 0111. V 5 συνάφειαν Σ 6 ἐπέχουσα YD ἐπέχοντα V ἔχουσα ΣMS ἐπέχωσι C ἐπέχουσι A 7 ἤτοι] ἢ γ κατὰ μαρτυρίας γ καταμαρτυρίας V κατὰ μαρτυροποιίας ΣMS 8 ἀγαθοὶ Σ τυγχάνωσιν βγ τυγχάνουσι α 9 ὁ τοῦ γ γὰρ om. ΣMS 10 περιποιεῖ γ ποιεῖ ΣΜ 11 ὁ δὲ τοῦ ABBREV γ (et sic deinceps) 12 ἱλ. καὶ εὐμ. καὶ ἐπιχ. γ Procl, εὐμ. καὶ ἐπιχ. καὶ ἱλ. αMS 13 Ἀφροδίτη αDS Ἀφροδίτης γ 14 Κρόνου ἢ μεθ’ Ἑρμοῦ VYD ἢ ABBREV μεθ’ ABBREV ΣMS ABBREV ἢ ABBREV γ 16 ἀγνώμονας γ Procl. κακογνωμόνας Y ἀλλογνώμονας ΣMS 17 αὐτῶν VY αὐτὸν Σβγ 18 ad ἀπηλ.: ἀπηλιωτικὰ ἐνταῦθα τὰ ἀπὸ ὡροσκόπου ἄχρι τοῦ μεσουρανήματος καὶ ἀπὸ τοῦ δυτικοῦ ἄχρι τοῦ ὑπογείου. λιβικὰ δὲ τὰ λοιπά γ (i. mg.) 21 πρεσβ. VYD y πρεσβ. πάλιν ΣMS)

186
μονοειδεῖ ζῳδίῳ τυχὼν ἢ ἑνὶ τῶν ἑῴων ἀστέρων συνάπτων μονογάμους, ἐν δισώμῳ δὲ ἢ πολυμόρφῳ πάλιν ἢ καὶ πλείοσιν ἑῴοις συσχηματισθεὶς πολυγάμους.

Κρόνου μὲν οὖν ὡσαύτως τῷ μὲν ἡλίῳ συσχηματισθέντος λαμβάνουσιν ἄνδρας καθεστῶτας καὶ χρησίμους καὶ φιλοπόνους, Διὸς δὲ σεμνοὺς καὶ μεγαλοψύχους, Ἄρεως δὲ· δράστας καὶ ἀστόργους καὶ ἀνυποτάκτους, Ἀφροδίτης δὲ καθαρίους καὶ εὐμόρφους, Ἑρμοῦ δὲ βιωφελεῖς καὶ ἐμπράκτους, Ἀφροδίτης δὲ μετὰ μὲν Κρόνου νωχελεῖς καὶ εὐλαβεστέρους ἐν τοῖς ἀφροδισίοις, μετὰ δὲ Ἄρεως θερμοὺς καὶ καταφερεῖς καὶ μοιχώδεις, μετὰ δὲ Ἑρμοῦ περὶ παῖδας ἐπτοημένους.

λέγομεν δὲ νῦν ἀπηλιωτικὰ τεταρτημόρια ἐπὶ μὲν τοῦ ἡλίου τὰ προηγούμενα τοῦ τε ἀνατέλλοντος σημείου τοῦ ζῳδιακοῦ καὶ τοῦ δύνοντος,

ἐπὶ δὲ τῆς σελήνης τὰ ἀπὸ συνόδου καὶ πανσελήνου [*](c 48) μέχρι τῶν διχοτόμων, λιβικὰ δὲ τὰ τοῖς εἰρημένοις ἀντικείμενα. διαμένουσι μὲν οὖν ὡς ἐπίπαν αἱ συμβιώσεις, ὅταν ἀμφοτέρων τῶν γενέσεων τὰ φῶτα συσχηματιζόμε- να τύχῃ συμφώνως, τουτέστιν ὅταν ἢ τρίγωνα ἀλλήλοις ἢ ἑξάγωνα, καὶ μάλιστα, ὅταν ἐναλλὰξ τοῦτο συμβαίνῃ, πολὺ δὲ πλεῖον, ὅταν ἡ τοῦ ἀνδρὸς σελήνη τῷ τῆς γυναικὸς ἡλίῳ.

διαλύονται δὲ ἐκ τῶν τυχόντων καὶ ἀπαλ- λοτριοῦνται τέλεον, ὅταν αἱ προειρημέναι τῶν φώτων [*](m 185) στάσεις ἢ ἐν ἀσυνδέτοις ζῳδίοις τύχωσιν ἢ ἐν διαμέτροις ἢ τετραγώνοις.

κἂν μὲν τοὺς συμφώνονς τῶν φώ- [*](1 τυχὼν] τυγχάνων γ ἔνι γ ἑνὸς ΣMS τῶν ἑῴων VDy ἑῷα ὄντων Y ἑῴου τῶν EMS συνάπτων αΜS 8 συσχημ αS Procl. σχημ. γ 4 οὖν om. α ὡσαύτως τῷ μὲν ἡλ VYD τῷ ἡλ. ὡσ. EMS ὡσ. τῷ ἡλ. γ 4.5 λαμβάνουσιν] ποιεῖ λαμβάνειν τὰς γυναῖκας γ 6 Διὸς] ὁ τοῦ ABBREV γ (et sic deinceps) 10 εὐλαβεστέρους VY ἀσθενεστέρους Σβγ 12 λέγομεν] λέγω μὲν V 16 τῶν διχοτόμων γ τῆς διχοτόμου Σβ τοῖς εἰρημένοις Σβγ τῆς εἰρημένης VY 17 μὲν om. Σβ 20 συμβαίνει V 24 ἢ (prius) om. VDy ἀσυνδέτοις] ἀσυνάκτιος Y ζῳδίοις αMS τοῖς ζῳδίοις VD τῶν ζῳδίων γ 25 τετρ: γ ἐν τετρ. ΣΜS)

187
των συσχηματισμοὺς οἱ ἀγαθοποιοὶ τῶν ἀστέρων ἐπιθεωρήσωσιν ἡδείας καὶ προσηνεῖς καὶ ὀνησιφόρους τὰς διαμονὰς συντηροῦσιν, ἐὰν δὲ οἱ κακοποιοί, μαχίμους καὶ ἀηδεῖς καὶ ἐπιζημίους.

ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀσυμφώνων στάσεων οἱ μὲν ἀγαθοποιοὶ τοῖς φωσὶ μαρτυρήσαντες οὐ τέλεον ἀποκόπτουσι τὰς συμβιώσεις, ἀλλὰ ποιοῦσιν ἐπανόδους καὶ ἀναμνήσεις συντηρούσας τό τε προσηνὲς καὶ τὸ φιλόστοργον.

οἱ δὲ κακοποιοὶ μετά τινος ἐπηρείας καὶ ὕβρεως ποιοῦσι τὰς διαλύσεις· τοῦ μὲν οὗν τοῦ Ἑρμοῦ μόνου σὺν αὐτοῖς γινομένου περιβοησίαις καὶ ἐγκλήμασι περικυλίονται, μετὰ δὲ τοῦ τῆς Ἀφροδίτης ἐπιμοιχίαις ἢ φαρμακείαις ἢ τοῖς τοιούτοις. τὰς δὲ κατ’ ἄλλον οἱονδήποτε τρόπον γινομένας συναρμογὰς διακριτέον ἀφορῶντας εἴς τε τὸν τῆς Ἀφροδίτης ἀστέρα καὶ τὸν τοῦ Ἄρεως καὶ τὸν τοῦ Κρόνου· συνόντων γὰρ αὐτῶν τοῖς φωσὶν οἰκείως καὶ τὰς συμβιώσεις οἰκείας καὶ νομίμους ποιοῦσι·

συγγένειαν γὰρ ὥσπερ ἔχει πρὸς ἑκάτερον τῶν εἰρημένων ἀστέρων ὁ τῆς Ἀφροδίτης καὶ πρὸς μὲν τὸν τοῦ Ἄρεως κατὰ τὸ συνακμάζον πρόσωπον, ἐπειδήπερ ἐν τοῖς τριγωνικοῖς ἀλλήλων ζῳδίοις ἔχουσι τὰ ὑψώματα, πρὸς δὲ τὸν τοῦ Κρόνου κατὰ τὸ πρεσβύτερον [*](m 186) πρόσωπον, ἐπειδήπερ πάλιν ἐν τοῖς τριγωνικοῖς ἀλλήλων ἔχουσι τοὺς οἴκους, ὅθεν ὁ τῆς Ἀφροδίτης μετὰ μὲν τοῦ Ἄρεως ἁπλῶς ἐρωτικὰς διαθέσεις ποιεῖ, προσόντος δὲ τοῦ [*](1 συσχημ. γ σχημ. EMS ἐπιθεωρῶσιν V 2 ἡδείας ΣβC ἰδίας VY ἡδείας—8 συντηροῦσιν om. A 8 ἐὰν δὲ V ἐὰν Y ἂν δ’ Σβγ 4 ἀηδεῖς VYS ἀναιδεῖς ΣDMγ (-εδ- Α) 7 ἐπαναμνήσεις Y 9 ὕβρεως γ ὥρας ΣΜ οὖν om. Σβγ 10 γινομένου EMS γεννωμένου V γενομένου γ 11 περικυλίοντες V 12 ἐπιμοιχίαις V ἐπὶ μοιχίαις YS εί-) μοιχείαις ΣDMγ 18 γιν. αΜS γεν. VDy 14 ἀφορῶντας VYSy ἀμφοτέρας ΣDM τε om. V 16 οἰκείους Σ τὰς σ. οἰκ. καὶ Σ 17 ποιοῦσι α post ποιοῦσι: καὶ τὰς κοινωνίας S καὶ (om. γ) τὰς (om. D) συγγενείας ΣDMγ 19 συνακμὰ ζὼν (!) V 20 τριγωνικοῖς VY τριγώνοις Σβγ ἐξ ἐπειδήπερ VDy ἐπειδὴ αMS πριγωνικοῖς VY τρι- γώνοις Σβγ)

188
τοῦ Ἑρμοῦ καὶ περιβοησίας, ἐν δὲ τοῖς ἐπικοίνοις καὶ συνοικειουμένοις ζῳδίοις, Αἰγόκερω Ἰχθύσιν, ἀδελφῶν ἦ συγγενῶν ἐπιπλοκάς· κἂν μὲν ἐπὶ τῶν ἀνδρῶν τῇ

σελήνῃ συμπαρῇ, ποιεῖ δυσὶν ἀδελφαῖς ἢ συγγενέσι συνερχομένους, ἐὰν δὲ ἐπὶ τῶν γυναικῶν τῷ τοῦ Διός, δυσὶν ἀδελφοῖς ἢ συγγενέσιν. μετὰ δὲ τοῦ τοῦ Κρόνου πάλιν ὁ τῆς Ἀφροδίτης τυχὼν ἁπλῶς μὲν ἡδείας καὶ εὐσταθεῖς ποιεῖ τὰς συμβιώσεις, προσόντος δὲ τοῦ τοῦ Ἑρμοῦ καὶ ὠφελίμους, συμπροσγενομένου δὲ καὶ τοῦ τοῦ Ἄρεως ἀστάτους καὶ βλαβερὰς καὶ ἐπιζήλους· κἂν μὲν ὁμοιοσχημονῇ αὐτοῖς, πρὸς ὁμήλικας ποιεῖ τὰς ἐπιπλοκάς, ἂν δὲ ἀνατολικώτερος αὐτῶν, πρὸς νεωτέρας νεωτέρους, ἐὰν δὲ δυτικώτερος πρὸς πρεσβυτέρας ἢ πρεσβυτέρους.

ἐὰν δὲ καὶ ἐν τοῖς ἐπικοίνοις ζῳδίοις ὦσιν ὁ τῆς Ἀφροδίτης καὶ ὁ τοῦ Κρόνου,

τουτέστιν Αἰγόκερω καὶ Ζυγῷ, συγγενικὰς ποιοῦσιν τὰς συνελεύσεις. ὡροσκοπήσαντι [*](c 48v) δὲ ἢ μεσουρανήσαντι τῷ προειρημένῳ σχήματι ἡ σελήνη μὲν συμπροσγενομένη ποιεῖ τοὺς μὲν ἄρρενας μητράσιν ἢ μητέρων ἀδελφαῖς ἢ μητρυιαῖς συνέρχεσθαι, τὰς δὲ θηλείας υἱοῖς ἢ υἱοῖς ἀδελφῶν ἢ θυγατέρων ἀνδράσιν, ἥλιος δὲ δυτικῶν μάλιστα ὄντων τῶν ἀστέρων τοὺς μὲν ἄρρενας θυγατράσιν ἢ θυγατράσιν ἀδελφῶν ἢ [*](m 187) γυναιξὶν υἱῶν, τὰς δὲ θηλείας πατράσιν ἢ πατέρων ἀδελ- [*](2 Cumont, Égypte 178,1; 179,4 16 ss. ib. 179, 3; Bidez- Cumont, Les Mages II 122, 125; Firm. VII 13; 18, 36) [*](2 συνοικειουμένοις αMS Procl. συνῳκειωμένοις C συνοικειω· μένοις VDA 3 τῇ ABBREV Procl. τῆς σελήνης VY ἡ ABBREV Σβγ 4 συμπαρῇ scil. ὁ τῆς Ἀφροδίτης 5 τῷ VY ὁ Σβγ 7 ἡδείας ΣDMγ ἰδίας VYS 8 τὰς VDy αMS 9 συμπροσγενομένου V γενωμ-) ΥDγ γενομένου ΣS γενόμενος M 10 καὶ (prius)] δὲ καὶ V 11 ὁμοιοσχημονῆ αὐτ. VDC ὁμοιοσχήμων ᾖ αὐτ. YMS ὁμοιοσχηνῆ αὐτ. Α ὁμοιοσχήμων αὐτ. ἠ Σ ὁμήλικας αDMγ ὁμίληκας VS 12 νεωτέρας ἢ νεωτέρους Sy νεωτέρους ἢ νεωτέρας ΣΜ νεωτέρας VD 14 ἐπικοίνοις] ἐπικινδύνοις V ὦσιν ζῳδίοις Y 10 ποιοῦσιν VYDSy ποιοῦνται ΣΜ 19 ἢ μητέρων] ἡμετέρων V 2024 δὲ — γυναιξὶν υἱῶν γ υἱοῖς ἀδελφῶν] υἱῶν ἀδελφοῖς Σ 22 θυγατράσιν ἀδελφῶν scripsi θυγατέρων ἀδελφαῖς α)

189
φοῖς πατρῴοις. ἐὰν δὲ οἱ προκείμενοι σχηματισμοὶ τῶν μὲν συγγενικῶν ζῳδίων μὴ τύχωσιν, ἐν θηλυκοῖς δὲ ὦσι τόποις, ποιοῦσι καὶ οὕτως καταφερεῖς καὶ πρὸς τὸ διαθεῖναί τε καὶ διατεθῆναι πάντα τρόπον προχείρους, ἐπ’ ἐνίων δὲ μορφώσεων καὶ ἀσελγεῖς, ὡς ἐπί τε τῶν ἐμπροσθίων καὶ ὀπισθίων τοῦ Κριοῦ καὶ τῆς ὑάδος καὶ τῆς κάλπιδος καὶ τῶν ὀπισθίων τοῦ Λέοντος καὶ τοῦ προσώπου τοῦ Αἰγόκερω.

κεντρωθέντες δὲ κατὰ μὲν τῶν πρώτων δύο κέντρων τοῦ τε ἀπηλιωτικοῦ καὶ τοῦ μεσημβρινοῦ παντελῶς ἀποδεικνύουσι τὰ πάθη καὶ ἐπὶ δημοσίων τόπων προάγουσι, κατὰ δὲ τῶν ἐσχάτων δύο τοῦ τε λιβικοῦ καὶ τοῦ βορείου σπάδοντας ποιοῦσι καὶ αὐλικοὺς ἢ στείρας ἢ ἀτρήτους, Ἄρεως δὲ προσόντος ἀποκόπους ἢ τριβάδας· καὶ καθόλου δὲ παντοδαπήν τινα διάθεσιν πρὸς τὰ ἀφροδίσια ἕξουσιν.

ἐπὶ μὲν τῶν ἀνδρῶν ἀπὸ τοῦ τοῦ Ἄρεως ἐπισκεψόμεθα. τοῦ μὲν γὰρ τῆς Ἀφροδίτης καὶ τοῦ τοῦ Κρόνου χωρισθείς, μαρτυρηθεὶς δὲ ὑπὸ Διὸς καθαρίους καὶ σεμνοὺς περὶ τὰ ἀφροδίσια ποιεῖ καὶ μόνης τῆς φυσικῆς χρείας στοχαζομένους, μετὰ Κρόνου δὲ μόνου μὲν τυχὼν εὐλαβεῖς καὶ ὀκνηροὺς καὶ καταψύχρους ἀπεργάζεται, συσχηματιζομένων δὲ Ἀφροδίτης καὶ Διὸς [*](m 188) εὐκινήτους μὲν καὶ ἐπιθυμητικούς,

ἐγκρατεῖς δὲ καὶ ἀντιληπτικοὺς καὶ τὸ αἰσχρὸν φυλασσομένους, μετὰ μόνης δὲ Ἀφροδίτης ἢ καὶ τοῦ Διὸς σὺν αὐτῇ τυχόντος, ἀπόντος τοῦ τοῦ Κρόνου, λάγνους καὶ ῥᾳθύμους καὶ πανταχόθεν [*](1 πατρῴοις]θυγατέρων ἀνδράσι Y 2 συγγενῶν Σ θηλυκοῖς Σβγ θηλυκῶν VY ὦσι τόποις VY ὦσι τόποις τόπ. ὦ. Σ) καὶ προσώποις Σβγ 4 διατεθῆναί αS διαθεῖναι V διαθεῖσθαι διατεθεῖναι Μ διατιθεῖσθαι γ hic desinit Σ 5 ἐπί τε] ἐπίπαν V 6 καὶ τῆς κάλπιδος VYyD (om. τῆς) om. MS 7 ὀπισθέων V 8 κεν- τρωθέντες V -θέντος Υ θέντα β γ τὸν πρῶτον V 9 τοῦ (alt.) om ἀναδεικνύουσι V 12 βορείου VΣDγ βαυρίου(!) Υ βορι- νοῦ Μ βορεινοῦ(!)S ϊ σπάδωνας Y αὐλισκοὺς Y 14.15 διάθεσιν πρὸς τὰ ἀφρ. VDy πρὸς τὰ (om. Y) ἀφρ. διάθ. YMS 19 στοχ. χαζομένους γ 23 μόνου γ)

190
ἑαυτοῖς τὰς ἡδονὰς ποριζομένους, κἂν ὁ μὲν ἑσπέριος τῶν ἀστέρων, ὁ δὲ ἑῷος, καὶ πρὸς ἄρρενας καὶ πρὸς θηλείας οἰκείως ἔχοντας, οὐχ ὑπερπαθῶς μέντοι γε πρὸς οὐδέτερα τὰ πρόσωπα, ἐὰν δὲ ἀμφότεροι ἑσπέριοι, πρὸς τὰ θηλυκὰ μόνα καταφερεῖς, θηλυκῶν δὲ ὄντων τῶν ζῳδίων καὶ αὐτοὺς διατιθεμένους, ἐὰν δὲ ἀμφότεροι ἑῷοι,

πρὸς τά παιδικὰ μόνα νοσηματώδεις, ἀρρενικῶν δὲ ὄντων τῶν ζῳδίων καὶ πρὸς πᾶσαν ἀρρένων ἡλικίαν, κἂν μὲν ὁ τῆς Ἀφροδίτης δυτικώτερος ᾖ, ταπειναῖς ἢ δούλαις ἢ ἀλλοφύλοις συνερχομένους, ἐὰν δὲ ὁ τοῦ Ἄρεως, ὑπερεχούσαις ἢ ὑπάνδροις ἢ δεσποίναις.

ἐπὶ δὲ τῶν γυναικῶν [*](m 189) ὁ τῆς Ἀφροδίτης ἐπισκεπτέος· συσχηματιζόμενος γὰρ τῷ τοῦ Διὸς ἢ καὶ τῷ τοῦ Ἑρμοῦ σώφρονας καὶ καθαρίους ποιεῖ περὶ τὰ ἀφροδίσια, καὶ τοῦ τοῦ Κρόνου δὲ [*](c 19) ἀπόντος τῷ τοῦ Ἑρμοῦ συνοικειωθεὶς κεκινημένας μὲν καὶ ὀρεκτικάς, εὐλαβεῖς δὲ καὶ ὀκνηράς τὰ πολλὰ καὶ τὸ αἰσχρὸν φυλασσομένας·