Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Ἐφωδευμένου δὲ ἡμῖν κεφαλαιωδῶς τοῦ τύπου τῆς καθ’ ἕκαστον εἶδος ἐπισκέψεως μέχρι μόνον αὐτῶν, ὥσπερ έν ἀρχῇ προεθέμεθα, τῶν καθ’ ὅλα μέρη λαμβανομένων πραγματειῶν λοιπὸν ἂν εἴη προσθεῖναι κατὰ τὸν αὐτὸν τρόπον, ὅσα καὶ περὶ τὰς τῶν χρόνων διαιρέσεις ὀφείλει θεωρηθῆναι φυσικῶς καὶ ἀκολούθως ταῖς ἐπὶ μέρους ἐκτεθειμέναις πραγματείαις.

ὥσπερ τοίνυν καὶ ἐπὶ πάντων ἁπλῶς τῶν γενεθλιαλογικῶν τόπων προυφέστηκέ τις τῶν ἐπὶ μέρους εἱμαρμένη μείζων, ἡ τῆς τῶν χωρῶν αὐτῶν, ᾗ τὰ καθ’ ἕκαστον ὁλοσχερῶς θεωρούμενα περὶ τὰς γενέσεις ὑποπίπτειν πέφυκεν, ὡς τά τε περὶ τὰς τῶν [*](m 203) σωμάτων μορφὰς καὶ τὰς τῶν ψυχῶν ἰδιοτροπίας καὶ τὰς τῶν ἐθῶν καὶ νομίμων ἐναλλαγάς,

καὶ δεῖ τὸν φυσικῶς ἐπισκεπτόμενον ἀεὶ τῆς πρώτης καὶ κυριωτέρας αἰτίας κρατεῖν, ὅπως μὴ κατὰ τὸ τῶν γενέσεων παρόμοιον λάθῃ [*](c 53) ποτὲ τὸν μὲν έν Αἰθιοπίᾳ γεννώμενον φέρε εἰπεῖν λευκόχρουν ἢ τετανὸν τὰς τρίχας εἰπών, τὸν δὲ Γερμανὸν τὸν Γαλάτην μελάγχροα ἢ οὐλοκέφαλον, ἢ τούτους μὲν ἡμέρους τοῖς ἤθεσιν καὶ φιλολόγους ἢ φιλοθεωρούς, τοὺς [*](5 cf. Heph. II 25: CCAG VIII 2, 90 8.; Val. IV 4; Boll, Lebensalter 120 ss.) [*](3 ἢ (prius) VY ἢ καὶ βγ 6 ἐφωδευμένου VC ἐφοδευομένου βYA ωδ- YA) 7 μόνον VYA μόνων βC 16 ὡς τά τε περὶ τὰς βγ ὡς τά τε V ὥσπερ τὰς Y 17 τὰς (prius)] ταῖς V 18 ἐθῶν] ἐθνῶν Y τὸν] τῶν V 19 κυριωτέρας C κυριωτάτας Y κυριώσεως Α 20 μὴ] δεῖ Y παρόμοιον VS παρίμειον Y γ 21 γεννώμενον V γενόμενον βγ 28 μελάγχροα V μελάγχρουν γ μελίχρουν MS om. Y ἡμέρους βγ ἡμέρως V ἡμέρους μελίχρους Y 534 καὶ VY ἢ βγ)

205
δὲ ἐν τῇ Ἑλλάδι τὰς ψυχὰς ἀγρίους καὶ τὸν λόγον ἀπαιδεύτους, ἢ πάλιν κατὰ τὸ τῶν ἐθῶν καὶ νομίμων ἴδιον ἐπὶ τῶν συμβιώσεων λόγου χάριν τῷ μὲν Ἰταλῷ τὸ γένος ἀδελφικὸν γάμον προθέμενος, δέον τῷ Αἰγυπτίῳ, τούτῳ δὲ μητρικόν, δέον τῷ Πέρσῃ, καὶ ὅλως προδιαλαμβάνειν τὰς καθόλου τῆς εἱμαρμένης περιστάσεις, εἶτα τὰς κατὰ μέρος πρὸς τὸ μᾶλλον ἢ ἧττον ἐφαρμόζειν·

τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν χρονικῶν διαιρέσεων τὰς τῶν ἡλικιῶν διαφορὰς καὶ ἐπιτηδειότητας πρὸς ἕκαστα τῶν ἀποτελεσμάτων ἀναγκαῖον προυποτίθεσθαι καὶ σκοπεῖν, ὅπως μὴ κατὰ τὸ κοινὸν καὶ ἁπλοῦν τῶν πρὸς τὴν ἐπίσκεψιν θεωρουμένων συμβατικῶν λάθωμεν αὐτούς ποτε τῷ μὲν [*](m 204) βρέφει πρᾶξιν γάμον ἤ τι τῶν τελειοτέρων εἰπόντες, τῷ δὲ πάνυ γέροντι τεκνοποιίαν τι τῶν νεανικωτέρων, ἀλλὰ καθάπαξ τὰ διὰ τῶν ἐφόδων τῶν χρονικῶν θεωρούμενα κατὰ τὸ παρόμοιον καὶ ἐνδεχόμενον τῶν ταῖς ἡλικίαις συμφύλων ἐφαρμόζωμεν·

ἔστι γὰρ ἐπιβολὴ μία καὶ ἡ αὐτὴ πάντων ἐπὶ τῶν χρονικῶν διαφορῶν τῆς καθόλου φύσεως τῶν ἀνθρώπων ἐχομένη καθ’ ὁμοιότητα καὶ παραβολὴν τῆς τάξεως τῶν ἑπτὰ πλανωμένων ἀρχομένη μὲν ἀπὸ τῆς πρώτης ἡλικίας καὶ τῆς πρώτης ἀφ’ ἡμῶν σφαίρας, τουτέστι τῆς σεληνιακῆς, λήγουσα δὲ ἐπὶ τὴν πυμάτην τῶν ἡλικιῶν καὶ τῶν πλανωμένων σφαιρῶν τὴν ὑστάτην, Κρόνου δὲ προσαγορευομένην, καὶ συμβέβηκεν ὡς ἀληθῶς ἑκάστῃ τῶν ἡλικιῶν τὰ οἰκεῖα τῇ φύ- [*](7 Boll, Hermippos 13 ss.) [*](2 κατὰ VYDM τὰ S μετὰ γ ἐθνῶν Y 4 προθέμενος βγ μὴ προθ. VY δέον βγ οὓς δέον VY Αἰγυπτίῳ] πέρση πτίω(!) S ὃ τῷ Πέρσῃ καὶ ὅλως Vβγ τῶν περσικὰ ὅλλως(!) Υ 8 VYDy χρονικῶν ἡλ. MS 11 τὸ] τὸν V 12 συμβατικῶν VYDy συμβαματικῶν MS 14 ἢ τι YMS γ ἢ τοι VD 17 ἐφαρμόζωμεν γ ἐφαρμόζειν VY ἐφαρμόζομεν β γὰρ] γάρ τις Y 18 ἡ αὐτὴ MS γ αὐτὴ Y αὐτῶν VD διαφορῶν om. MS 20 ἑπτὰ] ἐπι- Υ 21. 22 ἀφ᾿ ἡμῶν] ἐφήβων Y 23 ἡλικιῶν YMS ἡλιακῶν VDγ 24 δὲ] μὲν V 24 δὲ] μὲν V)

206
σει τοῦ παραβεβλημένου τῶν πλανωμένων, ἃ δεήσει παρατηρεῖν, ὅπως τὰ μὲν καθόλου τῶν χρονικῶν ἐντεῦθεν σκοπῶμεν, τὰς δὲ τῶν κατὰ μέρος διαφορὰς ἀπὸ τῶν ἐν ταῖς γενέσεσιν εὑρισκομένων ἰδιωμάτων.

μέχρι μὲν γὰρ τῶν πρώτων σχεδόν που τεσσάρων ἐτῶν κατὰ τὸν οἰκεῖον ἀριθμὸν τῆς τετραετηρίδος τὴν τοῦ βρέφους ἡλικίαν ἡ σελήνη λαχοῦσα τήν τε ὑγρότητα καὶ ἀπηξίαν τοῦ σώματος καὶ τὸ τῆς αὐξήσεως ὀξὺ καὶ τὸ τῶν τροφῶν ὡς ἐπίπαν ὑδατῶδες καὶ τὸ τῆς ἕξεως εὐμετάβολον καὶ τὸ τῆς ψυχῆς ἀτελὲς καὶ ἀδιάρθρωτον ἀπειργάσατο τοῖς περὶ τὸ ποιητικὸν αὐτῆς συμβεβηκόσιν [*](m 205) οἰκείως.

ἐπὶ δὲ τὴν ἑξῆς δεκαετίαν τὴν παιδικὴν ἡλικίαν δεύτερος καὶ δευτέραν λαχὼν ὁ τοῦ Ἑρμοῦ ἀστὴρ τοῦ καθ’ ἥμισυ μέρους τοῦ τῆς εἰκοσαετηρίδος ἀριθμοῦ, τότε διανοητικὸν καὶ λογικὸν τῆς ψυχῆς ἄρχεται διαρθροῦν ὥσπερ [*](c 53v) καὶ διαπλάττειν καὶ μαθημάτων ἐντιθέναι σπέρματά τινα καὶ στοιχεῖα, τῶν τε ἠθῶν καὶ τῶν ἐπιτηδειοτήτων τὰς ἰδιοτροπίας διδασκαλίαις ἤδη καὶ παιδαγωγίαις καὶ τοῖς πρώτοις γυμνασίοις ἐγείρων τὰς ψυχάς.

ὁ δὲ τῆς Ἀφροδίτης τὴν μειρακιώδη καὶ τρίτην ἡλικίαν παραλαβὼν ἐπὶ τὴν ἑξῆς ὀκταετίαν κατὰ τὸν [*](7 cf. Censorin. 14; 18,38.; Ideler II 606 13 Diels. Doxogr. 434 Boll, Erforschung 125 1483. Isidor. orig. III 66; XI 2; de nat. rer. XXIII 4; Firmic. VI 33 ss.; Philo leg. alleg. I 4 (p. 63, 18 C.-W.) 21 Boll, Lebensalter 123,3; Val. I 1, p. 3, 11) [*](2 καθόλου] μὴ καθ. Y 3 δὲ 0111. V ἀπὸ] ὑπὸ Y 7 ἡλικείαν V λαχοῦσα VYD γ παραλαβοῦσα Μ λαβοῦσα S 9 ὡς om. M S ὑδατώδεσει(!) V ἕξεως] ἕξ. καὶ V 10 ἀδιάρθρωτον ΥSγ ἄρθρωτον V τὸ ἀδ. DM 11 τοῖς YSC τῆς VDMA αὐτῆς VΥ γ ἑαυτοῖς β (S τῆς) 13 δεκαετίαν βγ δωδεκαετίαν Y 14. 15 τοῦ . . . μέρους VY τὸ . . . μέρος βγ εἰκοσαπενταετηρίδος S 16 διαρθροῦν ὥσπερ Vβγ διαρθρῶν Y 17 καὶ τῶν DM καὶ τῶν S γ 18 ἐπιτηδειοτήτων VYD γ ἐπιτηδευμάτων ΜS 19 ἐμφαίνειν ἐμφαίνειν Υβγ 20 τοῖς πρώτοις V (ex corr.) Y ταῖς γυμνασίαις βγ 21 Ἀφροδίτης om. V)

207
ἴσον ἀριθμὸν τῆς ἰδίας περιόδου, κίνησιν εἰκότως τῶν σπερματικῶν πόρων ἐμποιεῖν ἄρχεται κατὰ τὴν πλήρωσιν αὐτῶν καὶ ὁρμὴν ἐπὶ τὴν τῶν ἀφροδισίων συνέλευσιν, ὅτε μάλιστα λύσσα τις ἐγγίνεται ταῖς ψυχαῖς καὶ ἀκρασία καὶ πρὸς τὰ τυχόντα τῶν ἀφροδισίων ἔρως καὶ φλεγμονῆς ἀπάτη καὶ τοῦ προπετοῦς ἀβλεψία.

τὴν δὲ τετάρτην καὶ τάξει μέσην ἡλικίαν τὴν νεανικὴν λαβὼν ὁ τῆς μέσης σφαίρας κύριος ἥλιος ἐπὶ τὰ τῆς ἐννεακαιδεκαετηρίδος ἔτη τὸ οἰκοδεσποτικὸν ἤδη καὶ αὐθεντικὸν τῶν πράξεων ἐμποιεῖ τῇ ψυχῇ

βίου τε καὶ [*](m 206) δόξης καὶ καταστάσεως ἐπιθυμίαν καὶ μετάβασιν ἀπὸ τῶν παιγνιωδῶν καὶ ἀνεπιστάτων ἁμαρτημάτων ἐπὶ τὸ προσεκτικὸν καὶ αἰδημονικὸν καὶ φιλότιμον.

μετὰ δὲ τὸν ἥλιον ὁ τοῦ Ἄρεως πέμπτος ἐπιλαβὼν τὸ τῆς ἡλικίας ἀνδρῶδες ἐπὶ τὰ ἴσα τῆς ἰδίας περιόδου πεντεκαίδεκα ἔτη τὸ αὐστηρὸν καὶ κακόπαθον εἰσάγει τοῦ βίου, μερίμνας τε καὶ σκυλμοὺς ἐμποιεῖ τῇ ψύχῃ καὶ τῷ σώματι, καθάπερ αἴσθησίν τινα ἤδη καὶ ἔννοιαν ἐνδιδοὺς τῆς παρακμῆς καὶ ἐπιστρέφων πρὸς τὸ πρὶν ἐγγὺς ἐλθεῖν τοῦ τέλους ἀνύσαι τι λόγου ἄξιον μετὰ πόνου τῶν μεταχειριζομένων.

[*](5 Boll, Lebensalter 127 14 cf. Kugler, Sternkunde I 43)[*](1 τῆς] τὰς V 2 πόρων YDγ YD γ σπόρων VMS κατὰ τὴν YD τὸν V καὶ τὴν MS 3 καὶ om. VY 4 λήσσα V ἐγγίνεται VYDγ γίνεται MS ταῖς ψυχαῖς om. MS 6 φλεγμονῆς V φλεγμονὴ καὶ Yβγ προπετοῦς VYDγ πρ;εποντος MS βλέποντος c m) 9 ἐννεακαιδεκαετηρίδος] ἐνάτης καὶ δεκάτης ἐτηρίδος V ἔτη VY ἐν β om. γ οἰκοδεσποτικὸν VDSy Heph. δεσποτικὸν YM 10 τῇ om. MS 12 παιγνιωδῶν YMS Heph. παιγωωδῶν V παιδικῶν ἀταξιῶν Dγ ἀνεπιστάτων D ἀνεπιπλάστων VYγ ἀνεπιστάτων πλαστῶν MS 13 προσεκτικὸν VYDγ προσεκδικὸν MS αἰδημονικὸν VYDy αἴδιμον MS 14 πέμπτος βγ πέμπτην Υ om. V ἐπιλαβὼν VYβ λαχὼν γ 15 τῆς ἡλικίας VDM τὴν ἡλικίαν Y ἡλιακῆς S ἰδίας] τῆς ἡλικίας Μ 16 κακόπαθον YMS κόπαθον V δυσπαθὲς Dγ 17 σκυλμοῦς ΥβC κυλμοῦς VA (sed 21 τῶν μεταχειριζομένων Υβ τῷ μεταχειριζομένω Vγ)
208

ἕκτος δὲ ὁ τοῦ Διὸς τὴν πρεσβυτικὴν ἡλικίαν λαχὼν ἐπὶ τὴν τῆς ἰδίας περιόδου πάλιν δωδεκαετίαν τὸ μὲν αὐτουργὸν καὶ ἐπίπονον καὶ ταραχῶδες καὶ παρακεκινδυνευμένον τῶν πράξεων ἀποστρέφεσθαι ποιεῖ, τὸ δὲ εὔσχημον καὶ προνοητικὸν καὶ ἀνακεχωρηκός, ἔτι δὲ ἐπιλογιστικὸν πάντων καὶ νουθετικὸν καὶ παραμυθητικὸν ἀντεισάγει τιμῆς τότε μάλιστα καὶ ἐπαίνου καὶ ἐλευθεριότητος ἀντιποιεῖσθαι παρασκευάζων μετ’ αἰδοῦς καὶ σεμνοπρεπείας.

τελευταῖος δὲ ὁ τοῦ Κρόνου τὴν ἐσχάτην καὶ γεροντικὴν ἡλικίαν ἐκληρώθη μέχρι τῶν ἐπιλοίπων τῆς ζωῆς χρόνων καταψυχομένων ἤδη καὶ ἐμποδιζομένων τῶν τε [*](m 207) σωματικῶν καὶ τῶν ψυχικῶν κινήσεων ἐν ταῖς ὁρμαῖς καὶ ἀπολαύσεσι καὶ ἐπιθυμίαις καὶ ταχείας τῆς ἐπὶ τὴν φύσιν παρακμῆς ἐπιγινομένης τῷ βίω κατεσκληκότι καὶ ἀθύμῳ καὶ ἀσθενικῷ καὶ εὐπροσκόπῳ καὶ πρὸς πάντα δυσαρέστῳ κατὰ τὸ οἰκεῖον τῆς τῶν κινήσεων νωχελίας.

αἱ μὲν οὖν κατὰ τὸ κοινὸν καὶ καθόλου τῆς φύσεως θεωρούμεναι τῶν χρόνων ἰδιοτροπίαι τοῦτον τὸν τρόπον [*](c 54) προυποτετυπώσθωσαν, τῶν δὲ ἐπὶ μέρους κατὰ τὸ τῶν γενέσεων ἴδιον ὀφειλουσῶν λαμβάνεσθαι τὰς μὲν κατὰ τὸ προυποτιθέμενον πάλιν καὶ ὁλοσχερέστερον ἀπὸ τῶν κυριωτάτων ἀφέσεων ποιησόμεθα, πασῶν μέντοι καὶ οὐκ ἀπὸ μιᾶς ὥσπερ ἐπὶ τῶν τῆς ζωῆς χρόνων,

ἀλλὰ τὴν μὲν ἀπὸ τοῦ ὡροσκόπου πρὸς τὰ σωματικὰ τῶν συμπτωμάτων [*](1 ἕκτος βγ εκτὸς V ἕκτην Y ἡλικίαν λαχὼν V λ. ἡλ. Υβγ 5.6 ἐπιλογιστικῶν V πάντων καὶ νουθετικὸν YMS Procl. om. VDy 8 μετ᾿ αἰδοῦς] μετὰ ἰδοὺς V 8.9 σεμνοτροπίας M 10 τὴν γερ. καὶ ἐσ. C 11 ἐκληρώθη VY ἀπεκληρώθη βγ 12 χρόνων MSy χρόνων τῶν VYD 13 τῶν om. MS ταῖς VY τε βγ 14 καὶ (tert) om. MS ταχείας βγ ταχείαις VY 14.15 τῆς ἐπὶ τὴν φύσιν VY τῇ φύσει βγ 15 ἐν V 17 δυσαρέτῳ κατὰ γ καὶ κατὰ MS 21 τὸ om. VYD 23 ἀπὸ βγ ἀπό τε VY εὖ τὸν . . . χρόνον VD τὴν] τῆς V)

209
καὶ τὰς ξενιτείας, τὴν δὲ ἀπὸ τοῦ κλήρου τῆς τύχης πρὸς τὰ τῆς κτήσεως, τὴν δὲ ἀπὸ τῆς σελήνης πρὸς τὰ τῆς ψυχῆς πάθη καὶ τὰς συμβιώσεις, τὴν δὲ ἀπὸ τοῦ ἡλίου πρὸς τὰ κατ’ ἀξίαν καὶ δόξαν, τὴν δὲ ἀπὸ τοῦ μεσουρανήματος πρὸς τὰς λοιπὰς καὶ κατὰ μέρος τοῦ βιοῦ διαγωγάς, οἷον πράξεις, φιλίας, τεκνοποιίας·

οὕτω γὸ(??) ἂν ἐν τοῖς αὐτοῖς καιροῖς οὐχ εἷς ἔσται ἤτοι ἀγαθοποιὸς ἢ κακοποιὸς κύριος αὐτῶν πολλῶν ὡς ἐπὶ τὸ πολὺ συμβαινόντων ὑπὸ τοὺς αὐτοὺς χρόνους ἐναντίων συμπτωμάτων, ὡς ὅταν τις ἀποβαλὼν πρόσωπον οἰκεῖον λάβῃ [*](m 208) κληρονομίαν ἢ νόσῳ καταληφθεὶς κατὰ τὸ αὐτὸ καὶ τύχῃ τινὸς ἀξίας καὶ προκοπῆς ἢ ἐν ἀπραγίᾳ τυγχάνων τέκνων γένηται πατήρ, καὶ ὅσα τοιαῦτα συμβαίνειν εἴωθεν·

οὐ γὰρ τὸ αὐτὸ σώματος καὶ ψυχῆς καὶ κτήματος καὶ ἀξιώματος καὶ τῶν συμβαινόντων ἀγαθῶν ἢ κακῶν, ὡς ἐξ ἀνάγκης ἐν ἅπασι τούτοις εὐτυχεῖν τινα ἢ πάλιν ἀτυχεῖν, ἀλλὰ συμβαίνειν μὲν ἂν ἴσως καὶ τὸ τοιοῦτον ἐπὶ τῶν τέλεον εὐδαιμονιζομένων ἢ ταλανιζομένων καιρῶν, ὅταν ἐν ἁπάσαις ἢ ταῖς πλείσταις ἀφέσεσι συνδράμωσιν ὑπαντήσεις ἀγαθοποιῶν πάντων ἢ πάλιν κακοποιῶν, σπανίως δὲ διὰ τὸ τῆς ἀνθρωπίνης φύσεως, ἀτελὲς μὲν πρὸς ἑκατέραν τῶν ἀκροτήτων, εὐκατάφορον δὲ πρὸς τὴν ἐκ τῆς ἐναλλαγῆς τῶν ἀγαθῶν καὶ κακῶν συμμετρίαν.

τοὺς μὲν οὖν ἀφετικοὺς τόπους κατὰ τὸν εἰρημένον τρόπον διακρινοῦμεν, τοὺς δὲ ἐν ταῖς ἀφέσεσιν ὑπαντῶντας οὐ μόνον πάλιν τοὺς ἀναιρετὰς ὥσπερ ἐπὶ τῶν τῆς ζωῆς [*](2 κτήσεως] κτίσεως V 4 post πρὸς τὰ desinit V in med. pag. 7 ἂν om. Y εἷς om. Y ἤτοι om. γ 9 τοῖς αὐτοῖς χρόνοις Y 10 ὡς om. Y ἀποβάλλων Υ λαμβάνῃ Y 11 καταληφθεὶς Y κατακλίθη βγ 12 ἀπραγίᾳ] εὐπραγίαις Y 18 γένηται Υ γενήσεται βγ 14 τὸ αὐτὸ] τοῦ αὐτοῦ Y κτήματος] κτίσεως Y 15 συμβαινόντων Υ (cf. Procl.) συμβιούντων βγ ὡς om. βγ YDγ συμβαίνει MS 18 ἢ ταλανιζομένων om. Dγ ὑπαντήσεις Y 20 πάλιν om. Y 22 ἀκροτήτων YSγ ἀκροτάτων DM 24 ἐφετικοὺς Y 25 ἐν om. Y ἐφέσεσιν Υ 26 ἀναιρετὰς ΥβC ἀναιρετικοὺς Α)

210
χρόνων, ἀλλὰ πάντας ἁπλῶς παραληπτέον, καὶ ὁμοίως οὐ τοὺς σωματικῶς μόνον ἢ κατὰ διάμετρον τετράγωνον στάσιν συναντῶντας, ἀλλὰ καί τοὺς κατὰ τρίγωνον καὶ ἑξάγωνον σχηματισμόν.

καὶ πρῶτον μὲν δοτέον τοὺς χρόνους καθ᾿ ἑκάστην ἄφεσιν τῷ κατ’ αὐτῆς τῆς ἀφετικῆς μοίρας τυχόντι ἢ συσχηματισθέντι, ἐὰν δὲ μὴ οὕτως ἔχῃ, τῷ τὴν ἔγγιστα προήγησιν ἐπιλαβόντι μέχρι τοῦ τὴν [*](m 209) ἑξῆς εἰς τὰ ἑπόμενα μοῖραν ἐπιθεωρήσαντος, εἶτα τούτῳ μέχρι τοῦ ἑξῆς καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως παραλαμ βανομένων μένων εἰς οἰκοδεσποτείαν καὶ τῶν τὰ ὅρια ἐπεχόντων ἀστέρων.

δοτέον δὲ πάλιν ταῖς τῶν διαστάσεων μοίραις ἔτη κατὰ μὲν τὴν τοῦ ὡροσκόπου ἄφεσιν ἰσάριθμα τοῖς τοῦ οἰκείου κλίματος χρόνοις ἀναφορικοῖς, κατὰ δὲ τὴν [*](c 54v) ἀπὸ τοῦ μεσουρανήματος ἰσάριθμον τοῖς χρόνοις τῶν μεσουρανήσεων, κατὰ δὲ τὰς ἀπὸ λοιπῶν ἀνάλογον τῷ πρὸς τὰ κέντρα συνεγγισμῷ τῶν ἀναφορῶν ἢ καταφορῶν ἢ συμμεσουρανήσεων, καθάπερ καὶ ἐπὶ τῶν τῆς ζωῆς χρόνων διωρισάμεθα.

τοὺς μὲν οὖν καθολικοὺς χρονοκράτορας ληψόμεθα τὸν εἰρημένον τρόπον, τοὺς δ’ ἐνιαυσίους ἐκβάλλοντες τὸ πλῆθος τῶν ἀπὸ τῆς γενέσεως ἐτῶν ἀφ’ ἑκάστου τῶν ἀφετικῶν τόπων εἰς τὰ ἑπόμενα κατὰ ζῴδιον ἓν καὶ τοῦ συντελειουμένου ζῳδίου τὸν οἰκοδεσπότην συμπαραλαμβάνοντες, τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῶν μηνῶν ποιήσομεν ἐκβάλλοντες πάλιν καὶ τούτων τὸ ἀπὸ τοῦ γενεθλιακοῦ μηνὸς πλῆθος ἀπὸ τῶν τὴν κυρίαν τοῦ ἔτους λαβόντων τόπων, κατὰ ζῴδιον μέντοι ἡμέρας [*](2 σωματικοὺς Y 4 συσχηματισμὸν Y 8 ἐπιθεωρήσαντος YSγ σαντες DM τούτῳ] τούτων Y 10 εἰς YS εἰς τὴν Ad οἰκοδεσποτείαν: ἤγουν τήν τε ἀφετικὴν μοῖραν καὶ τὴν ἐποχὴν τοῦ διαδεχομένου τὴν χρονοκρατορίαν C i. mg. 12 τοῦ Yγ τοῦ β 13 χρόν. ἀναφ. Y ἀναφ. χρόν. γ χρονικοῖς τοῖς ἀναφ. DM χρόνοις τοῖς ἀναφ. S 15 μεσουρανημάτων γ ἀναλόγως γ 15.16 τῷ πρὸς] ἢ κατὰ τὸν Y 18. 19 τοὺς μὲν — ληψόμεθα om. Y 21 ἀφ’] ἐφ’ Y ἐφετικῶν Y 22 ἕν om. Y συντελειουμένου: ἤγουν τοῦ συνεισφερομένου εἰς τὸν ἀριθμὸν ἑκάστω ἔτει ’ i. mg. 88 συμπαραλαβόντες Υ 24 τὸ γ τὰ β om. Υ)

211
εἴκοσι ὀκτώ, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἡμερῶν· τὰς γάρ ἀπὸ τῆς γενεθλιακῆς ἡμέρας ἐκβαλοῦμεν ἀπὸ τῶν μηνιαίων [*](m 210) τόπων κατὰ ζῴδιον ἡμέρας δύο τρίτον.