Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Τούτων δὲ οὕτως προεκτεθειμένων αἱ κατὰ μέρος ἔφοδοι τῶν ἐπισημασιῶν περιέχουσι τὸν τρόπον τοῦτον. [*](4 Boll, Abh. 95,1 25 CCAG I 18 f. 210v) [*](1 τρεπτικὸν αβγ Heph. τροπικὸν VL Rhetor. μεταβολικὸν VL βγ μεταβωλητικὸν Y μεταβλητικὸν Σ 25.26 τῆς—ἐπισκέψεως Dγ τῆς—ἐπισκέψεων Y τῶν—ἐπισκέψεων Σ τῆς τῶν—ἐπι σκέψεως Μ σχημάτων τῶν ἀστέρων L om. S)

98
μία μὲν γάρ ἐστι ἡ ὁλοσχερέστερον πρὸς τὰ τεταρτημόρια νοουμένη, καθ’ ἢν τηρεῖν ὡς ἔφαμεν δεήσει τὰς γινομένας [*](m 97) ἔγγιστα πρὸ τῶν τροπικῶν καὶ ἰσημερινῶν σημείων συνόδους ἢ πανσελήνους καὶ κατὰ τὴν μοῖραν ἤτοι συνοδικὴν ἢ πανσεληνιακὴν τὴν έν ἑκάστῳ τῶν ἐπιζητουμένων κλιμάτων τὰ κέντρα ὡς ἐπὶ γενέσεως διατιθέναι,

ἔπειτα τοὺς οἰκοδεσπότας λαμβάνειν τοῦ τε συνοδικοῦ ἢ πανσεληνιακοῦ τόπου καὶ τοῦ ἑπομένου αὐτῷ κέντρου, κατὰ τὸν ὑποδεδειγμένον ἡμῖν τρόπον ἐν τοῖς ἔμπροσθεν περὶ τῶν ἐκλείψεων, καὶ οὕτως τὸ μὲν καθόλου θεωρεῖν ἐκ τῆς τῶν τεταρτημορίων ἰδιότητος, τὸ δὲ μᾶλλον καὶ ἦττον ἐπιτάσεων ἢ ἀνέσεων ἐκ τῆς τῶν οἰκοδεσποτησάντων ἀστέρων φύσεως διαλαμβάνοντας, ποιάς τε ποιότητός εἰσι καὶ ποίων καταστημάτων κινητικοί.

Δευτέρα δέ ἐστιν ἔφοδος ἡ μηνιαία, καθ’ ἣν δεήσει τὰς καθ’ ἕκαστον δωδεκατημόριον προγινομένας συνόδους ἢ πανσελήνους κατὰ τὸν αὐτὸν τρόπον ἐπισκοπεῖν, ἐκεῖνο μόνον τηροῦντας, ἴνα συνόδου μὲν ἐμπεσούσης τῆς ἔγγιστα τοῦ παρῳχημένου τροπικοῦ ἢ ἰσημερινοῦ σημείου καὶ ταῖς μέχρι τοῦ ἐφεξῆς τεταρτημορίου συνόδοις χρησώμεθα, πανσελήνου δὲ πανσελήνοις·

ἐπισκοπεῖν δὲ ὁμοίως τὰ κέντρα καὶ τοὺς οἰκοδεσπότας ἀμφοτέρων τῶν τόπων καὶ μάλιστα τὰς ἔγγιστα φάσεις, συναφάς τε καὶ ἀπορροίας τῶν πλανωμένων ἀστέρων τάς τε [*](m 98) [*](9 Tetrab. II 11; cf. Tetrab. II 8 init.) [*](3 πρὸ—σημείων] περὶ τὰ τροπικὰ καὶ ἰσημερινά σημεῖα γ σημείων VL β σημασίων α 4 μοῖραν L β συζυγίαν γ om. V (parv. lac.) α 5 ἤτοι αDγ τὴν ἤτοι VL MS 6 κλιμ.] κλιμάτων συζυγίαν Σ διατιθ·έναι VαDγ διατίθεσθαι L διατιθεμένοις νοιςMS 10 τὸ μὲν] τὰ μὲν α 12 τῶν ἐπιτάσεων βγ, cf. infra 99, 8 13 ἀστέρων αMS Co om. VLDy διαλαμβάνοντας α διαβάνοντας V διαλαμβάνοντες βγ 14 κινητικοὶ VL βγ εἰσὶ ποιητικοὶ α 15 ἡ μηνιαία] ἡμῖν ἰδία V 16 προγιν. YDM προγεν. L προσγιν. ΣSγ 18 ἐμπεσούσης VDy ἐκπεσ. αM 21 σκοπεῖν α)

99
ἰδιότητας αὐτῶν καὶ τῶν τόπων καὶ ποίων ἀνέμων εἰσὶ κινητικοὶ αὐτοί τε καὶ τὰ μέρη τῶν ζῳδίων καθ’ ὧν ἂν [*](c 25v) τύχωσιν, ἔτι δὲ καὶ ᾧ τὸ πλάτος τῆς σελήνης ἀνέμῳ προσνένευκε κατὰ τὴν λόξωσιν τοῦ διὰ μέσων, ὅπως ἐξ ἁπάντων τούτων κατὰ τὴν ἐπικράτησιν τά ὡς ἐπίπαν τῶν μηνῶν καταστήματα καὶ πνεύματα προγινώσκωμεν.

τρίτον δ’ ἐστὶ τὸ τὰς ἔτι λεπτομερεστέρας ἐπισημασίας ἀνέσεων καὶ ἐπιτάσεων παρατηρεῖν. θεωρεῖται δὲ καὶ τοῦτο διά τε τῶν κατὰ μέρος τοῦ ἡλίου καὶ τῆς σελήνης συσχηματισμῶν οὐ μόνον τῶν συνοδικῶν ἢ πανσεληνιακῶν, ἀλλὰ καὶ τῶν κατὰ τὰς διχοτόμους, καταρχομένης ὡς ἐπίπαν τῆς κατὰ τὴν ἐπισημασίαν ἐναλλοιώσεως πρὸ τριῶν ἡμερῶν, ἐνίοτε δὲ καὶ μετὰ τρεῖς τῆς ἰσοστάθμου πρὸς τὸν ἥλιον ἐπιπορεύσεως, καὶ διὰ τοῦ καθ’ ἑκάστην τῶν τοιούτων στάσεων ἢ καὶ τῶν ἄλλων, οἷον τριγώνων ἢ ἑξαγώνων, πρὸς τοὺς πλανήτας συσχηματισμοῦ.

τούτων γὰρ ἀκολούθως τῇ φύσει καὶ ἡ τῆς ἐναλλοιώσεως ἰδιοτροπία καταλαμβάνεται συμφώνως ταῖς τε τῶν ἐπιθεωρούντων ἀστέρων καὶ ταῖς τῶν ζῳδίων πρός τε τὸ περιέχον καὶ τοὺς ἀνέμους φυσικαῖς συνοικειώσεσιν.

[*](m 99)

αὐτῶν δὲ τούτων τῶν κατὰ μέρος ποιοτήτων αἱ καθ’ ἡμέραν ἐπιτάσεις ἀποτελοῦνται μάλιστα μὲν ὅταν τῶν ἀπλανῶν οἱ λαμπρότεροι καὶ δραστικώτεροι φάσεις ἑῴας ἢ ἑσπερίας ἀνατολικάς ἢ δυτικὰς ποιῶνται πρὸς τὸν ἥλιον, τρέπουσι γὰρ ὡς ἐπὶ τὸ πολὺ τὰς κατὰ μέρος [*](1 ἰδιότητας VSα ἰδιοτροπίας DMγ 4 ὅπως Vα οὕτως β καὶ οὕτως γ 6 ἐπίπαν ἂν V 6 προγινώσκειν γ 8 ἀνέσεων αβ ἀνανέσεων V τῶν ἀνέσεων γ 10 πανσελήνων α 14 ἰσοστάθμου VL βγ ἰσοσταθμοῦς α 17 συσχηματισμοῦ αβγ συσχημῶν V συσχηματισμῶν L 23 ἐπιτάσεις ἢ ἀνέσεις Σ ἀποτελοῦνται VLDMγ ἐπιτελοῦνται αS 24 ἑῷας Σβγ ἑῷους VLY Co 25 ἑσπερίοις Σβγ ἑσπερίους VLY ἀνατολικὰς aSM ἀνατολὰς VLDγ δυτικὰς] δύσεις γ 26 ὡς ἐπὶ] κατὰ V, τὸ om Lα)

100
καταστάσεις πρὸς τὰς ἑαυτῶν φύσεις, οὐδὲν δὲ ἔλαττον καὶ ὅταν τινὶ τῶν κέντρων τὰ φῶτα ἐπιπορεύηται.

πρὸς γὰρ τὰς τοιαύτας αὐτῶν σχέσεις αἱ καθ’ ὥραν ἀνέσεις καὶ ἐπιτάσεις τῶν καταστημάτων μεταβάλλουσι, καθάπερ πρὸς τὰς τῆς σελήνης αἵ τε ἀμπώτεις καὶ αἱ παλίρροιαι καὶ αἱ τῶν πνευμάτων δὲ τροπαὶ μάλιστα περὶ τὰς τοιαὐιτας τῶν φώτων κεντρώσεις ἀποτελοῦνται, πρὸς οὓς ἂν τῶν ἀνέμων ἐπὶ τὰ αὐτὰ τὸ πλάτος τῆς σελήνης τὰς προσνεύσεις ποιούμενον καταλαμβάνηται.

πανταχῇ μέντοι προσήκει διαλαμβάνειν ὡς προηγουμένης μὲν τῆς καθόλου καὶ πρώτης ὑποκειμένης αἰτίας, ἑπομένης δὲ τῆς τῶν κατὰ μέρος ἐπισυμβαινόντων, βεβαιουμένης δὲ μάλιστα καὶ ἰσχυροποιουμένης τῆς ἐνεργείας, ὅταν οἱ τῶν καθόλου φύσεων οἰκοδεσποτήσαντες ἀστέρες καὶ ταῖς ἐπὶ μέρους τύχωσι συσχηματιζόμενοι.