Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Τρίτου δὲ ὄντος κεφαλαίου τοῦ γενικοῦ, καθ’ ὃ δεῖ διαλαμβάνειν περὶ ποῖα τῶν γενῶν ἀποβήσεται τὸ σύμπτωμα, λαμβάνεται καὶ τοῦτο διὰ τῆς τῶν ζῳδίων ἰδιοτροπίας καὶ μορφώσεως, καθ’ ὧν ἂν τύχωσιν ὄντες οἵ τε τῶν ἐκλείψεων τόποι καὶ οἱ τὴν οἰκοδεσποτείαν λαβόντες τῶν ἀστέρων τῶν τε πλανωμένων καὶ τῶν ἀπλανῶν τοῦ τε τῆς ἐκλείψεως δωδεκατημορίου καὶ τοῦ κατὰ τὸ κέντρον τὸ πρὸ τῆς ἐκλείψεως.

λαμβάνεται δὲ ἡ τούτων οἱκοδεσποτεία ἐπὶ μὲν τῶν πλανωμένων ἀστέρων οὕτως. ὁ γὰρ τοὺς πλείστους λόγους ἔχων πρὸς ἀμφοτέρους τοὺς ἐκκειμένους τόπους, τόν τε τῆς ἐκλείψεως καὶ τὸν τοῦ ἑπομένου αὐτῷ κέντρου κατά τε τὰς ἔγγιστα φαινομένας συναφὰς ἢ ἀπορροίας καὶ τοὺς λόγον ἔχοντας τῶν συσχηματισμῶν καὶ ἔτι κατὰ τὴν κυρείαν τῶν τε οἴκων καὶ ιριγώνων καὶ ὑψωμάτων ἢ καὶ ὁρίων, ἐκεῖνος λήψεται μόνος τὴν οἰκοδεσποτείαν.

εἰ δὲ μὴ ὁ αὐτὸς εὑρίσκοιτο τῆς τε ἐκλείψεως καὶ τοῦ κέντρου κύριος, ἀλλὰ δύο, τοὺς πρὸς [*](m 70) ἑκάτερον τῶν τόπων τὰς πλείους ἔχοντας ὡς πρόκειται συνοικειώσεις συμπαραληπτέον, προκρινομένου τοῦ τῆς ἐκλείψεως κυρίου. εἰ δὲ πλείους εὑρίσκοιντο καθ’ ἑκάτερον ἐφαμίλλοι, τὸν ἐπικεντρότερον ἤ χρηματιστικώτε- [*](4 Heph. I 20, p. 76, 33) [*](5. 6 διαλαμβάνειν VDM λαβεῖν Y διαλαβεῖν ΣSγ 9 λαβ βγ λαμβάνοντες α 11 κατὰ τὸ κέντρον Va κέντρου βγ Procl. 12 τὸ πρὸ Y τοῦ πρὸ βγ Procl. om. Σ 14 πλείστους βγ πλείους α 16 φαινομένας βγ καὶ τὰς φαιν. V καὶ φαιν. α Procl. 17 λόγον VY λόγους Σβγ 21 ἄλλα δύο βγ δύο V δύο δὲ α τοὺς VY Procl. τὰς Σ τὸν βγ 22 ἔχοντας VY Procl. ἔχοντα Σβγ 24. 25 ἑκάτερον αβγ ἕτερον V 25 χρημ. αβγ σχηματιστικώτερον ρ V)

82
ρον ἢ τῆς αἱρέσεως μᾶλλον ὄντα προκρινοῦμεν εἰς τὴν οἰκοδεσποτείαν.

ἐπὶ δὲ τῶν ἀπλανῶν συμπαραληψόμεθα τόν τε αὐτῷ τῷ ἐκλειπτικῷ τόπῳ συγκεχρηματικότα πρῶτον τῶν λαμπρῶν ἐπὶ τῆς παρῳχημένης κεντρώσεως, κατὰ τοὺς διωρισμένους ἡμῖν ἐν τῇ