Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

τὸ δὲ ἐναντίον τῶν φώτων κατὰ τὸν ἐκ· κείμενον σχηματισμὸν ἐν θηλυκοῖς ζῳδίος ὑπαρχόντων μόνον αἱ μὲν γυναῖκες ὑπερβάλλουσι τοῦ κατὰ φύσιν, οἱ δὲ ἄνδρες τοῦ παρὰ φύσιν πρὸς τὸ εὔθρυπτον καὶ τε- θηλυσμένον τῆς ψυχῆς. ἐὰν δὲ καὶ ὁ τῆς Ἀφροδίτης ᾗ τεθηλυσμένος, αἱ μὲν γυναῖκες καταφερεῖς τε καὶ μοι· χάδες καὶ λάγνοι γίνονται πρὸς τὸ διατίθεσθαι κατὰ φύσιν ἐν παντί τε καιρῷ καὶ ὑπὸ παντὸς οὑτινοσοῦν, ὡς μηδενὸς ἁπλῶς, ἐάν τε αἰσχρὸν ᾗ ἐάν τε παράνομον, ἀππιπτόντων [*](4 VZDMy ὄντων Υ ἐχόντων S ἐν om.V 5 ἥ V om. γ 6.7 τῆς ψυχῆς ἁπλῶς γ 8 ἀμφότεροι Vy ἑκάτε- ρος αΜ ἑκάτεροι S ἑκάτερος ἀμφότεροι D ἠρρ. ὦσιν αΜ S ὦσιν Σβυ 12 παρά] περα(!) V ὁμιλίας Σβγ ὁμοίως VY γὰς Σβγ δὲ VY ἐπιτελούσας D ἀποτελούσας Υ ἐπιτελοῦσαι ΣΜSy 16 ᾖΣ ἥν V καὶ Y βγ 16 καὶ om.V 17 νομ. ὥσπερ VY ὥσπερ νομ. Σβγ τὰς Σβγ 18 τὸ δὲ ἐναντίον αβ (D τίων. τῶν δὲ ἐναντίων V κατὰ δὲ τὸ ἐναντίον γ 19 σχημ. VZDMy συσχημ. YS 20. 21 οἱ δὲ—φύσιν om.Y 24 διατεθεῖναι V)

173
ἔχεσθαι τῶν ἀφροδισίων, οἱ δὲ ἄνδρες μαλακοί τε καὶ σαθροὶ πρὸς τὰς παρὰ φύσιν συνουσίας καὶ γυναικῶν ἔργα διατιθέμενοι παθητικῶς, ἀποκρύφως μέντοι καὶ λεληθότως.

ἐὰν δὲ καὶ ὁ τοῦ Ἄρεως ᾗ τεθηλυσμένος, ἄν· τικρυς καὶ μετὰ παρρησίας ἀναισχυντοῦσι τὰ προκείμενα καθ’ ἑκάτερον εἶδος ἀποτελοῦντες τὸ πορνικὸν καὶ πολύκοινον καὶ πολύψογον καὶ πάναισχρον σχῆμα περιβαλλό- μενοι μέχρι τῆς κατὰ τὴν λοιδορίαν καὶ τὴν τῆς χρήσεως ὕβριν σημειώσεως. συμβάλλονται δὲ καὶ οἱ μὲν ἀνατολι- κοὶ καὶ ἑῷοι σχηματισμοί, τοῦ τε τοῦ Ἄρεως καὶ τοῦ τῆς Ἀφροδίτης πρός τε τὸ ἐπανδρότερον καὶ εὐδιαβοητότερον, οἱ δὲ δυτικοὶ καὶ ἑσπέριοι πρός τε τὸ θηλυκώτερον καὶ [*](m 173) τὸ κατασταλτικώτερον·

ὁμοίως δὲ καὶ ὁ μὲν τοῦ Κρόνου συμπροσγενόμενος ἐπὶ τὸ ἀσελγέστερον καὶ ἀκαθαρτότε- ρον ἢ καὶ ἐπονειδιστότερον ἑκάστῳ τῶν ἐκκειμένων πέφυκε συνεργεῖν, ὁ δὲ τοῦ Διὸς πρὸς τὸ εὐσχημονέστερον καὶ φυλακτικώτερον καὶ αἰδημονέστερον, ὁ δὲ τοῦ Ἑρ- μοῦ πρός τε τὸ περιβοητότερον καὶ τὸ τῶν παθῶν εὐ- κινητότερον καὶ πολυτροπώτερον καὶ εὐπροκοπώτερον.

[*](2 cf. Cumont, Égypte 133, 2)[*](2 σαθροὶ VY θαρεῖς Σ S θρασεῖς γ παρὰ] κατὰ Y 5 ἀναισχυντοῦσι V ἀνεσχυντούτν(!) Υ ἀναισχύντου Σβγ ἑκάτερον] ἕτερον Y ἀποτελοῦντες V ἀποτελοῦσι Υ ἐπιτελοῦσι Σβγ 6.7 τὸ πολύκοινον V 7 ἀπολύψογον V 9 σημειώσεως ΣΒΜγ δημοσίως ἕως V δημοσίως (!) ὡς Y δημοσιώσεως S ἐμβάλονται Y 10 τοῦ Αρεως om. in ima pag.V 12 οἱ ἑσπέριοι β 13 καταστιλκώτερον Σ 14 συμπροσγενόμενος γ προσγενόμενος α ΜS 14.15 ἀκαθαρτότερον] τὸ διακαθαρτότερον Y 15 ἐπονειδιστικότερον Σ 17 φυλ. καὶ αἰδ. γ αἰδ. καὶ φυλ. ΣΜS 18 παθῶν] ἠθῶν Σ subscr.: τέλος τοῦ γ’ βιβλίου κλαυδίου πτολεμαίου V τέλος τοῦ τρίτου Υ τέλος τοῦ γ’ βιβλίου DA om. EMSC)
174

Τάδε ἔνεστιν ἐν τῷ δ’ βιβλίῳ.

α΄. προοίμιον.

β΄. περὶ τύχης

γ’. περὶ τύχης ἀξιωματικῆς.

δ΄. περὶ πράξεως

ε΄. περὶ

ς'. περὶ τέκνων.

ζ'. περὶ φίλων καὶ

η'. περὶ ξενιτείας.

θ’. περὶ θανάτου ποιότητος.

ί. περὶ χρόνων διαιρέσεως.

Τὰ μὲν οὖν πρὸ τῆς γενέσεως καὶ τὰ κατ’ αὐτὴν τὴν [*](c 45) γένεσιν δυνάμενα θεωρεῖσθαι καὶ ἔτι τῶν μετὰ τὴν γέ- νεσιν, ὅσα τῆς συστάσεως ἐστιν ἴδια τὸ καθόλου ποῖον τῶν συγκριμάτων ἐμφαίνοντα, σχεδὸν ταῦτα ἂν εἴη· τῶν δὲ κατὰ τὸ ἐκτὸς συμβεβηκότων καὶ ἐφεξῆς ὀφειλόντων διαλαμβάνεσθαι προηγεῖται μὲν ὁ περὶ τυχῆς κτητικῆς [*](2 ss. cf. CCAG VIII 3, 94) [*](Praemittitur tit. libri: Ἀρχὴ τοῦ τετάρτου βιβλίου D Πτολε- μαίου πρὸς Σύρον add. Y) ἀποτελεσματικῶν δ’ αΜ Κλαυδίου Πτολεμαίου τῶν πρὸς Σύρον συμπερασματικῶν γ om. VS 1 Τάδε—βιβλίῳ VD (add. Κλαυδίου Πτολεμαίου) γ (add. τῶν πρὸς Σύρον συμπερασματικῶν): τὰ κεφάλαια τοῦ δ’ βιβλίου Μ Πτολεμαίου πρὸς Σύρον ἀποτελεσματικὸν (!) δ’ Υ (praemisit libro I ind. om. S 3 ά V om. αβγ προοίμοιον (!) αβγ 4 β΄ V ά ΥDγ om. ΣΜS (et sic deinceps) 6 πράξεως ποιότητος α Dy πράξεων ποιοτήτων Μ 7 ἁρμογῶν Y 12 post π. χρ. διαιρ. add. περὶ ἐνιαυτῶν Μ (= Heph. II 26) 13 προοίμιον VD (i. mg.) A περὶ τύχης κτητικῆς Y om. βC, sed S i. mg. inf. ἐπίσκεψις περὶ τῶν ἐκτὸς συμβεβηκότων 14 τὰ (alt.) om. ΣΜS 18 ἴδια om. Y 15 συμβεβηκότων αβ συμβαινόντων γ ἑξῆς Σ)

175
τε καὶ ἀξιωματικῆς λόγος, συνῆπται δ' ὥσπερ ἡ μὲν κτητικὴ ταῖς τοῦ σώματος οἰκειώσεσιν, ἡ δὲ ἀξιωματικὴ ταῖς τῆς ψυχῆς·