Tetrabiblos
Claudius Ptolemaeus
Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.
Ὁ μὲν οὖν περὶ γονέων τόπος σχεδὸν καὶ ἀπὸ τούτων ἄν ἡμῖν γένοιτο καταφανής, ὁ δὲ περὶ ἀδελφῶν εἴ τις καὶ ἐνταῦθα τὸ καθόλου μόνον ἐξετάζοιτο καὶ μὴ πέρα τοῦ δυνατοῦ τόν τε ἀριθμὸν ἀκριβῶς καὶ κατὰ μέρος ἐπιζητοίη, λαμβάνοιτο ἂν φυσικώτερον ὅ τε περὶ ὁμομητρίων μόνον ἀπὸ τοῦ μεσουρανοῦντος δωδεκατημορίου τοῦ μητρικοῦ τόπου, τουτέστι τοῦ περιέχοντος ἡμέρας μὲν τὸν τῆς Ἀφροδίτης, νυκτὸς δὲ τὴν σελήνην, ἐπειδήπερ τοῦτο τὸ ζῴδιον καὶ τὸ ἐπαναφερόμενον αὐτῷ γίνε- [*](14 cf. Heph. II 6; Anon. CCAG VIII 3, 128; CCAG II 189 s. VIII 4, 220; Firm. VI 32, 23 —26. Gundel, Trism. 86 8. cap. XXX) [*](1 τὸ τῶν V 2 εὐστόχως om. γ 5 μᾶλλον om. Y ὕστερον V 8 καὶ] ὡς γ μὴ om. EMS 9 οἷόν τε ΣMSγ οἴονται VYD τὸν μηδ’ om. Y τῆς ἀρχῆς] ἀπαρχῆς V 10 χρόνου om. V κατὰ VY περὶ Σβγ 12 κυριεύσαντος VY κευριεύοντος Σβγ 18 διαστάσεις V 14 ἐπίσκεψις περὶ ἀδελφῶν S² i. mg. 15 σχεδὸν ἂν Y καὶ om. γ 17 ἐξετάζοιτο V β ἐξετάζοι αγ 20 ἀπὸ VDγ καὶ ἀπὸ αMS 22 ἐπειδήπερ VYA (sed in mg. Α1 ABBREV περὶ) ἐπειδὴ περὶ ΣβC)
Ἐὰν μὲν οὖν ἀγαθοποιοὶ τῷ τόπῳ συσχηματίζωνται, δαψίλειαν ἀδελφῶν ἐροῦμεν πρός τε τὸ πλῆθος αὐτῶν τῶν ἀστέρων [*](m 119) τὸν στοχασμὸν ποιούμενοι, καὶ πότερον ἐν μονοειδέσι ζῳδίοις τυγχάνουσι ἢ ἐν δισώμοις. ἐὰν δὲ οἱ κακοποιοὶ καθυπερτερῶσιν αὐτὸν ἢ καὶ ἐναντιωθῶσι κατὰ σιάμετρον, σπαναδελφίας εἰσι δηλωτικοί, μάλιστα δὲ κἂν τὸν ἥλιον συμπαραλαμβάνωσι. εἰ δὲ καὶ ἐπὶ τῶν κέντρων ἡ ἐναντίωσις γένοιτο, καὶ μάλιστα τοῦ ὡροσκοποῦντος, ἐπὶ [*](c 31) μὲν Κρόνου καὶ πρωτότοκοι ἢ πρωτότροφοι γίγνονται, ἐπὶ δὲ Ἄρεως θανάτῳ τῶν λοιπῶν σπαναδελφοῦσιν.
ἔτι μέντοι τῶν διδόντων ἀστέρων, ἐὰν μὲν καλῶς κατὰ τὸ κοσμικὸν τυγχάνωσι διακείμενοι, εὐσχήμονας καὶ ἐνδόξους ἡγητέον τοὺς διδομένους ἀδελφούς, ἐὰν δὲ ἐναντίως ταπεινοὺς καὶ ἀνεπιφάντους, ἐὰν δὲ καθυπερτερήσωσι τοὺς διδόντας ἢ ἐπανενεχθῶσιν αὐτοῖς οἱ κακοποιοὶ καὶ ὀλιγοχρονίους· δώσουσι δὲ τοὺς μὲν ἄρρενας οἱ κοσμικῶς ἠρρενωμένοι, τὰς δὲ θηλείας οἱ τεθηλυσμένοι, καὶ πάλιν τοὺς μὲν πρώτους οἱ ἀπηλιωτικώτεροι τοὺς δὲ ὑστέρους οἱ λιβικώτεροι.
πρὸς δὲ τούτοις ἐὰν οἱ διδόντες τοὺς ἀδελφοὺς συμφώνως συμφώνως ἐσχηματισμένοι τυγχάνωσι τῷ κυριεύοντι τοῦ περὶ τῶν ἀδελφῶν δωδεκατημορίου, προσφιλεῖς ποιήσουσι τοὺς διδομένους ἀδελφούς, ἐὰν δὲ καὶ τῷ κλήρῳ τῆς τύχης, καὶ κοινωνοὺς βίου, ἐὰν δὲ ἐν τοῖς ἀσυνδέτοις τύχωσιν ἢ κατὰ τὴν ἐναντίαν στάσιν, φιλ- [*](1 τῆς] τῆς περὶ Υ 4 πλῆθος] ἀλλη Φ Y 5 supra ποιούμενοι: ἡμεῖς δηλονότι S² 6 ζῳδ. τυγχ. VDy τυγχ. ζῳδ. αSM τυγχάνωσι) 7 αὐτὸν (scil. τόπον) ΣMS αὐτῶν VYDγ 9 συμπαραλαμβάνωσι VDS γ συμπαραλαβοῦσιν Y παραλαμβάνωσι ΣΜ 12 λοιπῶν VY ὄντων Σβγ σπαναδελφοῦ V (in fin. fol.) ἔτι VY ἐπὶ Σβγ 13 μὲν] ὑπὸ μέντοι V 14 ἐνδόξους VDγ ἐπιδόξους ΣMS 20 ὑστέρους] δευτέρους Υ 21 ἐὰν VYDγ ἐὰν μὲν ΣMS 25 κοινωνοὺς βίου V κοινοβίους αβγ 26 τύχωσιν VYS τυγχάνωσιν ΣDMγ)