Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

ἀλλὰ τὴν μὲν ἀπὸ τοῦ ὡροσκόπου πρὸς τὰ σωματικὰ τῶν συμπτωμάτων [*](1 ἕκτος βγ εκτὸς V ἕκτην Y ἡλικίαν λαχὼν V λ. ἡλ. Υβγ 5.6 ἐπιλογιστικῶν V πάντων καὶ νουθετικὸν YMS Procl. om. VDy 8 μετ᾿ αἰδοῦς] μετὰ ἰδοὺς V 8.9 σεμνοτροπίας M 10 τὴν γερ. καὶ ἐσ. C 11 ἐκληρώθη VY ἀπεκληρώθη βγ 12 χρόνων MSy χρόνων τῶν VYD 13 τῶν om. MS ταῖς VY τε βγ 14 καὶ (tert) om. MS ταχείας βγ ταχείαις VY 14.15 τῆς ἐπὶ τὴν φύσιν VY τῇ φύσει βγ 15 ἐν V 17 δυσαρέτῳ κατὰ γ καὶ κατὰ MS 21 τὸ om. VYD 23 ἀπὸ βγ ἀπό τε VY εὖ τὸν . . . χρόνον VD τὴν] τῆς V)

209
καὶ τὰς ξενιτείας, τὴν δὲ ἀπὸ τοῦ κλήρου τῆς τύχης πρὸς τὰ τῆς κτήσεως, τὴν δὲ ἀπὸ τῆς σελήνης πρὸς τὰ τῆς ψυχῆς πάθη καὶ τὰς συμβιώσεις, τὴν δὲ ἀπὸ τοῦ ἡλίου πρὸς τὰ κατ’ ἀξίαν καὶ δόξαν, τὴν δὲ ἀπὸ τοῦ μεσουρανήματος πρὸς τὰς λοιπὰς καὶ κατὰ μέρος τοῦ βιοῦ διαγωγάς, οἷον πράξεις, φιλίας, τεκνοποιίας·

οὕτω γὸ(??) ἂν ἐν τοῖς αὐτοῖς καιροῖς οὐχ εἷς ἔσται ἤτοι ἀγαθοποιὸς ἢ κακοποιὸς κύριος αὐτῶν πολλῶν ὡς ἐπὶ τὸ πολὺ συμβαινόντων ὑπὸ τοὺς αὐτοὺς χρόνους ἐναντίων συμπτωμάτων, ὡς ὅταν τις ἀποβαλὼν πρόσωπον οἰκεῖον λάβῃ [*](m 208) κληρονομίαν ἢ νόσῳ καταληφθεὶς κατὰ τὸ αὐτὸ καὶ τύχῃ τινὸς ἀξίας καὶ προκοπῆς ἢ ἐν ἀπραγίᾳ τυγχάνων τέκνων γένηται πατήρ, καὶ ὅσα τοιαῦτα συμβαίνειν εἴωθεν·

οὐ γὰρ τὸ αὐτὸ σώματος καὶ ψυχῆς καὶ κτήματος καὶ ἀξιώματος καὶ τῶν συμβαινόντων ἀγαθῶν ἢ κακῶν, ὡς ἐξ ἀνάγκης ἐν ἅπασι τούτοις εὐτυχεῖν τινα ἢ πάλιν ἀτυχεῖν, ἀλλὰ συμβαίνειν μὲν ἂν ἴσως καὶ τὸ τοιοῦτον ἐπὶ τῶν τέλεον εὐδαιμονιζομένων ἢ ταλανιζομένων καιρῶν, ὅταν ἐν ἁπάσαις ἢ ταῖς πλείσταις ἀφέσεσι συνδράμωσιν ὑπαντήσεις ἀγαθοποιῶν πάντων ἢ πάλιν κακοποιῶν, σπανίως δὲ διὰ τὸ τῆς ἀνθρωπίνης φύσεως, ἀτελὲς μὲν πρὸς ἑκατέραν τῶν ἀκροτήτων, εὐκατάφορον δὲ πρὸς τὴν ἐκ τῆς ἐναλλαγῆς τῶν ἀγαθῶν καὶ κακῶν συμμετρίαν.

τοὺς μὲν οὖν ἀφετικοὺς τόπους κατὰ τὸν εἰρημένον τρόπον διακρινοῦμεν, τοὺς δὲ ἐν ταῖς ἀφέσεσιν ὑπαντῶντας οὐ μόνον πάλιν τοὺς ἀναιρετὰς ὥσπερ ἐπὶ τῶν τῆς ζωῆς [*](2 κτήσεως] κτίσεως V 4 post πρὸς τὰ desinit V in med. pag. 7 ἂν om. Y εἷς om. Y ἤτοι om. γ 9 τοῖς αὐτοῖς χρόνοις Y 10 ὡς om. Y ἀποβάλλων Υ λαμβάνῃ Y 11 καταληφθεὶς Y κατακλίθη βγ 12 ἀπραγίᾳ] εὐπραγίαις Y 18 γένηται Υ γενήσεται βγ 14 τὸ αὐτὸ] τοῦ αὐτοῦ Y κτήματος] κτίσεως Y 15 συμβαινόντων Υ (cf. Procl.) συμβιούντων βγ ὡς om. βγ YDγ συμβαίνει MS 18 ἢ ταλανιζομένων om. Dγ ὑπαντήσεις Y 20 πάλιν om. Y 22 ἀκροτήτων YSγ ἀκροτάτων DM 24 ἐφετικοὺς Y 25 ἐν om. Y ἐφέσεσιν Υ 26 ἀναιρετὰς ΥβC ἀναιρετικοὺς Α)

210
χρόνων, ἀλλὰ πάντας ἁπλῶς παραληπτέον, καὶ ὁμοίως οὐ τοὺς σωματικῶς μόνον ἢ κατὰ διάμετρον τετράγωνον στάσιν συναντῶντας, ἀλλὰ καί τοὺς κατὰ τρίγωνον καὶ ἑξάγωνον σχηματισμόν.

καὶ πρῶτον μὲν δοτέον τοὺς χρόνους καθ᾿ ἑκάστην ἄφεσιν τῷ κατ’ αὐτῆς τῆς ἀφετικῆς μοίρας τυχόντι ἢ συσχηματισθέντι, ἐὰν δὲ μὴ οὕτως ἔχῃ, τῷ τὴν ἔγγιστα προήγησιν ἐπιλαβόντι μέχρι τοῦ τὴν [*](m 209) ἑξῆς εἰς τὰ ἑπόμενα μοῖραν ἐπιθεωρήσαντος, εἶτα τούτῳ μέχρι τοῦ ἑξῆς καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως παραλαμ βανομένων μένων εἰς οἰκοδεσποτείαν καὶ τῶν τὰ ὅρια ἐπεχόντων ἀστέρων.

δοτέον δὲ πάλιν ταῖς τῶν διαστάσεων μοίραις ἔτη κατὰ μὲν τὴν τοῦ ὡροσκόπου ἄφεσιν ἰσάριθμα τοῖς τοῦ οἰκείου κλίματος χρόνοις ἀναφορικοῖς, κατὰ δὲ τὴν [*](c 54v) ἀπὸ τοῦ μεσουρανήματος ἰσάριθμον τοῖς χρόνοις τῶν μεσουρανήσεων, κατὰ δὲ τὰς ἀπὸ λοιπῶν ἀνάλογον τῷ πρὸς τὰ κέντρα συνεγγισμῷ τῶν ἀναφορῶν ἢ καταφορῶν ἢ συμμεσουρανήσεων, καθάπερ καὶ ἐπὶ τῶν τῆς ζωῆς χρόνων διωρισάμεθα.

τοὺς μὲν οὖν καθολικοὺς χρονοκράτορας ληψόμεθα τὸν εἰρημένον τρόπον, τοὺς δ’ ἐνιαυσίους ἐκβάλλοντες τὸ πλῆθος τῶν ἀπὸ τῆς γενέσεως ἐτῶν ἀφ’ ἑκάστου τῶν ἀφετικῶν τόπων εἰς τὰ ἑπόμενα κατὰ ζῴδιον ἓν καὶ τοῦ συντελειουμένου ζῳδίου τὸν οἰκοδεσπότην συμπαραλαμβάνοντες, τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῶν μηνῶν ποιήσομεν ἐκβάλλοντες πάλιν καὶ τούτων τὸ ἀπὸ τοῦ γενεθλιακοῦ μηνὸς πλῆθος ἀπὸ τῶν τὴν κυρίαν τοῦ ἔτους λαβόντων τόπων, κατὰ ζῴδιον μέντοι ἡμέρας [*](2 σωματικοὺς Y 4 συσχηματισμὸν Y 8 ἐπιθεωρήσαντος YSγ σαντες DM τούτῳ] τούτων Y 10 εἰς YS εἰς τὴν Ad οἰκοδεσποτείαν: ἤγουν τήν τε ἀφετικὴν μοῖραν καὶ τὴν ἐποχὴν τοῦ διαδεχομένου τὴν χρονοκρατορίαν C i. mg. 12 τοῦ Yγ τοῦ β 13 χρόν. ἀναφ. Y ἀναφ. χρόν. γ χρονικοῖς τοῖς ἀναφ. DM χρόνοις τοῖς ἀναφ. S 15 μεσουρανημάτων γ ἀναλόγως γ 15.16 τῷ πρὸς] ἢ κατὰ τὸν Y 18. 19 τοὺς μὲν — ληψόμεθα om. Y 21 ἀφ’] ἐφ’ Y ἐφετικῶν Y 22 ἕν om. Y συντελειουμένου: ἤγουν τοῦ συνεισφερομένου εἰς τὸν ἀριθμὸν ἑκάστω ἔτει ’ i. mg. 88 συμπαραλαβόντες Υ 24 τὸ γ τὰ β om. Υ)

211
εἴκοσι ὀκτώ, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἡμερῶν· τὰς γάρ ἀπὸ τῆς γενεθλιακῆς ἡμέρας ἐκβαλοῦμεν ἀπὸ τῶν μηνιαίων [*](m 210) τόπων κατὰ ζῴδιον ἡμέρας δύο τρίτον.