Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Τούτων δὲ οὕτως προεπεσκεμμένων ἀκόλουθον ἂν εἴη λοιπὸν τὰς τῶν προτελέσεων ἐφόδους κεφαλαιωδῶς ἐπελθεῖν θεῖν καὶ πρῶτον τῶν καθ’ ὅλας περιστάσεις χωρῶν ἢ πόλεων [*](m 75) λαμβανομένων ἔσται δὲ ὁ τρόπος τῆς ἐπισκέψεως τοιοῦτος· ἡ μὲν οὖν πρώτη καὶ ἰσχυροτάτη τῶν τοιούτων συμπτωμάτων αἰτία γίνεται παρὰ τὰς ἐκλειπτικὰς ἡλίου καὶ σελήνης συζυγίας καὶ τὰς ἐν αὐταῖς παρόδους τῶν ἀστέρων·

τῆς δὲ προτελέσεως αὐτῆς τὸ μέν ἐστι τοπικόν, καθ’ ὃ δεῖ προγινώσκειν, ποίαις χώραις ἢ πόλεσιν <ἐπισημαίνουσιν> αἰ κατὰ μέρος ἐκλείψεις ἢ καὶ τῶν πλανωμένων αἱ κατὰ καιροὺς ἔμμονοι στάσεις· αὗται δέ εἰσι Κρόνου τε καὶ Διὸς καὶ Ἄρεως, ὅταν στηρίζωσι, ποιοῦνται γὰρ τότε τὰς ἐπισημασίας·

τὸ δέ ἐστι χρονικὸν καθ’ ὃ τὸν καιρὸν τῶν ἐπισημασιῶν καὶ τῆς παρατάσεως τὴν ποσότητα δεήσει προγινώσκειν, τὸ δὲ γενικόν, καθ’ ὃ προσήκει λαμβάνειν περὶ ποῖα τῶν γενῶν ἀποβήσεται τὸ σύμπτωμα· τελευταῖον δὲ τὸ εἰδικόν, καθ’ ὃ τὴν αὐτοῦ τοῦ ἀποτελεσθησομένου ποιότητα θεωρήσομεν.