Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Λοιποῦ δὲ ὄντος εἰς τὰ κατ’ αὐτὴν τὴν γένεσιν τοῦ περὶ ἀτρόφων λόγου προσήκει διαλαβεῖν, ὅτι πῇ μὲν ὁ τρόπος οὗτος ἔχεται τοῦ περὶ χρόνων ζωῆς λόγου, ἐπειδὴ τὸ ζητούμενον εἶδος οὐκ ἀλλότριον ἑκατέρου, πῇ δὲ κεχώρισται παρὰ τὸ κατ’ αὐτὴν τὴν τῆς ἐπισκέψεως δύναμιν διαφέρειν πως. 6 μὲν γὰρ περὶ χρόνων ζωῆς ἐπὶ τῶν ὅλως ἐχόντων χρόνους αἰσθητοὺς θεωρεῖται, τουτέστι μὴ ἐλάττονας ἡλιακῆς περιόδου μιᾶς· χρόνος γὰρ ἰδίως ὁ τοιοῦτος ἐνιαυτὸς καταλαμβάνεται, δυνάμει δὲ καὶ ὁ ἐλάττων τούτου, μῆνές εἰσι καὶ ἡμέραι καὶ ὧραι· 6 δὲ·

[*](c 32v) περὶ τῶν ἀτρόφων ἐπὶ τῶν μηδ’ ὅλως φθανόντων ἐπὶ [*](m 125) τὸν προκείμενον χρόνον ἀλλ’ ἐν τοῖς ἐλάττοσιν ἀριθμοῖς [*](8 Cumont Egypte 163, 2 11 Heph. II 10: CCAG VIII 2, 61 Anonym. CCAG VIII 3, 129; Firm. VII 2, 26 1 μηδὲ εἷς V μεδεὸ (!) Y μηδεὶς Σβγ ἀστέρων om. aMS 4 εὐσχήμων V ὅ πέρατος Y ἴδιον om. EMS 6 ἀρποκρατικοὺς γ τηκοὺς V τιακοὺς aMS 7 μαρτυρήσῃ VY μαρτυρήσεις Σβγ 9 6 τοῦ Ἑρμοῦ γ ὁ Ἑρμοῦ VD om. aMS 10 ἐργάζεται Y 11 περὶ ἀτρόφων α γ ἀνατρόφων A) περὶ τοῦ μέλλοντος γενηθῆναι εἴ ἐστιν ἄτροφον S2 i. mg. 18 περὶ ἀτρόφων] περιστροφῶν Y 14 ἔχεται] ἔρχεται V λόγου VYDy 0m. ΣΜΒ 16 παρὰ] περὶ V 20 καταλαμβάνεται VaDy λαμβάνεται Μ. 8)

127
δι’ ὑπερβολὴν τῆς κακώσεως φθειρομένων. ἔνθεν κἀκεῖνος μὲν πολυμερεστέραν ἔχει τὴν ἐπίσκεψιν, οὗτος δὲ ὁλοσχερεστέραν. ἁπλῶς γάρ, ἐάν τε κεκεντρωμένον τὸ ἕτερον τῶν φώτων, καὶ τῶν κακοποιῶν 6 ἕτερος συνῇ διαμηκίζη, ταῦτα δὲ μοιρικῶς καὶ κατ’ ἰσοσκελίαν μηδενὸς μὲν ἀγαθοποιοῦ συσχηματιζομένου, τοῦ δὲ οἰκοδεσπότου τῶν φώτων ἐν τοῖς τῶν κακοποιῶν τόποις κατειλημμένου, τὸ γεννώμενον οὐ τραφήσεται, παρ’ αὐτὰ δὲ ἕξει τὸ τέλος τῆς ζωῆς·

ἐὰν δὲ μὴ κατ’ ἰσοσκελίαν μὲν τοῦτο συμβαίνῃ, ἀλλ’ ἐγγὺς ἐπαναφέρωνται τοῖς τῶν φώτων τόποις αἰ τῶν κακοποιῶν βολαί, δύο δὲ ὦσιν οἱ κακοποιοὶ καὶ ἤτοι τὸ ἕτερον τῶν φώτων ἢ καὶ ἀμφότερα βλάπτοντες ἢ κατὰ ἐπαναφορὰν ἢ κατὰ διάμετρον ἢ ἐν μέρει τὸ ἕτερον 6 ἕτερος, ἢ 6 μὲν ἕτερος διαμετρῶν δὲ ἕτερος ἐπαναφερόμενος, καὶ οὕτως ἄχρονα γίνεται τοῦ πλήθους τῶν κακώσεων ἀφανίζοντος τὸ ἐκ τοῦ δια. στήματος τῆς ἐπαναφορᾶς εἰς ἐπιμονὴν τῆς ζωῆς φιλάν- θρωπον.

βλάπτει δὲ ἐξαιρέτως κατὰ μὲν τὰς ἐπαναφορᾶς ἥλιον μὲν 6 τοῦ Ἄρεως, σελήνην δὲ ὁ τοῦ Κρόνου, κατὰ δὲ τὰς διαμετρήσεις ἢ καθυπερτερήσεις ἀνάπαλιν ἥλιον μὲν 6 τοῦ Κρόνου, σελήνην δὲ 6 τοῦ Ἄρεως, καὶ μάλιστα, [*](m 126) ἐὰν κατάσχωσι τοπικῶς ἤτοι τὰ φῶτα ἢ τὸν ὡροσκόπον οἰκοδεσποτήσαντες. ἐὰν δὲ δύο τυγχάνωσι διαμετρήσεις ἐπικέντρων ὄντων τῶν φώτων καὶ τῶν κακοποιῶν κατ’ ἰσοσκελίαν, τότε καὶ νεκρὰ ἢ ἡμιθανῆ τίκτεται τὰ βρέφη.

τούτων δὲ οὕτως ἐχόντων, ἐὰν μὲν ἀπόρροιαν ἀπό τινος [*](2 μὲν hic α post πολ. MS om. γ δὲ Υ γ δὲ τὴν νΣβ 4 ἢ V ἢ καὶ αβγ 5 post διαμ.; ση. διαμηκίζει λέγει τὸ διαμετρεῖ add. Α2 6 σχηματιζομένου Σ 9 ἕξει] ἥξει γ τῆς ζωῆς om. Σ 10 συμβαίνειν 18 ἐπαναφορίαν V 14 διαμετρῶν αβγ διάμετρος ᾖν V 17 τῆς (prius)] τοῦ V τῆς ζωῆς Σβγ ζωῆς VY 1921 δὲ—21Ἄρεως 0m. S 20 ἢ V Σ καὶ Y ἢ καὶ γ 21 καὶ . . ἐὰν Σβγ κἂν VY 22 τοπικῶς] τροπικῶς S ἤτοι VY τῶν Σβγ ἢ VYDy καὶ ΣMS 23 οἰκοδεσποτήσαντες VY σάντων Σβγ δύο V καὶ δύο αβγ 24 ὄντων τῶν φώτων γ τ. φ. ὅ. ΣMS 26 ἀπό τινος] ἀπόπινες Y)

128
τῶν ἀγαθοποιῶν ἔχοντα τὰ φῶτα τυγχάνῃ καὶ ἄλλως αὐτοῖς ᾗ συνεσχηματισμένα τοῖς προηγουμένοις ἑαυτῶν μέρεσι μέντοι γε τὰς ἀκτῖνας αὐτῶν ἐπιφερόντων, ἐπιζήσεται τὸ τεχθὲν ἄχρι τοῦ τῶν μεταξὺ τῆς τε ἀφέσεως καὶ τοῦ τῶν ἐγγυτέρων τῶν κακοποιῶν ἀκτίνων ἀριθμοῦ τῶν μοιρῶν τοὺς ἴσους μῆνας ἢ ἡμέρας καὶ ὥρας πρὸς τὸ μέγεθος τῆς κακώσεως καὶ τὴν δύναμιν τῶν τὸ αἴτιον ποιούντων.

ἐὰν αἱ αἱ μὲν τῶν κακοποιῶν ἀκτῖνες εἰς τὰ προηγούμενα φέρωνται τῶν φώτων, αἱ δὲ τῶν ἀγαθοποιῶν εἰς τὰ ἑπόμενα, τὸ γεννώμενον ἐκτεθὲν ἀναληφθήσεται καὶ ζήσεται, καὶ πάλιν, ἐὰν μὲν οἱ συσχηματισθέντες ἀγαθοποιοὶ καθυπερτερηθῶσιν ὑπὸ τῶν κακοποιῶν, εἰς κάκωσιν καὶ ὑποταγήν, ἐὰν δὲ καὶ καθυπερτερήσωσιν, εἰς ὑποβολὴν ἄλλων γονέων. εἰ εἰ καὶ τῶν ἀγαθοποιῶν τις ἀνατολὴν ἢ συναφὴν ποιοῖτο τῇ σελήνῃ, τῶν δὲ κακοποιῶν ὑπὸ δύσιν τις εἴη, ὑπ’ αὐτῶν τῶν [*](c 33) γονέων ἀναληφθήσεται.

κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν πλειστογονούντων, ἐὰν μὲν ὑπὸ δύσιν τις τῶν [*](m 127) κατὰ δύο ἢ καὶ πλείους συνεσχηματισμένων ἀστέρων, ἡμιθανές τε ἢ σάρκωμα καὶ ἀτελὲς τὸ γεννώμενον ἀποτεχθήσεται, ἐὰν δὲ ὑπὸ κακοποιῶν καθυπερτερῆται, ἄτροφον ἢ ἄχρονον ἔσται τὸ ὑπὸ τῆς κατ’ αὐτὸν αἰτίας συγγεγενημένον.

[*](8 cf. Cumont, Égypte 188, 3)[*](1 φῶτα] φῶ (1) V 2 τοῖς VY ἐν τοῖς Σαβὲ ἑαυτῶν VY αὐτῶν Σβγ 3 ἐπιζήσεται Σβ C ἐπιζήτησαι Y ἐπιζητήσεται Α 4 ἄχρι] ἀντὶ V ἀφέσεως EMS Procl. ἀφαιρέσεως VYDy 5 ἀκτίνων 0111. γ ἀριθμοῦ 0m. Α 6 μῆνας] μονας (!)V πρὸς] περὶ V 9 αἱ] ἐὰν V 10 ἐκτεθὲν] ἐκτεχθὲν Y 12,13 καθυπερτερηθῶσιν υπερτερηθῶσιν— δὲ om. A 14 ὑποβολήν] ὑποβολὴν] ὑπερβαλὴν Υ 15 γ ἢ τὴν ἀνατ. Σβ συναφὴν γ τὴν σ. αβ 20 ἡμιθανές τε V ἡμιθανέστι Y ἡμιθανές ἐστιν Σβγ τὸ] τὸν V)
129