Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Τὰ δὲ τῆς ἀξίας καὶ τῆς τοιαύτης εὐδαιμονίας δεήσει σκοπεῖν ἀπό τε τῆς τῶν φώτων διαθέσεως καὶ τῆς τῶν δορυφορούντων ἀστέρων οἰκειώσεως αὐτοῖς]· ἐν ἀρρενικοῖς μὲν γὰρ ζῳδίοις ὄντων ἀμφοτέρων τῶν φώτων καὶ ἐπικέντρων ἤτοι ἀμφοτέρων πάλιν ἢ καὶ τοῦ ἑτέρου, μά· λιστα δὲ τοῦ τῆς αἱρέσεως, καὶ δορυφορουμένων ὑπὸ [*](6 Tetrab. III 10 14 cf. Heph. II 18: CCAGVIII 2, 81 ss.; Anony- mus ib. VIII 3, 131) [*](2 σχηματισθῇ Y 3 ἄνω aMSy ἄλλων VD (i. mg. ABBREV καὶ ἄνω) συμβῇ αβ συμβαίνῃ γ Διὸς VY δύνοντος Σβγ 4 τυχόντος VYDS τυγχάνοντος ΣΜ γ ὃ ἀνεχθέντες VY ἀναχθέντες Σβγ 7 αὐτοῖς V αὐτοὶ Σβγ om. Y τυγχάνωσι Σ(postea corr.) 8 κτήσεις Σβγ κτίσεις VY φυλάττουσιν Y 10 αὐτοῖς VYSγ ἐπ’ αὐτοῖς ΣDM 12 λαμβανομένων V λαμβανομένου αβγ 14 περὶ τύχ. ἀξ. VYDMγ ἐπίσκεψις περὶ ἀξιωμάτων S2 i.mg. 15 τῆς ἀξίας γ τῆς αὐτῆς ἀξίας ΣΜ (ex τοιαύτης corr.) 17 οἰκειώσεως VYDy συνορῶντα τὰς οἰκειώσεις ΣMS αὐτοῖς γ αὐτῶν EMS, del. 18 μὲν γ 20 δορυφορουμένων VY δορυφορουμένου Σβγ)

177
τῶν πέντε πλανωμένων, ἡλίου μὲν ὑπὸ ἑῴων, <ς>

δὲ ὑπὸ ἑσπερίων, οἱ γεννώμενοι βασιλεῖς ἔσονται. καὶ ἐὰν μὲν οἱ δορυφοροῦντες ἀστέρες ἤτοι ἐπίκεντροι καὶ αὐτοὶ ὦσιν ἢ πρὸς τὸ ὑπὲρ γῆν κέντρον συσχηματίζωνται, μεγάλοι καὶ δυναμικοὶ καὶ κοσμοκράτορες διατελοῦσι, καὶ ἔτι μᾶλλον εὐδαίμονες, ἐὰν οἱ δορυφοροῦντες δεξιοὶ τοῖς ὑπὲρ γῆν κέντροις συσχηματίζωνται, ἐὰν δὲ τῶν ἄλλων οὕτως ἐχόντων μόνος ὁ ἥλιος ἐν ἀρρενικῷ ἡ δὲ σελήνη ἐν θηλυκῷ, ἐπίκεντρον δὲ τὸ ἕτερον τῶν φώτων, [*](m 176) ἡγεμόνες μόνον ἔσονται ζωῆς καὶ θανάτου κύριοι,

ἐὰν δὲ πρὸς τούτοις μηδὲ οἱ δορυφοροῦντες ἀστέρες ἐπίκεντροι ὦσιν ἢ μαρτυρήσωσι τοῖς κέντροις, μεγάλοι μόνον ἔσονται καὶ ἐν ἀξιώμασι τοῖς ἀπὸ μέρους στεμματηφορικοῖς ἢ ἐπιτροπικοῖς ἢ στρατοπεδαρχικοῖς ἢ ἱερατικοῖς καὶ οὐχὶ τοῖς ἡγεμονικοῖς.

ἐὰν δὲ τὰ μὲν φῶτα μὴ ἐπίκεντρα, τῶν δὲ δορυφορούντων ἀστέρων οἱ πλεῖστοι ἤτοι ἐπίκεντροι ὦσιν ἢ συσχηματίζωνται τοῖς κέντροις, ἐν ἀξιώμασι μὲν ἐπιφανεστέροις οὐ γενήσονται, ἐν προαγωγαῖς δὲ πολιτικαῖς καὶ μετριότητι περὶ τὰς κατὰ τὸν βίον προλήψεις· μηδὲ τῶν δορυφορούντων μέντοι τοῖς κέντροις συνοικειωθέντων ἀνεπίφαντοι ταῖς πράξεσι καὶ ἀπρόκοποι καθίστανται, τέλεον δὲ ταπεινοὶ καὶ κακοδαίμονες γίνονται ταῖς τύχαις, ὅταν μηδέτερον τῶν φώτων μήτε κεκεντρωμένον μήτ’ ἐν ἀρρενικῷ ζῳδίῳ τυγχάνῃ [*](5 cf. Cumont, Egypte 27, 3 14 cf. ib. 39, 5) [*](1 ἡλίου V ABBREV γ πρὸς ἥλιον Σβ ὑπὸ om. ΣΜS σελήνη δὲ ὑπὸ ἑσπ. VYy πρὸς ABBREV δὲ ὑπὸ ἑσπ. D ἑσπερίων δὲ πρὸς σελ. ΣMS 4 συσχηματίζωνται ΣβC συσχηματίζονται VYA 6 δορυφοροῦντες VYDy δορυφ. ἀστέρες ΣMS 7 συσχηματίζωνται ΣβC ονται VYA post ἀρρενικῷ: ζῳδίῳ γ 9 ἕτερον αβ ἓν γ 11 ἀστέρες γ 12 μαρτυρήσωσι om. Y κέντροις] κύκλοις Y 13 στεμματηφορικοῖς V στεμματοφόροις Σβγ στεφανηφόροις Y Heph. 14 ἢ ἱερ. γ cf. Procl. ἱερ. V om. ΣMS 15 μὲν om. VY 16 πλεῖστοι V πλείους αβγ 18 γεννήσονται V προαγ. VY προσαγ. Σβγ 20 προλήψεις] περίλυψις Y 23 τύχαις VYy ψυχαῖς Σβ 24 κεκεντρωμένον βγ κεκεντρ. ἦ α τυγχάνει V)

178
μήτε δορυφορῆται ὑπὸ τῶν ἀγαθοποιῶν.

ὁ μὲν οὗν καθ- όλου τύπος τῆς προκειμένης ἐπισκέψεως τοιαύτην τινὰ τὴν αὐξομείωσιν ἔχει τῶν ἀξιωμάτων, τὰς δὲ μεταξὺ τούτων καταστάσεις παμπληθεῖς οὔσας καταστοχαστέον ἀπὸ τῶν περὶ αὐτὸ τὸ εἶδος τῶν τε φώτων καὶ τῆς δορυφορίας αὐτῶν ἐπὶ μέρους ἐναλλοιώσεως καὶ τῆς κυρίας [*](c 46) τῶν δορυφορήσεων·

ταύτης γὰρ περὶ μὲν τοὺς τὴν αἵρεσιν ἔχοντας ἢ τοὺς ἀγαθοποιοὺς συνισταμένης τὸ αὐθεντικώτερον[*](m 177) καὶ ἀπταιστότερον τοῖς ἀξιώμασι παρακολουθεῖ, περὶ δὲ τοὺς ἐναντίους ἢ τοὺς κακοποιοὺς τὸ ὑποτεταγμένον καὶ ἐπισφαλέστερον, καὶ τὸ τῆς ἀξίας δὲ τῆς ἐσομένης εἶδος ἀπὸ τῆς τῶν δορυφορησάντων ἀστέρων ἰδιοτροπίας θεωρητέον, ἐπειδήπερ ὁ μὲν τοῦ Κρόνου τὴν κυρίαν τῆς δορυφορίας ἔχων ἐπὶ πολυκτημοσύνῃ καὶ συναγωγῇ χρημάτων τὰς δυναστείας ποιεῖ, ὁ δὲ τοῦ Διὸς ἦ ὁ τῆς Ἀφροδίτης ἐπὶ χάρισι καὶ δωρεαῖς καὶ τιμαῖς καὶ μεγαλοψυχίαις, ὁ δὲ τοῦ Ἄρεως ἐπὶ στρατηλασίαις καὶ νίκαις καὶ φόβοις τῶν ὑποτεταγμένων, ὁ δὲ τοῦ Ἑρμοῦ διὰ σύνεσιν ἢ παιδείαν καὶ ἐπιμέλειαν καὶ οἰκονομίαν τῶν πραγμάτων.