Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Τῶν δὲ μετὰ τὴν γένεσιν συμπτωμάτων ἡγεῖται μὲν ὁ περὶ χρόνων ζωῆς λόγος, ἐπειδήπερ κατὰ τὸν ἀρχαῖον γελοῖόν ἐστι τὰ καθ’ ἕκαστα τῶν ἀποτελουμένων ἐφαρ- μόζειν τῷ μηδ’ ὅλως ἐκ τῆς τῶν βιωσίμων ἐτῶν ὑποστάσεως ἐπὶ τοὺς ἀποτελεστικοὺς αὐτῶν χρόνους ἥξοντι.

θεωρεῖται δὲ οὗτος οὐχ ἁπλῶς οὐδ’ ἀπολελυμένως, ἀλλ’ ἀπὸ τῆς τῶν κυριωτάτων τόπων ἐπικρατήσεως πολυμερῶς λαμβανόμενος. ἔστι δ’ ὁ μάλιστά τε συμφωνῶν ἡμῖν καὶ ἄλλως ἐχόμενος φύσεως τρόπος τοιοῦτος. ἤρτηται μὲν γὰρ τὸ πᾶν ἔκ τε τῆς τῶν ἀφετικῶν τόπων διαλήψεως καὶ ἐκ τῆς αὐτῶν τῶν τῆς ἀφέσεως ἐπικρατούντων καὶ ἔτι ἐκ τῆς τῶν ἀναιρετικῶν τόπων ἢ ἀστέρων. διακρίνεται δὲ τούτων ἕκαστον οὕτως.

τόπους μὲν πρῶτον ἡγητέον ἀφετικοὺς ἐν οἷς εἶναι δεῖ πάντως τὸν μέλλοντα τὴν κυρείαν τῆς ἀφέσεως λαμβάνειν [*](m 128) τό τε περὶ τὸν ὡροσκόπον δωδεκατημόριον, ἀπὸ πέντε μοιρῶν τῶν προαναφερομένων αὐτοῦ τοῦ ὁρίζον- τος μέχρι τῶν λοιπῶν καὶ ἐπαναφερομένων μοιρῶν εἴκοσι πέντε καὶ τὰς ταύταις ταῖς λ΄ μοίραις δεξιὰς ἑξαγώνους τὰς τοῦ ἀγαθοῦ δαίμονος καὶ τετραγώνους τοῦ ὑπὲρ γῆν [*](1 cf. Heph. II 11: CCAG VIII 2, 65 89.; CCAG II 50 f. 174; ib. IV 82, 28; ib. V 1, 44 f. 174v: Val. IX 8—10 3 cf.Riess. et- Petos. 15; Cumont, Egypte 200, 3) [*](l ια΄ VD ι΄ γ om. MS tit. VYDMy om. ΣS 4 ἕκαστα VY ἕκαστον Σβγ 7 οὕτως V 9 ἔστι] ἔτι V 11 τόπων Υβγ OM. Σ 12 τῆς αὐτῶν τῶν VY τῶν τῆς αὐτῆς Σβγ τῆς ἀφέσεως Vay ἀφ. β 12.13 καὶ ἔτι—ἀστέρων om. γ 14 post οὕτως nov. tit. περὶ τόπων ἀφετικῶν Σ περὶ τόπων τῆς ἀφέσεως ἤτοι τῆς ζωῆς S2 i. mg. 15 τόπους μὲν πρῶτον VYS πρ. μ. τ. ΣDMγ l? τὸν] τὴν V 18 μοίρας V 19 μοιρῶν VDy ἐπικέντρων μοιρῶν Y om. ΣMS 20 τὰς VS ταῖς Y τοὺς ΣDMγ δεξιὰς β δεξιοὺς Σ om. γ 21 τὰς V τοὺς Y τε ΣβC τε καὶ Α ἀγαθοῦ δαίμ. VS ἀγαθοδαίμονος Υ ἀγαθοποιοῦ αίμ. ΣDMγ)

130
μεσουρανήματος καὶ τριγώνους τοῦ καλουμένου θεοῦ καὶ διαμέτρους τοῦ δύνοντος, προκρινομένων καὶ ἐν τούτοις εἰς δύναμιν ἐπικρατήσεως πρῶτον μὲν τῶν κατὰ τὸ ὑπὲρ γῆν μεσουράνημα, εἶτα τῶν κατὰ τὴν ἀνατολήν, εἶτα τῶν κατὰ τὴν ἐπαναφοράν τοῦ μεσουρανήματος, εἶτα τῶν κατὰ τὸ δῦνον, εἶτα τῶν κατὰ τὸ προηγούμενον τοῦ μεσουρανήματος.

τό τε γὰρ ὑπὸ γῆν πᾶν εἰκότως ἀθετητέον πρὸς τὴν τηλικαύτην κυρείαν πλὴν μόνων τῶν παρ’ αὐτὴν τὴν ἐπαναφορὰν εἰς φῶς ἐρχομένων, τοῦ τε ὑπὲρ γῆν οὔτε τὸ ἀσύνδετον τῷ ἀνατέλλοντι δωδεκατημόριον ἁρμόζει παραλαμβάνειν, οὔτε τὸ προανατεῖλαν, ὃ καλεῖται [*](c 33v) τοῦ κακοῦ δαίμονος, ἐπειδήπερ κακοῖ τὴν ἐπὶ τὴν γῆν ἀπόρροιαν τῶν έν αὐτῷ ἀστέρων μετὰ τοῦ καὶ ἀποκεκλικέναι, θολοῖ καὶ ὥσπερ ἀφανίζει τὸ ἀναθυμιώμενον ἐκ τῶν τῆς γῆς ὑγρῶν παχὺ καὶ ἀχλυῶδες, παρ’ 3 καὶ τοῖς χρώμασι καὶ τοῖς μεγέθεσιν οὐ κατὰ φύσιν ἔχοντες φαίνονται.

μετὰ δὲ ταῦτα πάλιν ἀφέτας παραληπτέον τούς τε κυριωτάτους τέσσαρας τόπους, ἥλιον, σελήνην, ὠροσκόπον, κλῆρον τύχης, καὶ τοὺς τούτων οἰκοδεσποτήσαντας, [*](m 120) κλῆρον μέντοι τύχης τὸν συναγόμενον ἀπὸ τοῦ ἀριθμοῦ πάντοτε καὶ νυκτὸς καὶ ἡμέρας τοῦ ἀπὸ ἡλίου ἐπὶ σελήνην καὶ τὰ ἴσα φέροντος ἀπὸ τοῦ ὡροσκόπου κατὰ τὰ [*](2 τοῦ] οὐ V ἐν] ἐκ V 8 ἐπικρατήσεως β τῶν ἐπικρατήσεων Σ τῆς ἐπικρατήσεως γ τῶν Sy τὸ VDM τῆς Σ om. Y 4 μεσουράνημα βγ μεσουρανήματι Σ μεσουράνημα ἑστώτων VY τῶν] τὴν V 5 μεσουρανήματος] μορίου V 7 ἀθετητέον] ἀθητέον Y 8 παρ’] ἐπ’ Y 9 ἐπαναφοράν γ ἀναφορὰν αMS 10 post δωδεκατ.: ὃ λέγεται ἀργὸς Σ i. mg. ὅπερ καλοῦσι τόπον ἀργὸν γ i. mg. 11 ὃ om. V καλεῖται γ καὶ καλ. ΣMS 12 τοῦ om. αMS ἐπειδήπερ Σβγ ἐπείπερ V ὅπερ κακοῖ Σβγ τὴν (alt) Σ 13 ἀστέρων om.MS 16 φαίνονται Vaβ φαίνεται γ l9 τοὺς om. V post οἰκοδεσποτήσαντας nov. tit: περὶ τοῦ κλήρου τῆς τύχης add. Σ μέντοι] μὲν V 20 τῷ συναγομένῳ γ ἀπὸ τοῦ ἀριθμοῦ αβ ἀριθμῷ τῶν μοιρῶν γ 21 πάντοτε] π. τῶνμοιρῶν Σ καὶ νυκτὸς καὶ ἡμ. VY καὶ ἡμ. κ. ν. Σβ ἡμ δηλαδὴ καὶ νυκτὸς γ 22 τὰ ἴσα αβ εἰς τὰ ἴσα V τὸν ἴσον ἀριθμόν γ φέροντος VY ἀφαιροῦντες Σβγ τοῦ ὡρ.] τῆς τοῦ ὡροσκόπου μοίρας γ)

131
ἑπόμενα τῶν ζῳδίων, ἵνα ὃν ἔχει λόγον καὶ σχηματισμὸν ὁ ἥλιος πρὸς τὸν ὡροσκόπον, τοῦτον ἔχη καὶ ἡ σελήνη πρὸς τὸν κλῆρον τῆς τύχης καὶ ᾗ ὥσπερ σεληνιακὸς ὡροσκόπος.

ἴσως δὲ αὐτὸ τοῦτο θέλει τε καὶ δύναται παρὰ τῷ συγγραφεῖ τὸ τοῖς νυκτὸς γεννωμένοις ἀπὸ σελήνης ἐπὶ ἥλιον ἀριθμεῖν καὶ ἀνάπαλιν ἀπὸ τοῦ ὡροσκόπου, τουτέστιν εἰς τὰ προηγούμενα, διεκβάλλειν· καὶ οὕτως γὰρ κἀκεῖνος 6 αὐτὸς τόπος τοῦ κλήρου καὶ 6 αὐτὸς τοῦ συσχηματισμοῦ λόγος ἐκβήσεται.

[*](m 130)

προκριτέον δὲ καὶ ἐκ τούτων ἡμέρας μὲν πρῶτον τὸν ἥλιον, ἐάνπερ ἐν τοῖς ἀφετικοῖς τόποις, εἰ δὲ μή, τὴν σελήνην, εἰ δὲ μή, τὸν πλείους ἔχοντα λόγους οἰκοδεσποτείας πρός τε τὸν ἥλιον καὶ τὴν προγενομένην σύνοδον καὶ πρὸς τὸν ὡροσκόπον, τουτέστιν ὅταν τῶν οἰκοδεσποτικῶν δεσποτικῶν τρόπων ε΄ ὄντων τρεῖς ἔχῃ πρὸς ἕνα ἢ καὶ πλείους τῶν εἰρημένων, εἰ δὲ μή, τελευταῖον τὸν ὡροσκόπον, [*](c 34) νυκτὸς δὲ πρῶτον τὴν σελήνην, εἶτα τὸν ἥλιον, [*](1 post ζῳδίων: ὅπου δ’ ἂν ἐκπέσῃ ὁ ἀριθμός, ἐκείνην τὴν μοῖραν τοῦ δωδεκατημορίου καὶ τὸν τόπον φαμὲν ἐπέχειν τὸν κλῆρον τῆς τύχης Σγ 2, ὡροσκόπον VD ἀνατολικὸν ὁρίζοντα αMS τὴν ὡροσκοποῦσαν μοῖραν τοῦ ἀνατέλλοντος δωδεκατημορίου γ 3 post ὠροσκόπνς: πλὴν ὀφείλομεν ὁρᾶν ποῖον τῶν φώτων ἐπὶ τὰ ἑπόμενα εὑρίσκηται τοῦ ἑτέρου· εἰ μὲν γὰρ ἡ σελήνη (ὡς add. πρὸς τὰ ἑπόμενα μᾶλλον εὑρίσκηται τοῦ ἡλίου, τὸν ἐκβαλλόμενον ἀπὸ τοῦ ὡροσκόπου ἀριθμὸν ἐπὶ. τὸν κλῆρον τῆς τύχης, ὡς πρὸς τὰ ἑπόμενα τῶν ζῳδίων δεῖ ἡμᾶς τοῦτον διεκβάλλειν, εἰ δὲ ὡς πρὸς τὰ ἡγούμενα τοῦ ἡλίου μᾶλλον εὑρίσκηται ἡ σελήνη, τὸν αὐτὸν ἀριθμὸν ὡς πρὸς τὰ ἡγούμενα (προηγ. γ) τοῦ ὡροσκόπου δεῖ δι- Σ) Σγ hoc scholion ’ab aliquo interprete temere insertum' (m) β 4 ἴσως—9 ἐκβήσεται om. S ἴσως—7 διεκβάλλειν om. γ 7 διεκβάλλειν βαλεῖν αDM 8 κλήρου VαDM κλ. τῆς τύχης γ 9 σχηματισμοῦ Σ ἐκβήσεται γ εὑρεθήσεται ΣΜ 10 nov. tit. πόσοι ἀφέται praemittit Σ περὶ τόπων τῆς ἀφέσεως S2 i. mg. καὶ ἐκ 0111. Σβγ 12 τὸν—ἔχοντα. .V τὴν— ἔχ. Y τοὺς—ἔχοντας Σβγ 13 ad τὸν ἥλιον: ἤγουν τὸ ζῴδιον ὃ ἐπέχει ὁ ABBREV C supra lin. σύνοδον VaDSy εἴσοδον D2 (i. mg.) M 15 τρόπων] τόπων S 16, μὴ] μὴ δὲ V post ὡροσκ.: δῆλον ὅτι εἴπερ ὁ ABBREV ἐν ταῖς ἑπομέναις ἡμέραις τοῦ ὡροσκόπου Y)

132
εἶτα τὸν πλείους ἔχοντα λόγους οἰκοδεσποτείας πρός τε τὴν σελήνην καὶ πρὸς τὴν γενομένην πανσέληνον καὶ τὸν κλῆρον τῆς τύχης, εἰ δὲ μή, τελευταῖον συνοδικῆς μὲν οὔ· σης τῆς προγενομένης συζυγίας τὸν ὡροσκόπον, πανσεληνιακῆς δὲ τὸν κλῆρον τῆς τύχης.

εἰ δὲ καὶ ἀμφότερα τὰ φῶτα ἢ καὶ ὁ τῆς οἰκείας αἱρέσεως οἰκοδεσπότης ἐν τοῖς ἀφετικοῖς εἷεν τόποις, τὸν ἐν τῷ κυριωτέρῳ τόπῳ τῶν φώτων παραληπτέον, τότε δὲ μόνον τὸν οἰκοδεσπότην ἀμφοτέρων προκριτέον, ὅταν καὶ κυριώτερον ἐπέχῃ τόπον καὶ πρὸς ἀμφοτέρας τὰς αἱρέσεις οἰκοδεσποτείας λόγον ἔχῃ.

τοῦ δὲ ἀφέτου διακριθέντος ἔτι καὶ τῶν ἀφέσεων δύο τρόπους παραληπτέον, τόν τε εἰς τὰ ἑπόμενα μόνον τῶν [*](m 131) ζῳδίων ὑπὸ τὴν καλουμένην ἀκτινοβολίαν, ὅταν ἐν τοῖς ἀπηλιωτικοῖς τόποις, τουτέστι τοῖς ἀπὸ τοῦ μεσουρανήματος ἐπὶ τὸν ὡροσκόπον τόποις, ὁ ἀφέτης, καὶ τὸν οὐ μόνον εἰς τὰ ἑπόμενα ἀλλὰ καὶ εἰς τὰ προηγούμενα κατὰ τὴν λεγομένην ὡριμαίαν, ὅταν ἐν τοῖς ἀποκεκλικόσι τοῦ μεσουρανήματος τόποις ὁ ἀφέτης.

τούτων δὲ οὕτως ἐχόντων ἀναιρετικαὶ γίγνονται μοῖ ραι κατὰ μὲν τὴν εἰς τὰ προηγούμενα τῶν ζῳδίων ἄφεσιν ἡ τοῦ δυτικοῦ ὁρίζοντος μόνη διὰ τὸ ἀφανίζειν τὸν κύριον τῆς ζωῆς, αἱ δὲ τῶν οὕτως ὑπαντώντων ἢ μαρτυ- [*](18 cf. CCAG I 139) [*](1 τὸν—ἔχοντα VY τοὺς—ἔχοντας Σβγ 2 προγενομένην γ 5 post τύχης : εἰ δὲ μὴ τελευταῖον ὁ ὡροσκόπος ἀφίησι τοὺς χρόνους Σβ 7 ἐν om. Y τόπῳ om. Y 8 φώτων αβ ἄφετικῶν γ 9 κυριώτερον VaSy καιριώτερον DM 11 post ἔχη nov. tit. Πόσοι τρόποι ἀφέσεως Σ 12 ἀφέτου V αφ. καὶ Y ἀφετικοῦ Σβγ 13 τρόπους αβγ τόπους V 15 ἀπ. τόποις VYD ἀπλ. ΣMSγ 16 τὸν (alt) VYy τοῦτον Σβ 17 καὶ aMS καὶ. τὸν VD γ 20 μοῖραι] μόνον V 23 ὑπαντώντων VYSC ἀπαντώντων ΣDMA)

133
ρούντων ἀστέρων ἀφαιροῦσι μόνον καὶ προστιθέασιν ἔτη τοῖς μέχρι τῆς καταδύσεως τοῦ ἀφέτου συναγομένοις καὶ οὐκ ἀναιροῦσι διὰ τὸ μὴ αὐτοὺς ἐπιφέρεσθαι τῷ ἀφετικῷ τόπφ ἀλλ’ ἐκεῖνον τοῖς αὐτῶν. καὶ προστιθέασιν μὲν οἱ ἀγα- θοποιοί, ἀφαιροῦσι δὲ οἱ κακοποιοί, τοῦ τοῦ Ἑρμοῦ πά- λῖν ὁποτέροις ἂν αὐτῶν συσχηματισθῇ προστιθεμένου.

ὁ δὲ ἀριθμὸς τῆς προσθέσεως ἢ ἀφαιρέσεως θεωρεῖται διὰ τῆς καθ’ ἕκαστον μοιροθεσίας ὅσοι γὰρ ἂν ὦσιν ὡριαῖοι χρόνοι τῆς ἑκάστου μοίρας, ἡμέρας μὲν οὔσης οἱ τῆς ἡμέρας, νυκτὸς δὲ οἱ τῆς νυκτός, τοσοῦτον πλῆθος ἐτῶν ἔσται τὸ τέλειον· ὅπερ ἐπὶ τῆς ἀνατολῆς αὐτῶν ὄντων [*](m132) λογιστέον, εἶτα κατὰ τὸ ἀνάλογον τῆς ἀποχωρήσεως ὑφαιρετέον, ἕως ἂν πρὸς τάς δυσμὰς εἰς τὸ μηδὲν καταν- τήσῃ.

κατά δὲ τὴν εἰς τὰ ἑπόμενα τῶν ζῳδίων ἄφεσιν ἀναιροῦσιν οἳ τε τῶν κακοποιῶν τόποι Κρόνου καὶ ’Άρεως ἤτοι σωματικῶς ὑπαντώντωνῆ ἀκτῖνα ἐπιφερόντων ὅθεν δήποτε τετράγωνον ἢ διάμετρον, ἐνίοτε δὲ καὶ ἐπὶ τῶν [*](c 34) ἀκουόντων ἢ βλεπόντων κατ’ ἰσοδυναμίαν ἑξαγώνων, καὶ αὐτὸς δὲ ὁ τῷ ἀφετικῷ τόπῳ τετράγωνος ἀπὸ τῶν ἑπομένων, ἐνίοτε δὲ καὶ,έπὶ μὲν τῶν πολυχρονούντων δωδεκατημορίων κακωθεὶς ὁ ἑξάγωνος, ἐπὶ δὲ τῶν ὀλιγο- χρονίων ὁ τρίγωνος σελήνης δὲ ἀφιείσης καὶ ὁ τοῦ ἡλίου τόπος· ἰσχύουσι γὰρ αἱ κατὰ τὴν τοιαύτην ἄφεσιν ὑπαν- [*](1 xalVY Procl.Heph. ἢΣβ γ 2 τοῖς-συναγομένοιςνῩ τοῖς ὑπὸ τοῦ ἀφέτου συναγομένοις μέχρι τῆς καταδύσεως τοῦ ἀφέτου Σργ 3 οὐκ om. ΣΒΜ 70 σχηματισθῇῩ προστιθέμενος Σ 8 ἀν om. YM 11 ὅπερ VYSy ὅπως ΣΒΜ 12 λογ. VY ὅλον λογ. Σβγ εἶτα VY καὶ Σβγ τὸ VZDSy τὸν Μ om. Y 13 δυσμὰς VDy δύσεις aMS 17 ἐπὶ VYy ἀπὸ Σ (ἐπὶ supra- scr.) β 18 ἑξαγώνων VY ἑξάγωνον Σ β γ 19 τετράγ. VYy ἑξάγωνος Σ (zstga-suprascr.) β 20 ἑπομένων] ῥἐπομένωνῖἴ ἐπὶ μὲν VY ἐπὶ Σγ ἀπὸ ΣΒΜ -χρονόυντων VY -χρονιούν- των Σβγ 21 δωδεκατημορίων 0m. γ ἑξάγ. VYfi ἑξάγ. ἀναι- ρεῖ Σγ 22 -χρονίων VY -χρονιούντων Σβγ add. πάλιν κακω- θεὶς Σγ ἀφιείσης YDSy ἀφήσης V ἐφιείσης ΣΜ 28 τόπος VY τόπος ἀναιρεῑΣβγ aiVDy ante ὑπαντ. «MS τὴν 0m. Σ ὑπαντήσεις αβγ ἀπαντήσειςν V)

134
τήσεις καὶ ἀναιρεῖν καὶ σῴζειν, ἐπειδὴ αὗται τῷ τοῦ ἀφέτου τόπῳ ἐπιφέρονται,

οὐ πάντοτε μέντοι τούτους τοὺς τόπους καὶ πάντως ἀναιρεῖν ἡγητέον, ἀλλά μόνον ὅταν ὦσι κεκακωμένοι· παραποδίζονται γάρ, ἐάν τε εἰς ἀγαθοποιοῦ ὅριον ἐμπέσωσιν, ἐάν τέ τις τῶν ἀγαθοποιῶν ἀκτῖνα συνεπιφέρῃ τετράγωνον ἢ τρίγωνον ἢ διάμετρον ἤτοι πρὸς αὐτὴν τὴν ἀναιρετικὴν μοῖραν ἢ εἰς τὰ ἑπόμενα αὐτῆς, ἐπὶ μὲν Διὸς μὴ ὑπὲρ τὰς δώδεκα μοίρας, ἐπὶ δὲ Ἀφροδίτης μὴ ὑπὲρ τὰς ὀκτώ, ἐάν τε σωμάτων ὄντων ἀμφοτέρων τοῦ τε ἀφιέντος καὶ τοῦ ὑπαντῶντος μὴ τὸ αὐτὸ πλάτος ἀμφοτέρων.

ὅταν οὖν δύο [*](m 133) ἢ πλείονα ἑκατέρωθεν τά τε βοηθοῦντα καὶ τὰ κατὰ τὸ ἐναντίον ἀναιροῦντα, σκεπτέον τὴν ἐπικράτησιν ὁποτέρου τῶν εἰδῶν κατά τε τὸ πλῆθος τῶν συλλαμβανομένων αὐτοῖς καὶ κατὰ τὴν δύναμιν, κατὰ μὲν τὸ πλῆθος,

ὅταν αἰσθητῶς πλείονα ᾖ τὰ ἕτερα τῶν ἑτέρων, κατὰ δύναμιν δέ, ὅταν τῶν βοηθούντων ἢ ἀναιρούντων ἀστέρων οἱ μὲν ἐν οἰκείοις ὦσι τόποις, οἱ δὲ μή, μάλιστα δ’ ὅταν οἱ μὲν ὦσιν ἀνατολικοί, οἱ δὲ δυτικοί. καθόλου όλου γὰρ τῶν ὑπὸ τὰς αὐγὰς ὄντων οὐδένα παραληπτέον οὔτε πρὸς ἀναίρεσιν οὔτε πρὸς βοήθειαν, πλὴν εἰ μὴ τῆς σελήνης ἀφέτιδος οὔσης αὐτὸς ὁ τοῦ ἡλίου τόπος ἀνέλῃ συντετραμμένος μὲν ὑπὸ τοῦ συνόντος κακοποιοῦ, διὰ μηδενὸς δὲ τῶν ἀγαθοποιῶν ἀναλελυμένος. ὁ μέντοι τῶν ἐτῶν ἀριθμός, ὃν ποιοῦσιν αἱ τῶν μεταξὺ διαστάαὑται [*](1 V καὶ αὗται αβγ 2 τούτους τ. τόπ. VYDy τοιούτους τ. τόπ. MS τοὺς τοιούτους Σ 8 καὶ om. V μόνον] μᾶλλον Σ(corr. i. mg.) M 6 ἐμπέσωσιν γ ἐκπέσωσιν αβ τις τῶν ἀγ. γ τῶν ἀγ. τις αMS 6 συνεπιφέρηται S 12 ἢ V ἢ καὶ αβγ τὰ (alt.) om. Σβγ 15 πλῆθος] πλ. αὐτῶν Σ 19 ὦσιν] εἰσὶν V 20 τῶν] τὴν V αὐγὰς] αὐτὰς VD 22 σεήν (!) V 28 ἀνέλῃ β ἀνέλοι Σ ἀναιρεῖ γ 24 διὰ βγ ὑπὸ α δὲ om. β ἀναλελυμένος VY βοηθούμενος D βοηθ. (??) ἀναλελ. ΣMSγ i. mg. πῶς δεῖ λαμβάνειν τὸ μῆκος τῶν ἐτῶν add. Aa 25 αἱ VYD y οἱ ΣMS post μεταξὺ: ἐτῶν add. Y)

135
<μοῖραι> τοῦ τε ἀφετικοῦ τόπου καὶ τοῦ οὐδὲ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν ὀφείλει λαμβάνεσθαι κατὰ τὰς τῶν πολλῶν παραδόσεις ἐκ τῶν ἀναφορικῶν πάντοτε χρόνων ἑκάστης μοίρας, εἰ μὴ μόνον, ὅταν ἤτοι αὐτὸς ὁ ἀνατολικὸς ὁρίζων τὴν ἄφεσιν εἰληφὼς ἥ τις τῶν κατ’ αὐτὸν ποιουμένων ἀνατολήν.

ἑνὸς γὰρ ἐκ παντὸς τρόπου τῷ φυσικῶς τοῦτο τὸ μέρος ἐπισκεπτομένῳ προκειμένου τοῦ σκοπεῖν, μετὰ πόσους ἰσημερινοὺς χρόνους [*](m 134) ὁ τοῦ ἑπομένου σώματος ἢ σχήματος τόπος ἐπὶ τὸν τοῦ προηγουμένου κατ’ αὐτὴν τὴν γένεσιν παραγίνεται διὰ τὸ τοὺς ἰσημερινοὺς χρόνους ὁμαλῶς διέρχεσθαι καὶ τὸν ὁρίζοντα καὶ τὸν μεσημβρινόν, πρὸς οὓς ἀμφοτέρους αἱ τῶν τοπικῶν ἀποστάσεων ὁμοιότητες λαμβάνονται, καὶ ἰσχύειν δὲ ἕκαστον τῶν χρόνων ἐνιαυτὸν ἕνα ἡλιακὸν [*](c 35)"/> εἰκότως, ὅταν μὲν ἐπ’ αὐτοῦ τοῦ ἀνατολικοῦ ὁρίζοντος ᾗ ὁ ἀφετικὸς καὶ προηγούμενος τόπος, τοὺς ἀναφορικοὺς χρόνους τῶν μέχρι τῆς ὑπαντήσεως μοιρῶν προσήκει λαμβάνειν·

μετὰ τοσούτους γὰρ ἰσημερινοὺς χρόνους ὁ ἀναιρέτης ἐπὶ τὸν τοῦ ἀφέτου τόπον τουτέστι ἐπὶ τὸν ἀνατολικὸν ὁρίζοντα παραγίνεται, ὅταν δὲ ἐπ’ αὐτοῦ τοῦ μεσημβρινοῦ, τὰς ἐπ’ ὀρθῆς τῆς σφαίρας ἀναφοράς, έν ὅσαις ἕκαστον τμῆμα διέρχεται τὸν μεσημβρινόν, ὅταν δὲ ἐπ’ αὐτοῦ τοῦ δυτικοῦ ὁρίζοντος, ἐν ὅσαις ἑκάστη τῶν τῆς διαστάσεως μοιρῶν καταφέρεται, τουτέστιν ἐν ὅσαις αἰ διαμετροῦσαι ταύτας ἀναφέρονται.

τοῦ δὲ τροηγουμένου τόπου μηκέτι ὄντος ἐν τοῖς τρισὶ τούτοις ὅροις ἀλλ’ ἐν ταῖς μεταξὺ διαστάσεσιν, οὐκέτι οἱ τῶν προκειμέ- [*](1 <μοῖραι> suppl. τόπου om.V 4 ἑκάστη μοῖραν 5 ᾖ 6 ἀνατολικὴν Σ 8 τοῦ om.VY 9—11 ὁ τοῦ—χρόνους om. 9 τόπου V τὸν γ τὴν SM 11 διέρχ. V τὸ διέρχ. Y τε διέρχ. Σβγ 18 ἀποστάσεων om. Σ ὁμοιότητες ναβ ἀνομοιότητες γ 16 ἀφετικὸς VYDy ἀφέτης EMS 17 ὑπαντ.] ἀπαντ. Σ μοίρας V 18 λαμβάνειν αβ λαβεῖν γ χρόνους om. A 22 ὅσαις 0111. Y 25 αἱ om. YMS ταύτας β ταύταις αγ ad προηγουμένους τοῦ ἀφέτουΑ(ἱ. mg.) C (supfascr.) 27 οἱ τῶν Σβγ τῶν VY)

136
νων ἀναφορῶν ἢ καταφορῶν μεσουρανήσεων χρόνοι τοὺς ἑπομένους τόπους οἴσουσιν ἐπὶ τοὺς αὐτοὺς τοῖς προηγουμένοις ἀλλὰ διάφοροι. ὅμοιος μὲν γὰρ καὶ ὁ αὐτὸς τόπος ἐστὶν ὁ τὴν ὁμοίαν καὶ ἐπὶ τὰ αὐτὰ μέρη θέσιν ἔχων ἅμα πρός τε τὸν ὁρίζοντα καὶ τὸν μεσημβρινόν· [*](m 135) τοῦτο δὲ ἔγγιστα συμβέβηκε τοῖς ἐφ’ ἑνὸς κειμένοις ἡμικυκλίου τῶν γραφομένων τῶν τομῶν τοῦ τε μεσεμβρινοῦ καὶ τοῦ ὁρίζοντος, ὧν ἕκαστος κατὰ τὴν αὐτὴν θέσιν τὴν ἴσην ἔγγιστα καιρκὴν ποιεῖ.

ὥσπερ δ ἂν περιάγηται περὶ τὰς εἰρημένας τομάς, ἔρχεται μὲν ἐπὶ τὴν αὐτὴν θέσιν καὶ τῷ ὁρίζοντι καὶ τῷ μεσημβρινῷ, τοὺς δὲ τῆς διελεύσεως τοῦ ζῳδιακοῦ χρόνους ἀνίσους ἐφ’ ἑκατέρου ποιεῖ, τὸν αὐτὸν τρόπον καὶ κατὰ τὰς τῶν ἄλλων ἀποστάσεων θέσεις δι’ ἀνίσων ἐκείνοις χρόνων τὰς παρόδους ἀπεργάζεται.

μία δέ τις ἡμῖν ἔφοδος ἔστω τοιαύτη, δι’ ἧς, ἐάν τε ἀνατολικὴν ἐάν τε μεσημβρινὴν δυτικὴν ἐάν τε ἄλλην τινὰ ἔχῃ θέσιν ὁ προηγούμενος τόπος, τὸ ἀνάλογον τῶν ἐπ’ αὐτὸν φερόντων χρόνων τὸν ἑπόμενον τόπον ληφθήσεται· προδιαλαβόντες γὰρ τήν τε μεσουρανοῦσαν τοῦ ζῳδιακοῦ μοῖραν καὶ ἔτι τήν τε προηγουμένην καὶ τὴν ἐπερχομένην πρῶτον σκεψόμεθα τὴν τῆς προηγουμένης θέσιν, πόσας καιρικὰς ὥρας ἀπέχει τοῦ μεσημβρινοῦ, ἀριθμήσαντες τὰς μεταξὺ αὐτῆς καὶ τῆς μεσουρανούσης οἰκείως ἤτοι ὑπὲρ γῆν ἢ ὑπὸ γῆν μοίρας ἐπ’ ὀρθῆς τῆς σφαίρας ἀναφορὰς καὶ μερίσαντες [*](1 συμμεσουρανήσεων Σ οἱ χρ. VY 6 ἐφ’ VaSy ἀφ’ 7. 8 μεσ. κ. τ. ὁρ. VYDy ὁρ. κ. τ. μεσ. ΣMS 8 ἕκαστος VDy ἕκαστον αMS 9 τὴν om. Σγ καιρικὴν VYDS τὴν καιρ. γ τὴν ΣΜ 10 περιάγηται] παρατεῖται Y περὶ] παρὰ Y ἔρχ.] ἄρχεται S 13 ἑκάτερον V τὸν αὐτὸν τρόπον om. A 15 δὲ VYA δὴ ΣβC ἡμῖν τις V ἔστω V ἔσται αβγ 19 ληφθῇ. VYDSy καταληφθ. ΣΜ λαβόντες]—βαλόντες Y τε μεσ. τοῦ] τοῦ μεσουρανίσαντος(!) Y 20 supra. προηγουμένην scr. τοῦ ἀφέτου γ 21 ἐπερχ.] ἑπομένην D i. mg. ἑπομένην τῆς ἀναιρέτου Α 22 καιρ. Σβγ καιρ. καὶ V καινικὰς Y 25 ἐπ’ ὀρθῆς—ἀναφορὰς] ἐπὶ τῶν τῆς ὀρθῆς σφαίρας ἀναφορῶν γ ἀναφορικάς Y)

137
[*](m 136) εἰς τὸ πλῆθος τῶν αὐτῆς τῆς προηγουμένης μοίρας ὡρι- αίων χρόνων, εἰ μὲν ὑπὲρ γῆν εἴη, τῶν ἡμερησίων, εἰ δὲ ὑπὸ γῆν, τῶν τῆς νυκτός,