Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

ἐπειδὴ τὰ τὰς αὐτὰς καιρικὰς ὥρας ἀπέχοντα τοῦ μεσημβρινοῦ τμήματα τοῦ ζῳδιακοῦ καθ’ ἑνὸς καὶ τοῦ αὐτοῦ γίνεται τῶν προειρημένων [*](c 35v) ἡμικυκλίων, καὶ δεήσει λαβεῖν, μετὰ πόσους ἰσημερινοὺς χρόνους καὶ τὸ ἑπόμενον τμῆμα τὰς ἴσας καιρικοὺς ὥρας ἀφέξει τοῦ αὐτοῦ μεσημβρινοῦ τῇ προηγουμένῃ, ταύτας δέ, ἃς εἰλήφαμεν, ἐπισκεψόμεθα, πόσους τε κατὰ τὴν ἐξ ἀρχῆς θέσιν ἀπεῖχεν ἰσημερινοὺς χρόνους καὶ ἡ ἑπομένη μοῖρα τῆς κατὰ τὸ αὐτὸ μεσουράνημα διὰ τῶν ἐπ’ ὀρθῆς πάλιν τῆς σφαίρας ἀναφορῶν, καὶ πόσους, ὅτε τὰς ἴσας καιρικὰς ὥρας ἐποίει τῇ

προηγουμένη, πολυπλασιάσαντές τε καὶ ταύτας ἐπὶ τὸ πλῆθος τῶν τῆς ἑπομένης μοίρας ὡριαίων χρόνων, εἰ μὲν πρὸς τὸ ὑπὲρ γῆν εἴη μεσουράνημα πάλιν ἡ σύγκρισις, τῶν καιρικῶν ὡρῶν τὸ τῶν ἡμερησίων, εἰ δὲ πρὸς τὸ ὑπὸ γῆν, τὸ τῶν τῆς νυκτός, καὶ τοὺς γινομένους ἐκ τῆς ὑπεροχῆς ἀμφοτέρων τῶν διαστάσεων λαβόντες ἕξομεν τὸ τῶν ἐπιζητουμένων ἐτῶν πλῆθος.

ἵνα δὲ φανερώτερον γένηται τὸ λεγόμενον, ὑποκείσθω προηγούμενος μὲν τόπος ὁ τῆς ἀρχῆς τοῦ Κριοῦ λόγου ἕνεκεν, ἑπόμενος δὲ ὁ τῆς ἀρχῆς τῶν Διδύμων, κλίμα δέ, ὅπου ἡ μὲν μεγίστη ἡμέρα [*](m 137) ὡρῶν ἐστι τεττάρων καὶ δέκα, τὸ δ’ ὡριαῖον μέγεθος τῆς ἀρχῆς τῶν Διδύμων ἔγγιστα χρόνων ἱσημερινῶν ιݲζݲ, καὶ ἀνατελλέτω πρῶτον ἡ ἀρχὴ τοῦ Κριοῦ, ἵνα μεσουτὰ [*](3 om. VYD 4 τμήματα VYSy τμήματος ΣDM 7 ἰσ. χρόνους Y χρ. ἰσ. γ ἰσ. νΣβ καὶ τὸ—ἴσας om.V 8 ἀφέξει . . . τῇ πρὸ. αβ τῇ πρ. ἀφ. Α ἀφῇ. τῇ πρ. C 9 δέ, ἃς εἰλήφαμεν VY γὰρ διειληφότες ΣMS διειληφότες Dγ 13 ἐποίει VYDy ποιεῖ ΣMS 18 τῆς (alt.)VY τῶν τῆς Σβγ 19 ἐπιζητ. VYDy ζητ. ΣMSγ 20 post πλῆθος nov. tit.: ὑπόδειγμα Σ παράδειγμα Α2 (i. mg.) ἐπίσκεψις περὶ τῶν χρόνων τῆς ζωῆς S3 i. mg. 21.22 ὁ τῆς ἀρχῆς αβγ ἡ ἀρχὴ V 28 μὲν om.V ἡμέρα—24 ἐστι] ὥρα ἐστὶν ὡρῶν V 25 ἔγγιστα om. γ ιζ]ݲ ιζ]ݲ)

138
ρανῇ ἡ ἀρχὴ τοῦ Αἰγοκέρωτος, καὶ ἀπεχέτω τοῦ ὑπὲρ γῆν μεσουρανήματος ἀρχὴ τῶν Διδύμων χρόνους ἰσημερινοὺς ρݲμݲηݲ.

ἐπεῖ οὖν ἡ τοῦ Κριοῦ ἀρχὴ ἀπέχει μεσημβρινοῦ μεσουρανήματος καιρικὰς ὥρας ἕξ, ταύτας πολλαπλασιάσαντες ἐπὶ τοὺς ιݲζݲ χρόνους, οἵπερ ἦσαν ὡριαίου μεγέθους τῆς ἀρχῆς τῶν Διδύμων, ἐπειδήπερ πρὸς τὸ ὑπὲρ γῆν μεσουράνημά ἐστιν ἡ τῶν ρݲμݲηݲ χρόνων ἀποχή, ἕξομεν καὶ ταύτης τῆς διαστάσεως χρόνους ρݲβݲ· μετὰ τοὺς τῆς ὑπεροχῆς ἄρα χρόνους μݲςݲ τόπος ἐπὶ τὸν τοῦ προηγουμένου μεταβήσεται. τοσοῦτοι δέ εἰσιν ἔγγιστα χρόνοι καὶ τῆς ἀναφορᾶς τοῦ τε Κριοῦ καὶ τοῦ Ταύρου, ἐπειδὴ ὁ ἀφετικὸς τόπος ὑπόκειται ὡροσκοπῶν.

μεσουρανείτω δὴ ὁμοίως ἡ ἀρχὴ τοῦ Κριοῦ, ἵνα ἀπέχῃ κατὰ τὴν πρώτην θέσιν ἡ ἀρχὴ τῶν Διδύμων τοῦ ὑπὲρ γῆν μεσουρανήματος χρόνους ἰσημερινοὺς νݲηݲ. οὖν κατὰ δευτέραν θέσιν ὀφείλει μεσουρανεῖν ἡ ἀρχὴ τῶν <Διδύμων> ἕξομεν τὴν τῶν διαστάσεων αὐτῶν τῶν νݲηݲ χρόνων, ἐν ὅσοις πάλιν διὰ τὸ μεσουρανεῖν τὸν ἀφετικὸν τόπον διέρχεται τὸν μεσημβρινὸν ὅ τε Κριὸς καὶ ὁ Ταῦρος. δυνέτω δὲ τὸν αὐτὸν τρόπον [*](m 138) [*](1 ἀπεχέτω VDy ἀπέχει Υ ἀπέχῃ ΣMS 8 ἡ ἀρ. τῶν διδ. VYDSγ τῶν διδῶ. ἡ ἀρ. ΣΜ 3 ρݲμݲηݲ] ρݲμݲηݲ μζ’Σγ απέχῃ V om. Y πλασιάσαντες V αβ -πλασιάζοντες γ ιݲζݲ ιݲζݲ β ιݲζݲ η΄ Σ ιݲζݲ η΄ ἰσημερινοὺς χρόνους γ οἵπερ om.Y ἦσαν V εἰσί γ εἰσί χρόνοι Σβ om. Y 6 ἐπειδήπερ VY ἐπειδή Σβγ 7 ρݲμݲηݲ] ρݲπݲηݲ S 9 ρβݲ β ρβݲ μݲςݲ] σݲμݲςݲ D 10 ἐπὶ] μετὰ Y 11 καὶ αΜS τοῦ VDy V 13 μεσουρανείτω]μεσουρανήματος V 14 τὴν πρώτην] τὴν αὐτὴν C ταύτην τὴν Α post Διδύμων: ἐπὶ τῆς ὀρθῆς σφαίρας γ (C suprascr.) 15 νݲηݲ β νݲζݲ νβ΄ γ 16 δευτέραν] πρώτην Y ἡ ἀρχὴν ὁ ἀφετικὸς τόπος Σγ β 17 uva Procl. om. αβγ Διδύμων suppl. ex Procl. ἕξομεν] ἔξω μὲν V τῶν διαστάσεων VY τῆς προτέρας διαστάσεως Σβ τῆς τοιαύτης διαστ. γ 18 αὐτῶν Y τῶν V αὐτὴν τὴν ΣDMγ αὐτὴν SI νݲηݲ] νݲζݲ μδ΄ ὅσοις VY οἷς Σβγ τὺ] τοῦ V 20 δὲ VY δὲ πάλιν Σβγ)

139
ἡ ἀρχὴ τοῦ Κριοῦ, ἵνα μεσουρανῇ μὲν ἀρχὴ τοῦ Καρκίνου, ἀπέχῃ δὲ τοῦ ὑπὲρ γὴν μεσουρανήματος ἡ ἀρχὴ τῶν Διδύμων εἰς τὰ προηγούμενα χρόνους ἰσημερινοὺς λݲβݲ.

ἐπειδὴ οὖν πάλιν ἓξ ὥρας καιρικὰς ἀπέχει τοῦ μεσημβρινοῦ ἡ ἀρχὴ τοῦ Κριοῦ πρὸς δυσμάς, ἐὰν ἑπτακαιδεκάκις ταύ- [*](c 36) τας ποιήσωμεν, ἕξομεν ρݲβݲ χρόνους, οὓς ἀφέξει τοῦ μεσημβρινοῦ καὶ ἡ ἀρχὴ τῶν Διδύμων, ὅταν δύνῃ. ἀπεῖχε δὲ καὶ κατὰ τὴν πρώτην θέσιν ἐπὶ τὰ αὐτὰ χρόνους λݲβݲ ἐν τοῖς τῆς ὑπεροχῆς ἄρα χρόνοις οݲ ἐπὶ τὸ δῦνον ἠνέχθη, ἐν οἷς καὶ καταφέρεται μὲν ὁ τε Κριὸς καὶ ὁ Ταῦρος, ἀναφερεται δὲ τὰ διαμετροῦντα δωδεκατημόρια τό τε τῶν Χηλῶν καὶ τὸ τοῦ Σκορπίου.

ὑποκείσθω τοίνυν ἐπὶ μηδενὸς μὲν οὖσα τῶν κέντρων ἡ ἀρχὴ τοῦ Κριοῦ, ἀπέχουσα δέ, λόγου ἕνεκεν εἰς τὰ προηγούμενα τῆς μεσημβρίας καιρικὰς ὥρας τρεῖς, ἵνα μεσουρανῇ μὲν ἡ τοῦ Ταύρου μοῖρα ὀκτωκαιδεκάτη, ἀπέχῃ δὲ κατὰ τὴν πρώτην θέσιν ἡ τῶν Διδύμων ἀρχὴ τοῦ ὑπὲρ γῆν μεσουρανή- ματος εἰς τά ἑπόμενα χρόνους ἰσημερινοὺς ιݲγݲ· ἐὰν οὖν πάλιν τοὺς ιݲζݲ χρόνους ἐπὶ τὰς γݲ ὥρας πολλαπλασιάσωμεν, ἀφέξει μὲν καὶ κατὰ τὴν δευτέραν θέσιν ἡ τῶν Διδύμων ἀρχὴ τῆς μεσημβρίας εἰς τὰ προηγούμενα χρόνους νݲαݲ, [*](m 139) τοὺς δὲ πάντας ποιήσει χρόνους ξݲδݲ.

ἐποίει δὲ διά τῆς αὐτῆς ἀγωγῆς, ὅτε μὲν ἀνέτελλεν ὁ ἀφετικὸς τόπος, χρότοῦ [*](1 Κριοῦ—ἡ ἀρχὴ om. V 3 χρόν. ἰσ. Vαβ μοίρας γ λݲβݲ] λݲβݲ ις΄ Σγ ἐπειδὴ VDy ἐπεὶ aMS 4 ἓξ ὤρ. καιρ. Σβ καὶ ὤρ. καιρ. V καιρ. ὤρ. ἓξ Y ἓξ καιρ. ὥρ. γ ἀπέχῃ V 5 ἑπτακαίδεκα Y ἑπτ. ταύτ. ποιήσωμεν] πολλαπλασιάσωμεν ταύτ. ἐπὶ τοὺς ἀνωτέρω εἰρημένους ιݲζݲ η΄ χρόνους γ 6 ρݲβݲ χρόνους VΣβ χρόν. ρݲβݲ Υ χρόν. ἰσημερινοὺς ρݲβݲ μη΄ γ 8 λݲβݲ] λβݲ ις΄ Σγ 9 τῆς ὑπεροχῆς τῆς ἄρα ὑπεροχῆς Y τῆς ὑπὲρ γῆς MS τῆς ὑπὲρ γῆν D ὑπὲρ γῆν Σγ 12 ἐπὶ VYS ὑπὸ ΣΒΜγ μηδενὸς VYβ μηδὲν Σγ 18 μένουσα V ἡ ἀρχὴ VYy ἤγουν ἡ ἄρ. Σβ 16 μοίρας VY 18 οὑν om. β 19 ιݲζݲ] ιݲζݲ η΄ Σγ πολλαπλ. VΣγ πολυπλ. Υβ 20 ἀφέξει αβγ ἀφίσταται V 21 τσ] ναݲ κδ΄ Σγ 22 ξݲδݲ] ξݲδݲ κδ΄ Σγ)

140
ὅτε μݲςݲ, ὅτε δὲ ἐμεσουράνει, χρόνους νݲηݲ, ὅτε χρόνους ο΄. διήνεγκεν μὲν ἄρα καὶ ὁ κατὰ τὴν μεταξὺ θέσιν τῆς τε μεσουρανήσεως καὶ τῆς δύσεως τῶν χρόνων ἀριθμὸς ἑκάστου τῶν ἄλλων· γέγονε γὰρ ξݲδݲ διήνεγκε δὲ κατὰ τὸ ἀνάλογον τῆς τῶν γݲ ὡρῶν ἐπειδήπερ αὕτη ἐπὶ μὲν τῶν ἄλλων κατὰ τὰ κέντρα τεταρτημορίων ιݲβݲ χρόνων ἦν, ἐπὶ δὲ τῆς τῶν τριῶν ἀποστάσεως ἓξ χρόνων.

ἐπεὶ δὲ καὶ ἐπὶ πάντων ἡ αὐτὴ σχεδὸν ἀναλογία συντηρεῖται, δυνατὸν ἔσται κατὰ τοῦτον τὸν τρόπον ἁπλούστερον τῇ μεθόδῳ χρῆσθαι. πάλιν γὰρ ἀνατελλούσης μὲν τῆς προηγουμένης μοίρας ταῖς μέχρι τῆς ἑπομένης ἀναφοραῖς συγχρησόμεθα, μεσουρανούσης δὲ ταῖς ἐπ’ ὀρθῆς τῆς σφαίρας, δυνούσης δὲ ταῖς καταφοραῖς, ὅταν δὲ μεταξὺ τούτων ᾗ, ὡς λόγου ἕνεκεν ἐπὶ τῆς ἐκκειμένης διαστάσεως τοῦ Κριοῦ, ληψόμεθα πρῶτον τοῦς ἐπιβάλλοντας χρόνους ἑκατέρῳ τῶν περιεχόντων κέντρων, εὑρήσομεν δέ, ἐπειδὴ μετὰ τὸ μεσουράνημα τὸ ὑπὲρ γῆν ὑπέκειτο ἡ ἀρχὴ τοῦ Κριοῦ μεταξὺ τοῦ μεσουρανοῦντος κέντρου καὶ τοῦ δύνοντος, τοὺς ἐπιβάλλοντας χρόνους μέχρι τῆς ἀρχῆς τῶν Διδύμων, τῶν μὲν συμμεσουρανήσεων νݲηݲ, τῶν δὲ συγκαταδύσεων [*](m 140) οݲ, ἔπειτα μαθόντες, ὡς πρόκειται,

πόσας καιρικὰς ἀπέχει τὸ προηγούμενον τμῆμα ὁποτέρου τῶν κέντρων, ὅσον ἂν ὦσι μέρος αὗται τῶν τοῦ τεταρτημορίου καιριἐμεσουράνη [*](1 V νݲηݲ] νݲζݲ μδ΄ γ ἔδυνε Σβγ ἕδεινεν δύνη Y 2 οݲ] οݲ λς΄ Σ οݲ λβ΄ γ 3 μεσουρανήσεως γ μεσουρανούσης VS 4 ξݲδݲ] ξݲδݲ ἔγγιστα γ 6 ἄλλων VYDy ὅλων ΣΜS 7 ἦν] ἦν ἔγγιστα γ 9 κατὰ Σβγ καὶ V καὶ κατὰ Y 12 συγχρησ. VYDy χρησ. ΣMS μεσουρανοῦσα V 14 ἦ] ᾖν V ὡς VY οἷον Σβγ 15 ἐπὶ] ὡς ἐπὶ γ 16 περιεχόντων VYS περιεχομένων ΣDMγ 17 τὸ om.V 20 χρόνους β χρ. ξݲδݲ ἔγγιστα Σγ τῆς ἀρχῆς Y om. νΣβγ 21 μὲν YS Σβγ μὲν ΥS μὲν μ(!) V δὲ ΣDMγ συμ μεσ. VΣβC μεσ. ΥΑ καταδύσεων V 22 ὅσας Υ 23 ἀκέχει ΣSγ ἀπέχῃ VYDM ὁποτέρου V «Sy ὁποτέρας DM κέντρων om. V)

141
κῶν ὡρῶν ἓξ, τοσοῦτον μέρος τῆς ἀμφοτέρων τῶν συναγωγῶν ὑπεροχῆς προσθήσομεν ἀφελοῦμεν τῶν συγκρινομένων [*](c 36ν) κέντρων, οἷον ἐπεὶ τῶν προκειμένων οݲ καὶ νݲηݲ ἡ ὑπεροχή ἐστι χρόνων ιݲβݲ, ὑπέκειτο δὲ τὰς ἴσας καιρικὰς ὥρας τρεῖς ὁ προηγούμενος τόπος ἑκατέρου τῶν κέντρων ἀπέχων, αἴ εἰσι τῶν ἓξ ὡρῶν ἥμισυ μέρος, λαβόν τες καὶ τῶν ιݲβݲ χρόνων τὸ ἥμισυ ἤτοι τοῖς νݲηݲ ἢ τῶν οݲ ἀφελόντες εὑρήσομεν τὴν ἐπιβολὴν χρόνων ξݲδݲ.

εἰ δέ γε δύο καιρικὰς ὥρας ἀπεῖχεν ὁποτέρου τῶν κέντρων, αἴ εἰσι τῶν ςݲ ὡρῶν τὸ τρίτον μέρος, τὸ τρίτον πάλιν τῶν τῆς ὑπεροχῆς ιݲβݲ χρόνων, τουτέστι τοὺς δݲ. εἰ μὲν ἡ τῶν δύο ὡρῶν ἀποχή ἀπὸ τοῦ μεσουρανήματος ὑπέκειτο, προσεθήκαμεν ἂν τοῖς νݲηݲ χρόνοις, εἰ δὲ τοῦ δύνοντος, ἀφείλομεν ἂν ἀπὸ τῶν οݲ. ὁ μὲν οὖν τῆς τῶν χρονικῶν διαστάσεων ποσότητος οὕτως ἡμῖν κατὰ τὸ ἀκόλουθον ὀφείλει λαμβάνεσθαι.

διακρινοῦμεν δὲ λοιπὸν ἐφ’ ἑκάστης τῶν προειρημένων νων ἢ καὶ καταδύσεων κατὰ τὴν ἀπὸ τῶν ὀλιγοχρονιωτέρων τάξιν τάς τε ἀναιρετικὰς καὶ τὰς κλιμακτηρικὰς [*](m 141) καὶ τὰς ἄλλως παροδικὰς διά τε τοῦ ἢ κεκακῶσθαι τῆν ὑπάντησιν ἢ βοηθεῖσθαι κατὰ τὸν προειρημένον ἡμῖν τρόπον καὶ διὰ τῶν καθ’ ἕκαστον τῶν διασημαινομένων ἐκ τῆς ὑπαντήσεως χρονικῶν ἐπεμβάσεων.

κεκακωμένων γὰρ ἅμα τῶν τόπων καὶ τῆς πρὸς τὴν [*](2 ἢ προσθήσομεν γ τῶν συγκρ. κέντρων V τῷ συγκρινομένῳ κέντρῳ αβγ 3 προυποκειμένων V οݲ καὶ νݲηݲ VY 4 ἡ αβγ ἐτῶν V 6 ὡρῶν om. αMS λαβ. VYDSy λαβ. δὲ ΣΜ 7 χρόνων Σγ δύο V cm. Υβ ἤτοι VYDy καὶ ἤτοι ΣMS 9 ξݲδݲ VYSy ξݲαݲ ΣDM 12 ἡ—ἀπχὴ VY χαὶ Σβγ μεσουρανήματος Σβ μεσουράνημα τῆς(!) Y μεσουρανοῦντος γ 13 ὑπέκειτο VY ὑπέκειντο Σβγ ἂν Vocy αὐ et lac. 3 litt. S αὐτοῖς DM 15 διαστάσεων Υγ διαστάσεως Σβ 17 εἰρημένων Y 19 ὀλιγ. YS Procl. λιγοχρ. (!) V ὀλιγοχρονιωτάτων ΣDMγ καὶ τὰς—20 παροδικὰς om. Y 21 βοηθεῖσθαι om. M (lac. ind.) προείρ. αΜS Procl. εἰρ. VDγ 24 γὰρ ἅμα om. Y τῆς αDγ τῶν MS)

142
ἐπέμβασιν τῶν ἐτῶν παρόδου τῶν ἀστέρων κακοποιούσης τοὺς κυριωτάτους τόπους ἄντικρυς θανάτους ὑπονοητέον, τοῦ δὲ ἑτέρου τούτων φιλανθρωποῦντος κλιμακτῆρας μεγάλους καὶ ἐπισφαλεῖς, ἀμφοτέρων δὲ νωθρίας μόνον ἢ βλαβὰς καὶ καθαιρέσεις παροδικάς τῆς καὶ ἑν τούτοις ἰδιότητος λαμβανομένης ἀπὸ τῆς τῶν ὑπαντητικῶν τόπων πρὸς τὰ τῆς γενέσεως πράγματα συνοικειώσεως.

οὐδὲν δὲ ἐνίοτε κωλύει, δισταζομένων τῶν τὴν ἀναιρετικὴν κυρίαν λαμβάνειν ὀφειλόντων τὰς καθ’ ἕκαστον αὐτῶν ὑπαντήσεις ἐπιλογιζομένους ἤτοι ταῖς μάλιστα πρὸς τὰ ἐκβάντα ἤδη τῶν συμπτωμάτων συμφωνούσαις καὶ πρὸς τά μέλλοντα κατακολουθεῖν ἢ πρὸς ἁπάσας ὡς κατ’ ἰσότητα τῆς δυνάμεως ἰσχυούσας παρατηρητικῶς ἔχειν τὸ μᾶλλον καὶ ἧττον αὐτῶν κατὰ τὸν αὐτὸν τρόπον ἐπισκεπτομένους.