Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Τὸ δὲ δεύτερον καὶ χρονικὸν κεφάλαιον καθ’ ὃ τοὺς καιροὺς τῶν ἐπισημασιῶν καὶ τῆς παρατάσεως τὴν ποσότητα προσήκει διαγινώσκειν, ἐπισκεψόμεθα τρόπῳ τοιῷδε. τῶν γὰρ κατὰ τὸν αὐτὸν χρόνον γινομένων ἐκλείψεων μὴ κατὰ πᾶσαν οἴκησιν ἐν ταῖς αὐταῖς καιρικαῖς ὥραις ἀποτελουμένων μηδὲ τὰ μεγέθη τῶν ἐπισκοτήσεων ἢ τὸν χρόνον τῶν παρατάσεων κατὰ τὸ ἴσον πανταχῇ λαμβανουσῶν πρῶτον μὲν κατὰ τὴν ἐν ἑκάστῃ τῶν λόγον ἐχουσῶν οἰκήσεων ἐκλειπτικὴν ὥραν καὶ τὸ τοῦ πόλου ἔξαρμα κέντρα ὡς ἐπὶ γενέσεως διαθήσομεν·

ἔπειτα καὶ [*](4 Heph. I 20, p. 76, 7 7 ib. p. 76, 5 et 10 9 ib. p. 76, 12 15 ib. p. 76,15 22 ib. p. 76, 16/7) [*](3 τῷ—τριγώνῳ γ τῶν—τριγώνων VY β Procl. τῶν κατὰ τὰ τρίγωνα Σ 7 ἂν α MSγ ἂν ἢ VD 10 τὰς Vαγ τὰ MS τὸ D 11 ὅσαις α MS ὅσοις B γ ὅσῳ D 12 οὖσαν V ἐφαίνετο Vβγ Procl. φαίνετο α 16 διαγινώσκειν V βγ γινώσκειν Υ γινώσκεσθαι. Σ 17 κατὰ βγ ὑπὸ α Co 18 ἐν Va om. βγ ἀποτελ. V βγ συναποτελ. α hic glossema τῶν τε ἡλιακῶν τῶν αὐτῶν αὐτῶν Procl. τ. τ. ἡλ. καὶ σεληνιακῶν πανσελ. D) τ. αὐ. β τ. τ. ἡλ. δηλαδὴ καὶ τῶν σελ. Σγ 21 κατὰ VαD om. MSy 23 κέντρα γ Procl. τά τε κέντρα α καὶ τὰ κ. MS)

80
ἐπὶ πόσας ἰσημερινὰς ὥρας ἐν ἑκάστῃ παρατείνει τὸ ἐπισκίασμα τῆς· ἐκλείψεως. τούτων γὰρ ἐξετασθέντων, [*](m 77) ὅσας ἂν ἰσημερινάς ὥρας εὕρωμεν, ἐφ’ ἡλιακῆς μὲν ἐκλείψεως ἐπὶ τοσούτους ἐνιαυτοὺς παραμένειν ὑπονοήσομεν τὸ ἀποτελούμενον, ἐπὶ δὲ σεληνιακῆς ἐπὶ τοσούτους μῆνας, καὶ τῶν καταρχῶν καὶ τῶν ὁλοσχερεστέρων ἐπιτάσεων θεωρουμένων ἐκ τῆς τοῦ ἐκλειπτικοῦ τόπου πρὸς τὰ κέντρα σχέσεως —